- 底本
- Greek Anthology, Vol. 4. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:12.140-12.152
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
诗篇描绘了少年之爱的多种图景,包括惩罚傲慢言论的涅墨西斯、猎获与失落的爱情比喻、对贫困的哀叹,以及凭借诗歌与饥饿对相思病的医治。
Anonymi Epigrammatici τὸν καλὸν ὡς ἰδόμαν Ἀρχέστρατον, οὐ μὰ τὸν Ἑρμᾶν, οὐ καλὸν αὐτὸν ἔφαν· οὐ γὰρ ἄγαν ἐδόκει. εἶπα, καὶ ἁ Νέμεσίς με συνάρπασε, κεὐθὺς ἐκείμαν ἐν πυρί, παῖς ˘ δʼ ἐπʼ ἐμοὶ Ζεὺς ἐκεραυνοβόλει. τὸν παῖδʼ ἱλασόμεσθʼ, ἢ τὰν θεόν; ἀλλὰ θεοῦ μοι ἔστιν ὁ παῖς κρέσσων χαιρέτω ἁ Νέμεσις.1
佚名诗人 当我看见俊美的阿尔克斯特拉托斯时,凭着赫耳墨斯起誓,我并未说他俊美;因为他看上去并未美到极点。 我方才言罢,涅墨西斯便将我攫住,我随即卧于烈火之中,而那少年如宙斯一般朝我投掷雷霆。我们当去安抚那少年,还是安抚女神?然而对我而言,那少年比女神更有权能;让涅墨西斯走开罢!
Meleager ἐφθέγξω, ναὶ Κύπριν, ἃ μὴ θεός, ὦ μέγα τολμᾶν θυμὲ μαθών Θήρων σοὶ καλὸς οὐκ ἐφάνη· σοὶ καλὸς οὐκ ἐφάνη Θήρων ἀλλʼ αὐτὸς ὑπέστης, οὐδὲ Διὸς πτήξας πῦρ τὸ κεραυνοβόλον. τοιγάρ, ἰδού, τὸν πρόσθε λάλον προὔθηκεν ἰδέσθαι δεῖγμα θρασυστομίης ἡ βαρύφρων Νέμεσις.
墨勒阿戈尔 凭着塞浦路斯女神起誓,学会了胆大妄为的心啊,你竟说出了连神明都不敢说的话!“塞隆在你眼中并不俊美”?塞隆在你眼中竟不俊美?然而你亲自承受了这一切,甚至不曾畏惧宙斯降雷的烈火。因此,看哪,严厉的涅墨西斯已将昔日多嘴之人公之于众,作为狂妄之语的昭昭鉴戒。
Rhianus ἰξῷ Δεξιόνικος ὑπὸ χλωρῇ πλατανίστῳ κόσσυφον ἀγρεύσας, εἷλε κατὰ πτερύγων χὠ μὲν ἀναστενάχων ἀπεκώκυεν ἱερὸς ὄρνις. ἀλλʼ ἐγώ, ὦ φίλʼ Ἔρως, καὶ θαλεραὶ Χάριτες, εἴην καὶ κίχλη καὶ κόσσυφος, ὡς ἂν ἐκείνου ἐν χερὶ καὶ φθογγὴν καὶ γλυκὺ δάκρυ βάλω.
里阿诺斯 德克西奥尼科斯在葱绿的悬铃木下,用鸟胶捕获了一只乌鸫,按住了它的双翼;那神圣的鸟儿呻吟着,发出哀号。然而亲爱的厄洛斯啊,繁茂的美惠女神们啊,我愿自己化作鸫鸟或是乌鸫,好在他的掌心之中,倾吐我的啼声与甘美的泪水。
Anonymi Epigrammatici Ἑρμῆ, τοξευθεὶς ἐξέσπασε πικρὸν ὀιστὸν ἐφήβῳ. κἠγὼ τὴν αὐτήν, ξεῖνε, λέλογχα τύχην. ἀλλὰ μʼ Ἀπολλοφάνους τρύχει πόθος. ὦ “φιλάεθλε, ἔφθασας· εἰς ἓν πῦρ οἱ δύʼ ἐνηλάμεθα.’”
佚名诗人 赫耳墨斯啊,被箭射中者拔出了苦涩的飞矢……为了那青年。异乡人啊,我也承受了同样的命运。然而对阿波罗法涅斯的渴望正折磨着我。“热爱竞技者啊,你先我一步了;我们两人跃入了同一团烈火。”
Meleager τί κλαίεις, φρενολῃστά; τί δʼ ἄγρια τόξα καὶ ἰοὺς ἔρριψας, διφυῆ ταρσὸν ἀνεὶς πτερύγων; ἦ ῥά γε καὶ σὲ Μυΐσκος ὁ δύσμαχος ὄμμασιν αἴθει; ὡς μόλις οἷʼ ἔδρας πρόσθε παθὼν ἔμαθες.
墨勒阿戈尔 劫掠人心者啊,你为何哭泣?为何扔下凶猛的弓矢,垂下两只羽翼?难道那难以抵挡的穆伊斯库斯竟以双眸将你也焚焦了?你亲身承受了痛苦,方才勉强领会了昔日对他人所施的折磨!
Anonymi Epigrammatici παύετε, παιδοφίλαι, κενεὸν πόνον· ἴσχετε μόχθων, δύσφρονες· ἀπρήκτοις ἐλπίσι μαινόμεθα. ἶσον ἐπὶ ψαφαρὴν ἀντλεῖν ἅλα, κἀπὸ Λιβύσσης ψάμμου ἀριθμητὴν ἀρτιάσαι ψεκάδα, ἶσον καὶ παίδων στέργειν πόθον, οἷς τὸ κεναυχὲς κάλλος ἐνὶ χθονίοις ἡδὺ τʼ ἐν ἀθανάτοις. δέρκεσθʼ εἰς ἐμὲ πάντες· ὁ γὰρ πάρος εἰς κενὸν ἡμῶν μόχθος ἐπὶ ξηροῖς ἐκκέχυτʼ αἰγιαλοῖς.
佚名诗人 娈童者们啊,停止徒劳的辛劳罢!心怀妄念之人啊,克制你们的苦役罢!我们正因无望的期冀而发狂。将海水汲取到松散的沙滩上,或是从利比亚的沙土中数清沙粒,正如去爱恋对少年的渴望一样;他们虚妄的美貌,无论在凡人还是在不朽的神明中间都是如此甘美。众人都看我罢:因为昔日我们的苦役,正如空掷在干涸的海岸之上。
Rhianus Ἀγρεύσας τὸν νεβρὸν ἀπώλεσα, χὠ μὲν ἀνατλὰς μυρία, καὶ στήσας δίκτυα καὶ στάλικας, σὺν κενεαῖς χείρεσσιν ἀπέρχομαι· οἱ δʼ ἀμόγητοι τἀμὰ φέρουσιν, Ἔρως· οἷς σὺ γένοιο βαρύς.
里阿诺斯 我猎获了鹿崽,却又失去了它;历经了无数苦难,布下了罗网与木桩,我却空手而归。那些不劳而获之人夺走了我的猎物,厄洛斯啊,愿你成为他们的重负!
Meleager Ἅρπασται τίς τόσσον ἐναιχμάσαι ἄγριος εἴη; τίς τόσος ἀντᾶραι καὶ πρὸς Ἔρωτα μάχην; ἅπτε τάχος πεύκας. καίτοι κτύπος· Ἡλιοδώρας. βαῖνε πάλιν στέρνων ἐντὸς ἐμῶν, κραδίη.
墨勒阿戈尔 她被劫走了!谁人竟如此野蛮敢于动武?谁人竟如此胆大敢与厄洛斯交战?快点燃松脂火把!且慢,有声音:是赫利奥多拉的!心啊,重回我的胸膛之内罢!
Callimachus οἶδʼ ὅτι μου πλούτου κενεαὶ χέρες· ἀλλά, Μένιππε, μὴ λέγε, πρὸς Χαρίτων, τοὐμὸν ὄνειρον ἐμοί. ἀλγέω τὴν διὰ παντὸς2 ἔπος τόδε πικρὸν ἀκούων ναί, φίλε, τῶν παρὰ σοῦ τοῦτʼ ἀνεραστότατον.
卡利马科斯 我知道自己的双手中空无财富;然而美惠女神们在上,墨尼波斯啊,切莫向我诉说我自己的梦境。长久听闻这句苦涩的话语令我痛楚;是的,朋友,在出自你口的一切言辞中,这是最无情意的一句。
Callimachus Ληφθήσῃ, περίφευγε, Μενέκρατες· εἶπα Πανήμου εἰκάδι, καὶ Λώου τῇ — τίνι; τῇ δεκάτῃ ἦλθεν ὁ βοῦς ὑπʼ ἄροτρον ἑκούσιος. εὖγʼ ἐμὸς ἐμὸς, εὖγʼ ἐμὸς οὐ παρὰ τὰς εἴκοσι μεμφόμεθα.3
卡利马科斯 “任你逃遁,终将被擒,梅内克拉忒斯!”我在帕涅摩斯月二十日曾这样说;而到了罗奥斯月的——那是哪一日?——第十日,这头牛便自愿走到了犁轭之下。好啊,我的朋友,好啊!我们绝不为这二十日的光阴而抱怨。
Callimachus ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρατο τὰν ἐπαοιδὰν τὠραμένῳ ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ. αἱ Μοῖσαι τὸν ἔρωτα κατισχναίνοντι, Φίλιππε· ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία. τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μόνον ἐς τὰ πονηρὰ τὠγαθόν, ἐκκόπτει τὰν φιλόπαιδα νόσον. ἔσθʼ ἁμὶν † χἀκαστὰς ἀφειδέα πρὸς τὸν Ἔρωτα. τοῦτʼ εἶπαι “Κείρευ τὰ πτερά, παιδάριον· οὐδʼ ὅσον ἀττάραγόν σε δεδοίκαμες· αἱ γὰρ ἐπῳδαὶ οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.”
卡利马科斯 波吕斐摩斯为相思之人找到了何等绝妙的咒语!凭着大地起誓,独眼巨人绝非无知之徒。腓力啊,缪斯们使爱情衰竭枯萎;智慧确是包治百病的灵丹妙药。依我看来,饥饿在诸般恶事中亦唯独具有这一长处:它能斩断恋童的沉疴。我们可以毫不留情地对厄洛斯说:“剪掉你的翅膀罢,小儿!我们连芥子般的一星半点都不怕你;因为医治那沉痛创伤的双重咒语,我们家中尽皆齐备。”
Anonymi Epigrammatici εἲ τινά που παίδων ἐρατώτατον ἄνθος ἔχοντα εἶδες, ἀδιστάκτως εἶδες Ἀπολλόδοτον. εἰ δʼ ἐσιδών, ὦ ξεῖνε, πυριφλέκτοισι πόθοισιν οὐκ ἐδάμης, πάντως ἢ θεὸς ἢ λίθος εἶ.
佚名诗人 倘若你在何处见到了拥有一切少年中最惹人怜爱芳华之人,毫无疑问,你见到的定是阿波罗多托斯。 异乡人啊,若你注视着他,却未曾屈服于如烈火焚烧般的渴望,你必定要么是神明,要么是顽石。
Anonymi Epigrammatici Μάγνης Ἡράκλειτος, ἐμοὶ πόθος, οὔτι σίδηρον πέτρῳ, πνεῦμα δʼ ἐμὸν κάλλει ἐφελκόμενος.
佚名诗人 赫拉克利图斯是我的渴望,他宛如磁石,并非以顽石吸附铁屑,而是以美貌摄走我的心魂。
- 12.140χαιρέτω ἁ Νέμεσις
使用第三人称命令式的告别与排拒习惯表达。从字面上的离别致意(“让涅墨西斯安好罢”)引申为“让涅墨西斯走开罢”或“我才不在乎涅墨西斯”。
- 12.148τὴν διὰ παντὸς
省略了阴性名词(如 ὁδόν 或 ὥραν)的宾格副词性用法。与介词短语 διὰ παντός(始终、持续)结合,充当副词短语,意为“持续地”、“自始至终”。
- 12.149οὐ παρὰ τὰς εἴκοσι μεμφόμεθα
介词 παρά 支配宾格 τὰς εἴκοσι(二十日)。此处含有“鉴于这二十天”或“就这二十天而言”的含义,表明说话者对于少年在二十天之内自愿屈从这一事实,并不就这区区二十天的等待心怀不满。
