- 底本
- Greek Anthology, Vol. 4. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.389-11.401
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卢基利乌斯、尼卡尔科斯二世、伪琉善等人的讽刺短诗集。内容涵盖聚敛财富的虚妄、虚伪的友谊、守财奴与鼠、干瘦的演说家、女儿与疝气的比较、不设宴的诗人、屁的威权、酸如食醋的酒、染发致秃、骑驴跌落与语法学问的得失,以及借荷马史诗诗句讽刺医生亦精于将活人魂魄送入冥府的谐谑。
Lucillius εἰ μὲν ζῇς ἐλάφου ταναὸν χρόνον, ἠὲ κορώνης, συγγνώμη πλεῖστον πλοῦτον ἀγειρομένῳ· εἰ δὲ τίς ἐσσι βροτῶν, οὓς αὐτίκα γῆρας ἰάπτει, μὴ σὲ γʼ ἀπειρεσίων οἶστρος ἕλῃ κτεάνων1 μὴ σὺ μὲν ἀτλήτοισιν ἐν ἄλγεσι θυμὸν ὀλέσσῃς, χρήσωνται δʼ ἄλλοι σοῖς ἀγαθοῖς ἀπόνως.
卢基利乌斯 倘若你能如鹿或乌鸦一般享有悠长的岁月, 聚敛巨额的财富倒也情有可原; 但若你只是暮年转瞬即至的凡人之一, 切莫让对无尽资财的狂热攫住你的心, 免得你在不堪忍受的痛苦中销蚀生命, 而他人却毫不费力地坐享你的财产。
Lucillius εἴ με φιλεῖς, ἔργῳ με φίλει, καὶ μὴ μʼ ἀδικήσῃς, ἀρχὴν τοῦ βλάπτειν τὴν φιλίαν θέμενος. πᾶσι γὰρ ἀνθρώποισιν ἐγὼ πολὺ κρέσσονα φημι τὴν φανερὰν ἔχθραν τῆς δολερῆς φιλίας. φασὶ δὲ καὶ νήεσσιν ἁλιπλανέεσσι χερείους τὰς ὑφάλους πέτρας τῶν φανερῶν σπιλάδων.
卢基利乌斯 若你爱我,便当以行动来爱,莫要亏待我, 以友谊为由端施加伤害。 我对全人类断言,公开的仇怨 远胜于虚伪诡诈的友谊。 人们亦言,对于漂泊海上的舟船,水底的暗礁 远比水面可见的巨石更为凶险。
Lucillius μῦν Ἀσκληπιάδης ὁ φιλάργυρος εἶδεν ἐν οἴκῳ, καὶ τί ποιεῖς, φησίν, φίλτατε μῦ, παρʼ ἐμοὶ; ἡδὺ δʼ ὁ μῦς γελάσας. “μηδέν, φίλε, φησί, φοβηθῇς, οὐχὶ τροφῆς παρὰ σοὶ χρῄζομεν, ἀλλὰ μονῆς.”
卢基利乌斯 守财奴阿斯克勒庇阿得斯在家中见得一只老鼠, 便问:“最可爱的老鼠啊,你在我这里做甚?” 老鼠甜甜一笑说道:“朋友,切莫惊慌; 我们向你所求的并非食物,而仅仅是片瓦栖身。”
Lucillius μύρμηκος πτερόεντος ὑπὲρ νώτοιο καθεσθεὶς Ἄδραστος ῥήτωρ τοῖον ἔλεξεν ἔπος· Ἵπτασο· τὸν σὸν ἔχεις, ὦ Πήγασε, Βελλεροφόντην, φέρτατον ἡρώων, ἡμιθανῆ σκελετόν.
卢基利乌斯 端坐于一只飞蚁的脊背之上, 演说家阿德剌斯托斯道出这番话语: “飞吧,珀伽索斯!你背负着属于你的柏勒洛丰, 他是英雄中的翘楚,一具半死不活的骷髅。”
Lucillius οὐκ ἔστιν θυγατρὸς μεῖζον βάρος· εἰ δὲ δοκεῖ σοι, Εὐκτήμων, εἶναι κοῦφον, ἄκουσον ἐμοῦ. ἔστιν σοὶ κήλη, κἀμοὶ θυγάτηρ· λάβε ταύτην, καὶ δός μοι κήλας ἀντὶ μιᾶς ἑκατόν.
卢基利乌斯 世上再无重过女儿的负担;但欧克忒蒙啊, 若你觉得此负担尚轻,且听我一言。 你有疝气,而我有女儿;收下她吧, 换给我一百个疝气来替代这一个。
Anonymi Epigrammatici ποιητὴς πανάριστος ἀληθῶς ἐστιν ἐκεῖνος, ὅστις δειπνίζει τοὺς ἀκροασαμένους. ἢν δʼ ἀναγινώσκῃ, καὶ νήστιας οἴκαδε πέμπῃ, εἰς αὑτὸν τρεπέτω τὴν ἰδίαν μανίην.
佚名 唯有那位凡听众必款待以晚餐的诗人, 方称得上是至臻完美的诗人。 若只是高声诵读,却让听众忍饥挨饿而归, 倒不如将他自身的疯癫留向他自己。
Nicarchus II πορδὴ ἀποκτέννει πολλοὺς ἀδιέξοδος οὖσα· πορδὴ καὶ σῴζει τραυλὸν ἱεῖσα μέλος. οὐκοῦν εἰ σῴζει, καὶ ἀποκτέννει πάλι πορδή, τοῖς βασιλεῦσιν ἴσην πορδὴ ἔχει δύναμιν.
尼卡尔科斯二世 排不出去的屁致人死命者甚众; 发出含混之音的屁亦能救人一命。 是以,若屁能救人,又能置人于死地, 屁便拥有了与君王匹敌的威权。
Pseudo-lucianus πολλάκις οἶνον ἔπεμψας ἐμοί, καὶ πολλάκις ἔγνων σοὶ χάριν, ἡδυπότῳ νέκταρι τερπόμενος. νῦν δʼ εἴπερ με φιλεῖς, μὴ πέμψῃς· οὐ δέομαι γὰρ οἴνου τοιούτου, μηκέτʼ ἔχων θρίδακας.2
伪琉善 你曾多次赠我美酒,我亦多次向你 致以谢忱,尽享甘醇甘露之乐。 然而如今你若爱我,切莫再送;因我既已 不再存有莴苣,便不再需要这般的酒。
Pseudo-lucianus πολλὰς μυριάδας ψηφίζων Ἀρτεμίδωρος, καὶ μηδὲν δαπανῶν, ζῇ βίον ἡμιόνων, πολλάκις αἳ χρυσοῦ τιμαλφέα φόρτον ἔχουσαι πολλὸν ὑπὲρ νώτου, χόρτον ἔδουσι μόνον.
伪琉善 阿耳忒弥多罗斯盘算着数以万计的财富, 却一毛不拔,过着如同骡子般的生活; 骡子背上常常驮着价值连城的沉重黄金, 所食者却唯有草料而已。
Nicarchus II τὴν κεφαλὴν βάπτων τις ἀπώλεσε τὰς τρίχας αὐτὰς, καὶ δασὺς ὢν λίαν, ᾠὸν ἅπας γέγονεν. τοῦτο βαφεὺς ἐπόησε, τὸ μηκέτι κουρέα τέμνειν μήτε κόμην λευκὴν μήτε μελαινομένην.
尼卡尔科斯二世 有人染发,竟将头发尽数脱落, 原本毛发浓密之人,竟全然成了一枚鸡蛋。 染匠促成了此事:令理发师从此不再修剪 那斑白的头发,抑或正转黑的发丝。
Apollinarius γραμματικὸς ποτʼ ὄνῳ ἐποχούμενος ἐξεκυλίσθη, καὶ τῆς γραμματικῆς, ὡς λόγος, ἐξέπεσεν· εἶθʼ ἑξῆς ἐβίου κοινὸν βίον, ὡς ἰδιώτης, ὧν ἐδίδασκεν ἀεὶ μηδὲν ἐπιστάμενος. ἀλλὰ Γλύκων ἔπαθεν τοὐναντίον ὢν γὰρ ἄπειρος καὶ κοινῆς γλώττης, οὐχ ὅτι γραμματικῆς, νῦν Λιβυκοὺς κάνθωνας ὀχούμενος, εἶτʼ ἀποπίπτων πολλάκις, ἐξαίφνης γραμματικὸς γέγονεν.
阿波利纳里乌斯 曾有一位语法学家骑驴时摔落滚地, 据传言,他将满腹的语法学亦摔得荡然无存; 自此他如同平民一般过着寻常生活, 对自己往日所讲授的一切一无所知。 然而格吕昆却遭逢了截然相反的运势:他原本 连常人的语言亦不通晓,更遑论语法学, 如今骑上利比亚的驮驴,屡屡跌落之后, 竟霍然成了一名语法学家。
Pseudo-lucianus ἵλαθι, Γραμματικὴ φυσίζοε, ἵλαθι λιμοῦ φάρμακον εὑρομένη μῆνιν ἄειδε θεά. νηὸν ἐχρῆν καὶ σοὶ περικαλλέα δωμήσασθαι,3 καὶ βωμὸν θυέων μή ποτε δευόμενον. καὶ γὰρ σοῦ μεσταὶ μὲν ὁδοί, μεστὴ δὲ θάλασσα καὶ λιμένες, πάντων δέκτρια Γραμματική.
伪琉善 赐予生机的语法学啊,求你垂怜;寻得免于饥馑之药的女神啊,求你垂怜—— “女神啊,请歌唱那激愤。” 原本亦当为你构筑一座极为华美的殿堂, 立起一座永不缺祭品的祭坛。 因为街道为你所盈满,大海与港湾 亦充盈着你的身影,包容一切的语法学啊。
Pseudo-lucianus ἰητήρ τις ἐμοὶ τὸν ἑὸν φίλον υἱὸν ἔπεμψεν, ὥστε μαθεῖν παρʼ ἐμοὶ ταῦτα τὰ γραμματικά. ὡς δὲ τὸ μῆνιν ἄειδε καὶ “ἄλγεα μυρίʼ ἔθηκεν ” ἔγνω, καὶ τὸ τρίτον τοῖσδʼ ἀκόλουθον ἔπος πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν, οὐκέτι μιν πέμπει πρός με μαθησόμενον. ἀλλὰ μʼ ἰδὼν ὁ πατήρ, σοὶ μὲν χάρις, εἶπεν, “ἑταῖρε· αὐτὰρ ὁ παῖς παρʼ ἐμοὶ ταῦτα μαθεῖν δύναται· καὶ γὰρ ἐγὼ πολλὰς ψυχὰς Ἄϊδι προϊάπτω, καὶ πρὸς τοῦτʼ οὐδὲν γραμματικοῦ δέομαι.” π.; τρανσλατιονς, ξηιεφλψ φρομ τηε γρεεκ αντηολογψ, π..
伪琉善 一位医师将爱子送至我处, 好让我向他传授这些语法学术。 然而当他学得“请歌唱那激愤” 与“降下无尽灾殃”,以及紧随其后的第三行诗: “将许多英勇的魂魄掷向哈得斯”时, 父亲便不再送他来向我受业。 那位父亲见了我,反而说道: “朋友,我诚然感谢你; 但这等事小儿在我身旁即可学得; 因为我自己亦将许多魂魄掷向哈得斯, 而对此等事,我丝毫不需要语法学者。”
- 11.389μὴ σὲ γʼ ἀπειρεσίων οἶστρος ἕλῃ κτεάνων
使用虚拟式的禁止句式(否定词 μή 搭配不定过去时虚拟式 ἕλῃ),在前面条件从句(εἰ δὲ τίς ἐσσι βροτῶν)之后充当主句,表达告诫。随后的 μὴ σὺ μὲν ... ὀλέσσῃς(连同虚拟式 χρήσωνται)承接此意,表担虑或否定目的(“免得你销蚀……”)。
- 11.396μηκέτʼ ἔχων θρίδακας
分词 ἔχων 带有原因意味(“既然我已不再存有莴苣”)。在古代,变酸劣化的葡萄酒常被当作醋浇在莴苣等蔬菜上食用;此处以戏谑之笔暗讽对方送来的酒酸得只能当醋拌莴苣用。
- 11.400νηὸν ἐχρῆν καὶ σοὶ περικαλλέα δωμήσασθαι
非人称未完成过去时动词 ἐχρῆν 加上不定式(δωμήσασθαι),构成与事实相反的义务表达(“原本理当为你建造……”)。καὶ σοί 为与格,意为“(正如为诸神一样,)亦为你(语法学)”。
