- 底本
- Greek Anthology, Vol. 4. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.377-11.388
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
帕拉达斯、阿加提亚斯、马刻多尼俄斯二世与卢基利乌斯的讽刺短诗集,嘲讽了贪婪的食客、悍妇与贫困的教职、可能吞食宾客的饕餮主人、受贿的正义女神、觊觎遗产的庸医、沦落文人之手的瘦驴、成群结队的隐士、吝啬的宴客之道以及婚姻与独身的得失。
Palladas ὄρνεον ἠσθίομεν κεκλημένοι ἄθλιον ἄνδρες ἄλλων ὀρνίθων βρώματα γινόμενοι· καὶ τὸν μὲν Τιτυὸν κατὰ γῆς δύο γῦπες ἔδουσιν, ἡμᾶς δὲ ζῶντας τέσσαρες αἰγυπιοί.
帕拉达斯 我们这些人受邀赴宴,正在吃着一只可怜的鸟, 自己却成了其他鸟儿(饕餮食客)的食粮; 在地下,两只秃鹰在啃食提堤俄斯, 而四只秃鹰却在活生生地啃食着我们。
Palladas οὐ δύναμαι γαμετῆς καὶ γραμματικῆς ἀνέχεσθαι, γραμματικῆς ἀπόρου, καὶ γαμετῆς ἀδίκου. ἀμφοτέρων τὰ πάθη θάνατος καὶ μοῖρα τέτυκται. τὴν οὖν γραμματικὴν νῦν μόλις ἐξέφυγον οὐ δύναμαι δʼ ἀλόχου τῆς ἀνδρομάχης ἀναχωρεῖν εἴργει γὰρ χάρτης καὶ νόμος Αὐσόνιος.
帕拉达斯 我无法同时忍受妻子与语法学, 贫困潦倒的语法学,与蛮横不讲理的妻子。 受制于二者的痛苦,简直就是死亡与毁灭。 于是如今我好不容易才从语法学中脱身; 但我却无法离开那好斗的妻子, 因为契约与奥索尼亚(罗马)的法律将我阻拦。
Agathias Scholasticus οὔ τις ἀλοιητῆρας ἰδεῖν τέτληκεν ὀδόντας ὑμετέρους, ἵνα σοῖς ἐν μεγάροις πελάσῃ· εἰ γὰρ ἀεὶ βούβρωστιν ἔχεις Ἐρυσίχθονος αὐτοῦ, ναὶ τάχα δαρδάψεις καὶ φίλον ὃν καλέεις. ἀλλʼ οὐ σεῖο μέλαθρά με δέξεται· οὐ γὰρ ἔγωγε βήσομαι ὑμετέρῃ γαστρὶ φυλαξόμενος.1 εἰ δὲ ποτʼ ἐς τεὸν οἶκον ἐλεύσομαι, οὐ μέγʼ ἄνυσσεν Λαρτιάδης Σκύλλης χάσμασιν ἀντιάσας· ἀλλʼ ἔσομαι πολύτλας τις ἐγὼ πλέον, εἰ σὲ περήσω, Κύκλωπος κρυεροῦ μηδὲν ἐλαφρότερον.
阿加提亚斯·斯科拉提库斯 无人敢正视你那碾碎一切的獠牙, 更不敢踏近你的宅邸; 因为你若始终怀有厄律西克同本人的饕餮之病, 想必不久之后,连你所邀请的朋友都会被你吞噬。 但你的屋宇绝不会迎来我;因为我绝不会 须提防着你的肚腹而涉足其中。 倘若我有一日来到你的家门,拉厄耳忒斯之子面对 斯库拉的巨口也算不上什么壮举了; 不,若我走过你身旁,我将成为吃尽更多苦难的人, 因为你比起那令人毛骨悚然的独眼巨人丝毫不显温和。
Macedonius II παρθένος εὐπατέρεια Δίκη, πρέσβειρα πολήων, οὐ τὸν ἐν εὐσεβίῃ χρυσὸν ἀποστρέφεται· ἀλλὰ καὶ αὐτὰ τάλαντα Διὸς πάγχρυσα τελέσθη, οἷσι ταλαντεύει πάντα νόμον βιότου· καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα, εἰ μὴ Ὁμηρείων ἐξελάθου χαρίτων.
马刻多尼俄斯二世 出身高贵之父的少女正义女神,城邦的守护者, 绝不会拒绝裹在虔敬之中的黄金; 甚至连宙斯本人的天秤也是全用黄金铸就, 他借此权衡人间生活的一切法则; 那时父神确实伸出了黄金的天秤, 假使你未曾忘却荷马史诗的雅韵。
Palladas πᾶσα γυνὴ χόλος ἐστὶν ἔχει δʼ ἀγαθὰς δύω ὥρας, τὴν μίαν ἐν θαλάμῳ, τὴν μίαν ἐν θανάτῳ.
帕拉达斯 每个女人皆是一腔怒火(灾祸);但她有两个美好的时刻: 一个在洞房之中,一个在坟墓之中。
Agathias Scholasticus κεῖτο μὲν Ἀλκιμένης κεκακωμένος ἐκ πυρετοῖο, καὶ περὶ λαυκανίην βραγχὰ λαρυγγιόων, νυσσόμενός τε τὸ πλευρὸν ἅτε ξιφέεσσιν ἀμυχθέν, καὶ θαμὰ δυσκελάδοις ἄσθμασι πνευστιόων ἦλθε δὲ Καλλίγνωτος ὁ Κώιος, ὁ πλατυλέσχης, τῆς παιωνιάδος πληθόμενος σοφίης, πᾶσαν ἔχων πρόγνωσιν ἐν ἄλγεσιν, οὔ τι περιττὸν ἄλλο προαγγέλλων ἢ τὸ γενησόμενον. Ἀλκιμένους δʼ ἐδόκευεν ἀνάκλισιν, ἔκ τε προσώπου φράζετο, καὶ παλάμης ψαῦεν ἐπισταμένως, καὶ τὸ περὶ κρισίμων φαέων ἐλογίζετο γράμμα, πάντʼ ἀναπεμπάζων οὐχ ἑκὰς Ἱπποκράτους. καὶ τότε τὴν πρόγνωσιν ἐς Ἀλκιμένην ἀνεφώνει σεμνοπροσωπήσας καὶ σοβαρευόμενος· “εἴ γε φάρυγξ βομβεῦσα, καὶ ἄγρια τύμματα πλευροῦ, καὶ πυρετῷ λήξει πνεῦμα δασυνόμενον, οὐκέτι τεθνήξει πλευρίτιδι·2 τοῦτο γὰρ ἡμῖν σύμβολον ἐσσομένης ἐστὶν ἀπημοσύνης. θάρσει τὸν νομικὸν δὲ κάλει, καὶ χρήματα σαυτοῦ, εὖ διαθείς, βιότου λῆγε μεριμνοτόκου, καί με τὸν ἰητρόν, προρρήσιος εἵνεκεν ἐσθλῆς, ἐν τριτάτῃ μοίρῃ κάλλιπε κληρονόμον.ʼ”
阿加提亚斯·斯科拉提库斯 阿尔基墨涅斯因高烧而痛苦不堪地躺卧着, 喉头发出嘶哑干涩的喘息, 两肋刺痛,宛如被利刃划伤, 频频发出难听而粗重的急促呼吸; 这时科斯岛的多话之徒卡利格诺托斯来了, 他满腹皆是治病救人的智慧, 通晓病痛中一切先兆,除了注定要发生之事以外, 绝不妄加任何多余的预言。 他审视着阿尔基墨涅斯卧床的情态,从脸色中推断, 熟练而内行地摸探他的脉息; 他推算着关于危象之日的文卷, 一切盘算皆与希波克拉底相合。 随后,他面容严肃,神气十足地 向阿尔基墨涅斯宣告了他的预后推断: “如果嗡鸣作响的喉咙、肋下剧烈的刺痛, 以及因发热而粗重的呼吸都平息下来, 你便不会再因胸膜炎而丧命;因为对我们而言, 这正是免除灾患即将来临的征兆。 振作起来吧,召来公证人,妥善处分你的财产, 从此脱离这充满忧患的人世; 看在我这番良言预告的分上, 立我这位医者为三分之一财产的继承人吧。”
Palladas ἦν ἄρα καὶ κάνθωσι Τύχη χαλεπή τε καὶ ἐσθλή, καὶ Κρόνος ὡρονομεῖ τετραπόδων γένεσιν. ἐξότε γὰρ καὶ τοῦτον ὄνον χαλεπὸς χρόνος ἔσχεν, ἐξ ἀλαβαρχείης γραμματικοῦ γέγονεν. τλῆθι φέρειν λοιπόν, κανθήλιε· γραμματικοῖς γὰρ οὐδὲ τέλος κριθῇ, κρῖ δὲ μόνον λέγεται.3
帕拉达斯 原来连驮驴也有多舛与顺遂的命运, 克洛诺斯亦执掌着四足牲畜生辰的时刻。 自从这头驴子也遭遇了艰难的时日, 它便从海关衙门沦落为语法学家的财产。 自此安心承受负载吧,小驮驴;因为在语法学家那里, 连“大麦”都不曾留有完满的词尾,而仅仅被唤作“克里”。
Palladas εἰ μοναχοί, τί τοσοίδε; τοσοίδε δέ, πῶς πάλι μοῦνοι; ὦ πληθὺς μοναχῶν ψευσαμένη μονάδα.
帕拉达斯 若是隐士(独修者),何以有如此之众?若是如此之众,又怎能称为独修? 哎,假冒独一之名的隐士之群!
Palladas πλαστὸν ἔχεις τὸν ἔρωτα, φόβῳ δὲ φιλεῖς καὶ ἀνάγκῃ· τοῦ δὲ φιλεῖν οὕτως οὐδὲν ἀπιστότερον.
帕拉达斯 你的爱意是虚假的,是出于恐惧与被迫而爱; 而这般的爱意,世上再无更不可信之物。
Palladas στυγνὴν τὴν Νίκην τις ἰδὼν κατὰ τὴν πόλιν ἐχθὲς εἶπε· θεὰ Νίκη, τίπτε πέπονθας ἄρα; ἡ δʼ ἀποδυρομένη καὶ μεμφομένη κρίσιν, εἶπεν οὐκ ἔγνως σὺ μόνος; Πατρικίῳ δέδομαι. ἦν ἄρα καὶ Νίκη πολυώδυνος, ἣν παρὰ θεσμὸν πατρίκιος ναύτης ἥρπασεν ὡς ἄνεμον.
帕拉达斯 昨日有人见胜利女神在城中满面阴郁,便问道: “胜利女神啊,你究竟遭遇了何事?” 她哀叹着,谴责着裁判的结果说道: “难道只有你一人不知?我已被判给了帕特里克。” 原来连胜利女神也受尽苦楚,那水手帕特里克 竟违背法度,如狂风一般将她强行夺走。
Palladas πάντες ἅπαξ τρώγουσιν· ὅταν δὲ τρέφῃ Σαλαμῖνος, οἴκαδʼ ἀριστῶμεν δεύτερον ἐρχόμενοι.
帕拉达斯 人人皆只吃一顿饭;但每逢萨拉米诺斯做东宴客, 我们回到家中还得吃上第二顿。
Lucillius ἄχρις ἂν ᾖς ἄγαμος, Νουμήνιε, πάντα δοκεῖ σοι ἐν τῷ ζῆν εἶναι τῶν ἀγαθῶν ἀγαθά· εἶθʼ ὅταν εἰσέλθῃ γαμετή, πάλιν εὐθὺ δοκεῖ σοι ἐν τῷ ζῆν εἶναι πάντα κακῶν τὰ κακά. ἀλλὰ χάριν τεκνίων — ἕξεις, Νουμήνιε, τέκνα, χαλκὸν ἔχων πτωχὸς δʼ οὐδὲ τὰ τέκνα φιλεῖ.
卢基利乌斯 只要你尚未婚配,努墨尼俄斯啊,生活中的一切 在你看来皆是美事中的至善; 而一旦妻子入门,立刻又觉得生活中的一切 皆是恶事中的至恶。 “但为了可爱的孩子们——” ——只要你有钱,努墨尼俄斯,你自会有孩子; 而贫穷之人,甚至连自己的亲生骨肉都无心去爱。
- 11.379ὑμετέρῃ γαστρὶ φυλαξόμενος
ὑμετέρῃ γαστρί 是表示不利或关系的与格,修饰中动分词 φυλαξόμενος(意为“对……提防、防范”)。它与 βήσομαι 连用,表达出强烈的拒绝意向:“我绝不会为了防备沦为你肚腹之物而踏足其中”。
- 11.382οὐκέτι τεθνήξει πλευρίτιδι
τεθνήξει 是动词 θνῄσκω 的第三人称单数完成将来时,表示将来确定的结果状态(即“将绝不会因胸膜炎而死亡”)。该时态强调了确信无疑的结论,构成了这位庸医荒谬逻辑的关键节点——口头上宣告病人若症状消失便不会病死,随即却立刻催促其立下遗嘱并将遗产分予自己。
- 11.383οὐδὲ τέλος κριθῇ, κρῖ δὲ μόνον λέγεται
此处 τέλος 是双关语,既指文法学上的“词尾”,又指“完全/完满”。诗人巧妙地利用了文法学知识:荷马史诗中的中性词 κρῖ(大麦)是原本阴性词 κριθή 截去词尾(τέλος)后的残缺形(词尾脱落)。帕拉达斯借此讽刺文法学家家徒四壁,连驴子的大麦口粮也像这个词一样被截断,根本得不到足额的全份大麦。
