- 底本
- Greek Anthology, Vol. 4. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.362-11.376
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
收录了卡利马科斯、帕拉达斯、阿加提亚斯等多位诗人的讽刺短诗,辛辣嘲讽了盲目试友、娼妓之子的虚荣、占星术士空洞的预言、守财奴的幻梦、极端的体貌、老妇的浓妆以及敷衍塞责的雄辩家。
Callimachus εὐδαίμων ὅτι τἆλλα μανεὶς ὡρχαῖος Ὀρέστας, Λεύκαρε, τὰν ἁμὰν οὐκ ἐμάνη μανίην,1 οὐδʼ ἔλαβʼ ἐξέτασιν τῶ Φωκέος, ἅτις ἐλέγχει τὸν φίλον, ἀλλʼ % αἰχʼ ἐν δρᾶμʼ ἐδίδαξε μόνον. ἦ τάχα κα τὸν ἑταῖρον ἀπώλεσε τοῦτο ποήσας·2 κἀγὼ τοὺς πολλοὺς οὐκέτʼ ἔχω Πυλάδας.
卡利马科斯 古时的俄瑞斯忒斯是幸运的,尽管他在别的事上发了疯, 琉卡洛斯啊,他却没有陷入我这般的疯狂, 也没有对那位福喀斯人进行考验朋友的审视, 而不过是演出了一出戏剧。 确实,若他那样做了,或许就会失去挚友; 至于我,却不再拥有我那众多的皮拉得斯了。
Dioscorides οὐκέτʼ Ἀλεξανδρεῦσι τὰ τίμια, χὠ Πτολεμαίου μόσχος ἐν ἠιθέοις λαμπάδι κῦδος ἔχει· ὁ Πτολεμαίου Μόσχος, ἰὼ πόλι· ποῦ δὲ τὰ μητρὸς αἴσχεα, πάνδημοὶ τʼ ἐργασίαι τέγεος; ποῦ δὲ συφόρβια; τίκτετε, πόρναι, τίκτετε, τῷ Μόσχου πειθόμεναι στεφάνῳ.
狄奥斯科里得斯 亚历山大里亚人眼中已无尊贵之物,托勒密的 莫斯霍斯竟在青年举火竞跑中赢得了荣耀; 托勒密的莫斯霍斯啊,哀哉,城邦!他母亲昔日的 丑行、屋顶上公娼的营生如今何在? 猪圈又何在?生孩子吧,妓女们, 生吧,顺应莫斯霍斯桂冠的鼓励。
Bianor οὗτος ὁ μηδέν, ὁ λιτός, ὁ καὶ λάτρις, οὗτος, ὁρᾶτε, ἐστί τινος ψυχῆς κύριος ἀλλοτρίης.
比亚诺尔 这个无名之辈,卑贱之人,甚至是仆役,你们看, 竟然成了另一个人的灵魂的主人。
Agathias Scholasticus Καλλιγένης ἀγροῖκος, ὅτε σπόρον ἔμβαλε γαίῃ, οἶκον Ἀριστοφάνους ἦλθεν ἐς ἀστρολόγου, ᾔτεε δʼ ἐξερέειν, εἴπερ θέρος αἴσιον αὐτῷ ἔσται, καὶ σταχύων ἄφθονος εὐπορίη. ὃς δὲ λαβὼν ψηφῖδας, ὑπὲρ πίνακός τε πυκάζων, δάκτυλά τε γνάμπτων, φθέγξατο Καλλιγένει· “εἴπερ ἐπομβρηθῇ τὸ ἀρούριον ὅσσον ἀπόχρη, μηδὲ τινʼ ὑλαίην τέξεται ἀνθοσύνην, μηδὲ πάγος ῥήξῃ τὴν αὔλακα, μηδὲ χαλάζῃ ἄκρον ἀποδρυφθῇ δράγματος ὀρνυμένου, μηδὲ κεμὰς κείρῃσι τὰ λήια, μηδὲ τινʼ ἄλλην ἠέρος ἢ γαίης ὄψεται ἀμπλακίην, ἐσθλόν σοι τὸ θέρος μαντεύομαι, εὖ δʼ ἀποκόψεις τοὺς στάχυας· μούνας δείδιθι τὰς ἀκρίδας.”3
阿加提亚斯·斯科拉提库斯 农夫卡利革涅斯将种子撒入土地之时, 来到了占星家阿里斯托芬的家中, 请求他言明收成对他而言是否顺遂, 以及麦穗是否会丰盈富足。 那人便拿来算石,密密麻麻布满算盘, 屈指掐算,随后对卡利革涅斯说道: “假使田地蒙雨水充足浇灌, 并不滋生出任何荒蛮的杂草杂花, 霜冻不曾裂开田垄,冰雹也未曾 砸伤抽长麦捆的穗尖, 小鹿不啃食庄稼,庄稼亦未遭受 任何其他来自风雨或地脉的灾患, 那我便向你预言一个好年成,你定能顺利收割 麦穗;你只需惧怕那飞蝗。”
Macedonius II φειδωλός τις ἀνὴρ ἁφόων θησαυρὸν ὀνείρῳ, ἤθελʼ ἀποθνῄσκειν, πλούσιον ὕπνον ἔχων· ὡς δʼ ἴδε τὴν προτέρην, σκιόεν μετὰ κέρδος ὀνείρου, ἐξ ὕπνου πενίην, ἀντικάθευδε πάλιν.
马刻多尼俄斯二世 一个守财奴在梦中抚摸着宝藏, 恨不得在富有的沉睡中死去; 但在梦境虚幻的得利之后,他醒来见到了昔日的 贫穷,便立刻重新倒头睡去。
Julianus ὄψιν ἔχεις στρουθῷ πανομοίϊον. ἦ ῥά σε Κίρκη ἐς πτηνὴν μετέθηκε φύσιν, κυκεῶνα πιόντα;
尤利安 你的容貌与鸵鸟毫无二致。莫非喀耳刻 真让你饮下了魔药,把你变成了飞禽的模样?
Julianus Ἀμητὸς πολύς ἐστι τεὴν κατὰ δάσκιον ὄψιν τῷ σε χρὴ δρεπάνοισι, καὶ οὐ ψαλίδεσσι καρῆναι.
尤利安 你那阴郁浓密的脸上有着丰盛的收成; 因此该用镰刀来割你,而不是用剪刀剪。
Julianus ἀσφαλέως οἴκησον ἐν ἄστεϊ, μή σε κολάψῃ αἵματι Πυγμαίων ἡδομένη γέρανος.
尤利安 安心住在城里吧,免得那嗜食 俾格米人鲜血的仙鹤把你给啄了去。
Macedonius II οὐ λαλέει τὸ κάτοπτρον· ἐγὼ δέ σε † πάλιν ἐλέγξω τὴν νοθοκαλλοσύνην φύκεϊ χριομένην. τοῦτο καὶ ἡδυλύρης ποτὲ Πίνδαρος ἐλέγχων, εἶπεν ἄριστον ὕδωρ, φύκεος ἐχθρότατον.4
马刻多尼俄斯二世 镜子不会说话;但我却要揭露你, 揭露你用脂粉涂抹出的虚假美丽。 连弹奏甜美竖琴的品达昔日亦曾谴责过这一点, 说道‘水是最善之物’—— 因它是脂粉最大的克星。
Palladas μή με κάλει δίσκων ἐπιίστορα λιμοφορήων, βρωτύν μοι φορέων τὴν κολοκυνθιάδα. ἀργυρέην ὕλην οὐ τρώγομεν, ἣν παραβάλλεις, λιμῷ κρητίζων τοὺς μελέους πίνακας. ζήτει νηστεύοντας ἐς ἀργυρέην ἐπίδειξιν, καὶ τότε θαυμάζῃ, κοῦφον ἄσημον ἔχων.
帕拉达斯 别请我来做那些带来饥饿的盘子的见证人, 端到我面前的却不过是些葫芦菜肴。 我们可不嚼食你端上来的银器, 你用饥馑来欺弄那些可怜的食盘。 去找那些为了展示银器而甘愿禁食的人吧, 那时你怀揣轻飘飘的白银,自会博得赞赏。
Agathias Scholasticus σῶμα φέρων σκιοειδές, ἀδερκέϊ σύμπνοον αὔρῃ, μή ποτε θαρσήσῃς ἄγχι τινὸς πελάσαι, μή τις ἔσω μυκτῆρος ἀναπνείων σε κομίσσῃ ἄσθματος ἠερίου πολλὸν ἀφαυρότερον. οὐ σὺ μόρον τρομέεις· τότε γὰρ πάλιν οὐδὲν ἀμείψας ἔσσεαι ὡσαύτως φάσμα, τόπερ τελέθεις.
阿加提亚斯·斯科拉提库斯 你带着如影的身躯,随隐秘的微风同呼吸, 切莫斗胆靠近任何人的身旁, 免得有人吸气时将你吸入鼻孔, 毕竟你比空中的一口喘息还要脆弱得多。 你无须对死亡战栗;因为即便在那时,你也毫无改变, 依然如你现在这般,不过是一缕幽魂。
Palladas εἰς ποιητὴν κυβεύοντα πάντων μουσοπόλων ἡ Καλλιόπη θεός ἐστιν ἡ σὴ Καλλιόπη Ταβλιόπη λέγεται.
帕拉达斯:题掷骰子的诗人 对一切缪斯的侍从来说,卡利俄佩皆是女神; 而你的‘卡利俄佩’却被称为‘塔布利俄佩’。
Macedonius II τῷ ψιμύθῳ μὲν ἀεὶ λιποσαρκέα τεῖνε παρειήν, Λαοδίκη, λαοῖς ἔνδικα τινυμένη· μή ποτε δʼ εὐρύνῃς σέο χείλεα· τίς γὰρ ὀδόντων ὄρχατον ἐμπήξει φαρμακόεντι δόλῳ; τὴν χάριν ἐξέρρευσας ὅσην ἔχες· οὐκ ἀπὸ πηγῆς ˘ ἀγλαΐη μελέων ἕλκεται ἀενάου. ὡς δὲ ῥόδον θαλέθεσκες ἐν εἴαρι· νῦν δʼ ἐμαράνθης. γήραος αὐχμηρῷ καρφομένη θέρεϊ.
马刻多尼俄斯二世 拉俄狄刻啊,你且用铅粉继续拉紧消瘦的面颊吧, 在众人面前承受应得的惩罚; 但切莫张大你的嘴唇;因为有谁能在 涂满脂粉的诡计中植入一排牙齿? 你已将曾经拥有的姿色挥霍殆尽;肢体的光彩 并非汲取自永不枯竭的泉源。 你在春天曾如玫瑰般盛放;如今却已凋零, 干瘪枯萎在暮年焦渴的炎夏中。
Macedonius II ἔπταρον ἄγχι τάφοιο, καὶ ἤθελον αὐτόθʼ ἀκοῦσαι οἷά περ ὠισάμην, μοῖραν ἐμῆς ἀλόχου. ἔπταρον εἰς ἀνέμους· ἄλοχον δέ μοι οὔ τι κιχάνει λυγρὸν ἐν ἀνθρώποις, οὐ νόσος, οὐ θάνατος.
马刻多尼俄斯二世 我在一座坟墓旁打了个喷嚏,我便指望在那儿听见 正如我所料想的事——我妻子的死期。 我这喷嚏却全打在了空风之中;人世间任何悲惨之事, 无论是疾病还是死亡,都决不会降临到我妻子头上。
Agathias Scholasticus ῥήτορα πρὸς Διόδωρον ἀνὴρ δείλαιος ἀπελθὼν εἴρετό μιν τοίης ἀμφὶ δικασπολίης· “ἡμετέρη θεράπαινα φύγεν ποτέ· τὴν δέ τις εὑρὼν, ἀλλοτρίην τʼ εἶναι λάτριν ἐπιστάμενος, ζεῦξεν ἑῷ θεράποντι· τέκεν δʼ ὑπὸ παῖδας ἐκείνῳ·5 καὶ τίνι δουλεύειν εἰσὶ δικαιότεροι;” ὃς δʼ ὅτε μερμήριξε, καὶ ἔδρακε βίβλον ἑκάστην, εἶπεν ἐπιστρέψας γυρὸν ἐπισκύνιον “ἢ σοί, ἢ τῷ ἑλόντι τεὴν θεράπαιναν ἀνάγκη δουλεύειν κείνους, ὧν χάριν ἐξερέεις· δίζεο δʼ εὐμενέοντα δικασπόλον, αἶψα δʼ ἀποίσῃ ψῆφον ἀρειοτέρην, εἴ γε δίκαια λέγεις.”
阿加提亚斯·斯科拉提库斯 一个可怜人来到雄辩家狄奥多罗斯那里, 向他请教这般诉讼之事: “我家从前逃跑了一个婢女;有个人找到了她, 明知她是别人的奴仆, 却将她配给了自己的仆人;她便给那人生下了孩子; 那么孩子们侍奉哪一方才更为正当?” 那雄辩家反复思量,查遍了每一卷典籍, 随后耸了耸紧锁的眉头说道: “那些你所问及的人,注定非得侍奉你、 便是侍奉那个带走你婢女的人; 去找一位心怀善意的法官吧,只要你所言正当, 立刻便能带回一份更为有利的判决。”
- 11.362τὰν ἁμὰν οὐκ ἐμάνη μανίην
同源宾语结构。不及物动词 ἐμάνη 与同根名词 μανίην 的宾格连用,并受 τὰν ἁμὰν 修饰,意为“并未陷入我这般的疯狂(指苛求考验朋友的狂热)”。
- 11.362ἦ τάχα κα τὸν ἑταῖρον ἀπώλεσε τοῦτο ποήσας
过去非真实条件句(与过去事实相反)。多利斯方言小品词 κα(相当于 ἄν)与不定过去时直陈式 ἀπώλεσε 连用,分词 τοῦτο ποήσας 充当条件从句(“若他那样做了的话”)。
- 11.365εἴπερ ἐπομβρηθῇ... μούνας δείδιθι τὰς ἀκρίδας
讽刺占星术士冗长废话的长句结构。由 εἴπερ 引导并由一系列否定词 μηδὲ 连缀的条件从句层层叠叠延展了六行,最终才引出主句 ἐσθλόν σοι τὸ θέρος μαντεύομαι。
- 11.370ἄριστον ὕδωρ, φύκεος ἐχθρότατον
对品达《奥林匹亚胜利颂》第一首首行著名诗句(ἄριστον μὲν ὕδωρ)的戏仿化引用。紧随其后的 φύκεος 是最高级形容词 ἐχθρότατον 所要求的表对立/关系的属格。
- 11.376τέκεν δʼ ὑπὸ παῖδας ἐκείνῳ
复合动词 ὑποτίκτω(从某人处受孕产子)的分离用法(tmesis),或介词 ὑπό 的副词性用法。与格 ἐκείνῳ 表示归属或手段关系(“为那人生育”)。
