- 底本
- Greek Anthology, Vol. 4. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.402-11.412
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
一组讽刺短诗,内容包括批驳暴食、拟人化痛风、嘲弄畸形大鼻与极度消瘦之人、讥讽以浓妆掩饰衰老的虚妄、讽刺豪饮老妪与伪善的犬儒哲人,以及揶揄如焚尸堆般酷热的浴场与极端丑陋的容貌。
Pseudo-lucianus μηδείς μοι ταύτην, Ἐρασίστρατε, τὴν σπατάλην σου ποιήσειε θεῶν, ᾗ σὺ κατασπαταλᾷς, ἔσθων ἐκτραπέλως στομάχων κακά, χείρονα λιμοῦ, οἷα φάγοιεν ἐμῶν ἀντιδίκων τεκνία. πεινάσαιμι γὰρ αὖθις ἔτι πλέον, ἢ πρὶν ἐπείνων, ἢ χορτασθείην1 τῆς παρὰ σοὶ σπατάλης.
伪琉善 厄剌西斯特剌托斯啊,但愿众神谁也莫要赐予我你这般的挥霍, 你沉溺于其中, 骇人地嚼食伤胃的秽物,甚至比饥馑更为恶劣, 宛如我诉讼对手的幼雏所啖之食。 因为我宁可再次挨饿,比昔日挨饿时更为窘迫, 也不愿在你那挥霍的筵席上饱食终日。
Pseudo-lucianus εἰς Ποδάγραν Μισόπτωχε θεά, μούνη πλούτου δαμάτειρα, ἡ τὸ καλῶς ζῆσαι πάντοτʼ ἐπισταμένη, εἰ δὲ καὶ ἀλλοτρίοις ἐπιιζομένη ποσὶ χαίρεις, πιλοφορεῖν τʼ οἶδας, καὶ μύρα σοι μέλεται, τέρπει καὶ στέφανός σε, καὶ Αὐσονίου πόμα Βάκχου. ταῦτα παρὰ πτωχοῖς γίνεται οὐδέποτε. τοὔνεκα νῦν φεύγεις πενίης τὸν ἀχάλκεον οὐδόν, τέρπᾐ δʼ αὖ πλούτου πρὸς πόδας ἐρχομένη.
伪琉善,咏痛风 嫌贫的女神啊,财富唯一的征服者, 永远深谙体面生活之道的那一位, 若你委实欢欣于栖身在旁人的脚上, 懂得佩戴毛毡鞋袜,在意芬芳的香膏, 花冠和奥索尼亚的巴克科斯美酒亦能取悦于你—— 这等物事在穷人那里绝难得见。 因此你如今避开贫困那无铜板的门槛, 转而欢喜地降临在财富的双足之上。
Pseudo-lucianus οὐδέποτʼ εἰς πορθμεῖον ὁ κηλήτης Διόφαντος ἐμβαίνει μέλλων εἰς τὸ πέραν ἀπίναι· τῆς κήλης δʼ ἐπάνωθε τὰ φορτία πάντα τεθεικὼς καὶ τὸν ὄνον, διαπλεῖ σινδόνʼ ἐπαράμενος. ὥστε μάτην Τρίτωνες ἐν ὕδασι δόξαν ἔχουσιν, εἰ καὶ κηλήτης ταὐτὸ ποιεῖν δύναται.
伪琉善 患有疝气的狄奥凡托斯,当他想要 去往对岸之时,绝不跨入渡船; 而是将所有的行囊和驴子统统 置于疝气之上,拉起一张亚麻布便泛水而渡。 是以特里同诸神在水域中空负虚名, 倘若连疝气患者亦能做下同样的事体。
Pseudo-lucianus ὁ γρυπὸς Νίκων ὀσφραίνεται οἴνου ἄριστα, οὐ δύναται δʼ εἰπεῖν οἷος ἂν ᾖ ταχέως. ἐν τρισὶν ὥραις γὰρ θεριναῖς μόλις αἰσθάνετʼ αὐτὸς, ὡς ἂν ἔχων πηχῶν ῥῖνα διακοσίων.2 ὦ μεγάλου μυκτῆρος· ὅταν ποταμὸν διαβαίνῃ, θηρεύει τούτῳ πολλάκις ἰχθύδια.
伪琉善 钩鼻尼昆极擅辨识酒香, 然而那酒究竟如何,他却无法立刻道来。 因为要足足历经夏日的三个时辰,他自身才勉强感知得到, 仿佛他长着一根两百肘长的巨鼻。 啊,硕大无朋的鼻孔!每当他趟水渡河之时, 常常用这鼻孔捕获细小的游鱼。
Nicarchus II τοῦ γρυποῦ Νίκωνος ὁρῶ τὴν ῥῖνα, Μένιππε· αὐτὸς δʼ οὐ μακρὰν φαίνεται εἶναι ἔτι. πλὴν ἥξει, μείνωμεν ὅμως· εἰ γὰρ πολύ, πέντε τῆς ῥινὸς σταδίους, οἴομαι, οὐκ ἀπέχει. ἀλλʼ αὐτὴ μέν, ὁρᾷς, προπορεύεται· ἢν δʼ ἐπὶ βουνὸν ὑψηλὸν στῶμεν, καὐτὸν ἐσοψόμεθα.
尼卡尔科斯二世 麦尼普斯啊,我看见了钩鼻尼昆的鼻子; 看来他本人离此亦不再遥远。 但他终归会来,我们姑且等等吧;因为至多 不过离他的鼻子五斯塔狄昂远,我猜绝不会更多。 不过你看,那鼻子正走在前头;倘若我们登上 那座高耸的土丘,便能望见他本人的身躯。
Nicarchus II τὸν λεπτὸν θακεῦντα Μενέστρατον εἴαρος ὥρῃ μύρμηξ ἐξελθὼν εἵλκυσεν εἰς ῥαγάδα· μυῖα δʼ ἐπιπτᾶσ’ αὐτὸν ἀνήρπασεν, ὡς Γανυμήδη αἰετὸς εἰς θαλάμους οὐρανίους Κρονίδεω· πίπτεν δʼ ἐκ χειρῶν μυίης, κοὐδʼ ὣς θίγε γαίης, ἐκ δʼ ἀράχνης ἱστοῦ τῶν βλεφάρων κρέμαται.
尼卡尔科斯二世 身形瘦弱的墨涅斯特剌托斯在春日里静坐, 一只蚂蚁从穴中爬出,将他拖入一道地缝; 一只苍蝇飞扑而至,将他抢掠而去,恰似老鹰 将伽倪墨得斯掳往克罗诺斯之子的天上寝宫; 他从苍蝇的手中坠落,却依然未曾触及地面, 反而挂在蛛网之上,仅以眼皮悬于空中。
Lucillius τὴν κεφαλὴν βάπτεις, τὸ δὲ γῆρας οὔποτε βάψεις, οὐδὲ παρειάων ἐκτανύσεις ῥυτίδας. μὴ τοίνυν τὸ πρόσωπον ἅπαν ψιμύθῳ κατάπλαττε, ὥστε προσωπεῖον, κοὐχὶ πρόσωπον ἔχειν. οὐδὲν γὰρ πλέον ἐστί· τί μαίνεαι; οὔποτε φῦκος καὶ ψίμυθος τεύξει τὴν Ἑκάβην Ἑλένην.
卢基利乌斯 你染头发,却绝不能染掉老态, 亦不能抚平面颊上的褶皱。 是以莫要用铅粉涂抹整个面孔, 以致徒具假面,而非一张真容。 因为这毫无益处:你何故发狂?紫草与 铅白绝无可能将赫卡柏变为海伦。
Gaetulicus II τετράκις ἀμφορέως περὶ χείλεσι χείλεα θεῖσα Σειληνὶς πάσας ἐξερόφησε τρύγας. εὐχαίτα Διόνυσε, σὲ δʼ ὕδασιν οὐκ ἐμίηνεν ἀλλʼ οἷος πρώτης ἦλθες ἀπʼ οἰνοπέδης, τοῖόν σε προὔπινεν ἀφειδέως, ἄγγος ἔχουσα εἰσότε καὶ νεκύων ἦλθεν ἐπὶ ψάμαθον.
盖图利库斯二世 四次将双唇紧贴双耳瓮的边缘, 塞勒妮斯将所有的酒渣吸吮殆尽。 美发的狄奥尼索斯啊,她未曾用水将你玷污, 而是任凭你如初自葡萄园中走来那般纯粹, 毫无吝惜地将你痛饮,手中紧抱酒瓮, 直到她亦踏上亡灵们的沙滩。
Pseudo-lucianus τοῦ πωγωνοφόρου κυνικοῦ, τοῦ βακτροπροσαίτου, εἴδομεν ἐν δείπνῳ τὴν μεγάλην σοφίαν. θέρμων μὲν γὰρ πρῶτον ἀπέσχετο καὶ ῥαφανίδων, μὴ δεῖν δουλεύειν γαστρὶ λέγων ἀρετήν. εὖτε δʼ ἐν ὀφθαλμοῖσιν ἴδεν χιονώδεα βόλβαν3 στρυφνήν, ἣ πινυτὸν ἤδη ἔκλεπτε νόον, ᾔτησεν παρὰ προσδοκίαν, καὶ ἔτρωγεν ἀληθῶς, κοὐδὲν ἔφη βόλβαν τὴν ἀρετὴν ἀδικεῖν,
伪琉善 那位蓄着胡须、手持拐杖行乞的犬儒学者, 我们在筵席上得见了他的大智慧。 起初他避开了羽扇豆与萝卜, 宣称美德不该沦为胃肠的奴隶。 然而当他亲眼见到了如雪般白皙肥嫩的母猪子宫, 那美味瞬间迷眩了他明智的头脑, 他出人意料地索要起来,且当真大快朵頤, 并声称吃这子宫丝毫无损于美德。
Anonymi Epigrammatici εἰς βαλανεῖον ἐκπύρωτον τοῦτο πυρὰν μᾶλλον κλῄζειν δεῖ, κοὐ βαλανεῖον, ἥν ποθʼ ὁ Πηλείδης ἧψε Μενοιτιάδῃ, ἢ τὸν Μηδείης στέφανον, τὸν % γείτονα Ἐρινὺς ἐν θαλάμοις Γλαύκης εἵνεκεν Αἰσονίδου. φεῖσαί μου, βαλανεῦ, πρὸς τοῦ Διός· εἰμὶ γὰρ ἀνὴρ πάντα γράφων τὰ βροτῶν ἔργα καὶ ἀθανάτων, εἰ δὲ πρόκειταί σοι πολλοὺς ζῶντας κατακαίειν. ἅπτε πυρὰν ξυλίνην, δήμιε, μὴ λιθίνην
佚名,咏过热的浴堂 这地方与其称作浴堂,倒不如唤作柴堆, 犹如当年珀琉斯之子为墨诺提奥斯之子所燃起的那堆, 抑或美狄亚的冠冕——近邻的复仇女神 为了埃宋之子而在格劳刻的闺房中点燃之物。 看在宙斯的分上,掌浴者啊,饶了我吧!我乃是 书写凡人与不死神祇所有功业的人; 倘若你决意将许多活人焚死, 刽子手啊,点燃木柴堆吧,莫要点燃石造的柴堆!
Antiochus ψυχὴν μὲν γράψαι χαλεπόν, μορφὴν δὲ χαράξαι ῥᾴδιον ἀλλʼ ἐπὶ σοὶ τοὔμπαλιν ἀμφότερον. τῆς μὲν γὰρ ψυχῆς τὸ διάστροφον ἔξω ἄγουσα ἐν τοῖς φαινομένοις ἡ Φύσις εἰργάσατο· τὸν δʼ ἐπὶ τῆς μορφῆς θόρυβον καὶ σώματος ὕβριν πῶς ἄν τις γράψαι, μηδʼ ἐσιδεῖν ἐθέλων;
安提奥科斯 描摹心灵本属不易,雕刻外貌 倒甚为容易;然而在你身上二者全然相反。 因为大自然将你灵魂的扭曲逼出体外, 在显而易见的形貌中显露无遗; 而对于你容貌上的凌乱与肉体的丑陋暴虐, 连看都不愿看上一眼的人,又怎能描摹得出?
- 11.402πεινάσαιμι γὰρ αὖθις ἔτι πλέον, ἢ πρὶν ἐπείνων, / ἢ χορτασθείην
两处祈愿语气动词(πεινάσαιμι 与 χορτασθείην)通过连词 ἤ 形成对比,构成表示偏好性的愿望表达(“宁愿……也不愿……”)。即便省略了比较副词 μᾶλλον,经由 ἤ 引出的祈愿式依然确立了强烈的排他性选择关系。
- 11.405ὡς ἂν ἔχων πηχῶν ῥῖνα διακοσίων
ὡς ἄν 接分词 ἔχων 构成带有虚拟或假设语气的比较分词结构(“仿佛长着一根两百肘长的鼻子一般”)。πηχῶν διακοσίων 作 ῥῖνα 的性质/量度属格。
- 11.410βόλβαν
βόλβα 的宾格,源自拉丁语借词 vulva(母猪的子宫,古代罗马宴饮中的珍馐美味)。此词极易与阳性植物学术语 βολβός(球茎、洋葱)相混淆,但由酒席语境以及修饰语 χιονώδεα(雪白的/肥美的)和 στρυφνήν(紧实的)可确证其指代肉食珍馐母猪子宫。
