- 底本
- Greek Anthology, Vol. 4. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.352-11.361
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿加提亚斯讽刺琴弦共鸣机制与灵魂定义的哲学式迂腐,帕拉达斯嘲讽怪诞后代、父子竞相败家与浅薄的全知,以及针对贪官与老骡的讽刺小诗。
Agathias Scholasticus τὸν σοφὸν ἐν κιθάρῃ, τὸν μουσικὸν Ἀνδροτίωνα εἴρετό τις τοίην κρουματικὴν σοφίην “δεξιτερὴν ὑπάτην ὁπότε πλήκτροισι δόνησας, ἡ λαιὴ νήτη πάλλεται αὐτομάτως λεπτὸν ὑποτρίζουσα, καὶ ἀντίτυπον τερέτισμα πάσχει, τῆς ἰδίης πλησσομένης ὑπάτης·1 ὥστε με θαυμάζειν πῶς ἄπνοα νεῦρα ταθέντα ἡ φύσις ἀλλήλοις θήκατο συμπαθέα.” ὃς δὲ τὸν ἐν πλήκτροισιν Ἀριστόξεινον ἀγητὸν ὤμοσε μὴ γνῶναι τήνδε θεημοσύνην ἔστι δʼ, ἔφη, λύσις ἥδε· τὰ νευρία πάντα τέτυκται ἐξ ὄιος χολάδων ἄμμιγα τερσομένων τοὔνεκεν εἰσιν ἀδελφά, καὶ ὡς ξύμφυλα συνηχεῖ, ξυγγενὲς ἀλλήλων φθέγμα μεριζόμενα. γνήσια γὰρ τάδε πάντα, μιῆς ἅτε γαστρὸς ἐόντα, καὶ τῶν ἀντιτύπων κληρονομεῖ πατάγων. καὶ γὰρ δεξιὸν ὄμμα κακούμενον ὄμματι λαιῷ πολλάκι τοὺς ἰδίους ἀντιδίδωσι πόνους.
阿加提亚斯·斯科拉提库斯 有人向精通齐特拉琴的乐人安德罗提翁 请教这般弹奏的奥秘: “每当你用拨片拨动右边的低音弦, 左边的高音弦便自动震颤起来, 发出细微的低鸣;当它对应的低音弦被拨动时, 它便承受着共鸣的和音; 以至于我惊叹,自然是如何使那些拉紧的无生命的琴弦, 彼此之间产生同感共鸣的。” 而他凭着于拨片上令人赞叹的阿里斯托克塞诺斯起誓, 声称自己并不晓得这一奇观; “然而,”他说, “解答在此:所有的琴弦,都是由羊肠 混杂在一起风干制成的; 因此它们是同胞手足,正如同族一般同声相应, 分担着彼此同族的声音。 因为这一切皆是同胞亲眷,如同出自同一个母腹, 继承着对应敲击的份量。 正如患病的右眼,往往会把 自身的病痛传递给左眼一样。”
Palladas Ἑρμολύκου θυγάτηρ μεγάλῳ παρέλεκτο πιθήκῳ ἡ δʼ ἔτεκεν πολλοὺς Ἑρμοπιθηκιάδας. εἰ δʼ Ἑλένην ὁ Ζεὺς καὶ Κάστορα καὶ Πολυδεύκην ἐκ Λήδης ἔτεκεν, κύκνον ἀμειψάμενος, Ἑρμιόνῃ γε Κόραξ παρελέξατο· ἡ δὲ τάλαινα φρικτῶν δαιμονίων ἑρμαγέλην ἔτεκεν.
帕拉达斯 赫耳摩吕科斯的女儿与一只大猴同榻而卧, 生下了许多‘赫耳摩猴崽’。 倘若宙斯化作天鹅, 与勒达生下了海伦、卡斯托耳和波吕丢刻斯, 那么科剌克斯(乌鸦)必定与赫耳弥俄涅同寝了; 那可怜的女子,竟生出了一整群可怖的恶魔鬼怪。
Agathias Scholasticus ἄλλον Ἀριστοτέλην, Νικόστρατον, ἰσοπλάτωνα, σκινδαλαμοφράστην αἰπυτάτης σοφίης, τοῖα περὶ ψυχῆς τις ἀνείρετο· “πῶς θέμις εἰπεῖν τὴν ψυχήν; θνητήν, ἢ πάλιν ἀθάνατον; σῶμα δὲ δεῖ καλέειν, ἢ ἀσώματον; ἐν δὲ νοητοῖς τακτέον, ἢ ληπτοῖς, ἢ τὸ συναμφότερον;” αὐτάρ ὃ τὰς βίβλους ἀνελέξατο τῶν μετεώρων, καὶ τὸ περὶ ψυχῆς ἔργον Ἀριστοτέλους, καὶ παρὰ τῷ Φαίδωνι Πλατωνικὸν ὕψος ἐπιγνούς, πᾶσαν ἐνησκήθη πάντοθεν ἀτρεκίην. εἶτα περιστέλλων τὸ τριβώνιον, εἶτα γενείου ἄκρα καταψήχων, τὴν λύσιν ἐξέφερεν “εἴπερ ὅλως ἔστι ψυχῆς φύσις (οὐδὲ γὰρ οἶδα), ἢ θνητὴ πάντως ἐστὶν ἢ ἀθάνατος, στεγνοφυὴς ἢ ἄυλος· ὅταν δʼ Ἀχέροντα περήσῃς, κεῖθι τὸ νημερτὲς γνώσεαι ὡς ὁ Πλάτων. εἰ δʼ ἐθέλεις, τὸν παῖδα Κλεόμβροτον Ἀμβρακιώτην μιμοῦ, καὶ τεγέων σὸν δέμας ἐκχάλασον καί κεν ἐπιγνοίης δίχα σώματος αὐτίκα σαυτόν, μοῦνον ὅπερ ζητεῖς τοῦθʼ ὑπολειπόμενος.”2
阿加提亚斯·斯科拉提库斯 有人向另一位亚里士多德、比肩柏拉图、极深奥智慧之 咬文嚼字者尼科斯特拉托斯,请教关于灵魂的问题: “应当如何定义灵魂呢?是有生有灭的,抑或是长生不灭的? 当称之为物体,抑或是非物质的?应当列入可理知之物, 还是可感知之物,抑或兼而有之?” 于是他查阅了关于天象的典籍, 以及亚里士多德的《论灵魂》, 又领会了柏拉图在《斐多篇》中的高远境界, 从各方面掌握了一切确凿的真理。 随后他整了整粗糙的斗篷,接着捋了捋 胡须的末端,道出了他的解答: “如果究竟存在灵魂的本性(因为我自己也一无所知), 它若非全然有灭,便是长生不灭, 若非实体的,便是非物质的。然而当你渡过阿刻戎河时, 你就会像柏拉图一样,在彼处知晓确凿的真理。 或者若你愿意,大可效仿安布拉基亚的青年克勒翁布罗托斯, 从屋顶上纵身跃下; 如此你便能立时脱离肉体认识你自己, 唯独留下你所追寻的那样东西(灵魂)。”
Palladas πάντα μὲν οἶδα, λέγεις· ἀτελὴς δʼ ἐν πᾶσιν ὑπάρχεις, γευόμενος πάντων, οὐδὲν ἔχεις ἴδιον.
帕拉达斯 “我无所不知,”你说;可你在一切事上都不完备; 样样尝遍,却没有一件真正属于你自己。
Anonymi Epigrammatici εἰς σὲ καὶ ἀψευδὴς ἐψεύσατο βίβλος Ὁμήρου, ὁπλοτέρων ἐνέπουσα μετήορα δήνεα φωτῶν.
无名氏 针对你,就连荷马那从不撒谎的诗卷也撒了谎, 因它宣称年轻之人的心思总是轻浮游移。
Palladas υἱὸς καὶ γενετὴρ δῆριν φιλόνεικον ἔθεντο, τίς πλέον ἐκδαπανῶν κλῆρον ἅπαντα φάγῃ. καὶ μετὰ τὴν βρῶσιν τὴν χρηματικὴν μάλα πᾶσαν, ὕστατον ἀλλήλους λοιπὸν ἔχουσι φαγεῖν.
帕拉达斯 儿子与父亲挑起了一场争强好胜的较量, 看谁挥霍更多,将全部家产吃干抹净。 而在将钱财吃得一干二净之后, 最后只剩下他们彼此相食了。
Anonymi Epigrammatici Ῥουφινιανός, Ῥοῦφος ὢν δισύλλαβος, συνεξέτεινε τοῖς κακοῖς τὰς συλλαβάς· οὐ λανθάνει δὲ τὴν δισύλλαβον Δίκην. κληθήσεται γὰρ καὶ δισύλλαβος πάλιν, Ῥοῦφος κακοῦργος καὶ γόης, ὡς ἦν ποτέ.
无名氏 鲁菲尼亚努斯,本是双音节的‘鲁弗斯’, 伴随着恶行,把自己的音节也拉长了; 但他瞒不过双音节的正义女神狄刻。 因为他将再次被称为双音节的名字, 变回昔日那个作恶多端、招摇撞骗的‘鲁弗斯’。
Anonymi Epigrammatici ὦ τῆς ἁπάσης δυνάμεως ὑπέρτατε, σῶσόν με τὸν δύστηνον ἐκ παντὸς φθόνου. θέλεις ἀκοῦσαι, βούλομαι κἀγὼ λέγειν τὸ γὰρ θέλημα τὴν χάριν τίκτει διπλῆν, διπλοῦν τε κάλλος τῷ λόγῳ χαρίζεται λέγοντι κόσμος, καὶ κλύοντι σεμνότης. φωστὴρ γὰρ εἶ σὺ καὶ λόγων καὶ τῶν νόμων, νόμοις δικάζων καὶ λόγοισιν ἐκπρέπων. αἴλουρον εἶδον χρυσίου τὸν πρίγκιπα, ἢ βδέλλαν ὠμήν, χρυσοκόλλητον χόλον.
无名氏 啊,统领全权至高无上的人, 求你救我这不幸之人脱离一切嫉妒。 你若愿意垂听,我也渴望陈述; 因为顺应心意能生出双重的恩典, 并赋予话语双重的美感: 于陈说者是荣耀,于倾听者是尊严。 因你是言辞与法律的双重明灯, 以法律裁决,以言辞彰显卓越。 我见那长官是〔贪求〕黄金的野猫, 又如一只生吞活剥的蚂蟥,贴了金箔的恶毒。
Anonymi Epigrammatici νῦν ὁ στρατηγὸς Ἑρμανούβης ἐγένετο κύων, ἀδελφοὺς συλλαβὼν Ἑρμᾶς δύο ἀσημοκλέπτας, συνδεθέντας σχοινίῳ, ψυχροὺς ἀώρους Ταρταρίους τε δαίμονας. οὐκ οἶδα χῶρον τοῦ τρόπου κατήγορον τρόπον δὲ χώρου τὸν κατήγορον λέγω.
无名氏 如今军司令成了狗头神赫尔玛努比斯, 逮捕了用绳索绑在一起的赫耳马斯兄弟两人, 那盗窃未铸银块的贼寇,阴冷、凶暴、来自地狱的恶鬼。 我不知道有控告品性的地方, 但我敢说,是这般品性控告了这方土地。
Automedon ἡμίονοι σύγγηροι ἐμὴν κομέουσιν ἀπήνην, ταῖσιν Ὁμηρείοις πάντα Λιταῖς ἴκελαι,3 χωλαί τε, ῥυσαί τε, παραβλῶπὲς τʼ ὀφθαλμώ, Ἡφαίστου πομπή, σκύτινα δαιμόνια, οὔ ποτε γευσάμεναι, μὰ τὸν Ἥλιον, οὐδʼ ἐν ὀνείρῳ, οὐ θέρεος κριθήν, οὐκ ἔαρος βοτάνην. τοὔνεκʼ ἐμεῦ μὲν ἕκητι βίον ζώοιτε κορώνης ἢ ἐλάφου, κενεὴν ἠέρα βοσκόμεναι.
奥托墨冬 一同衰老的骡子拉着我的马车, 各个方面都酷似荷马笔下的‘祈祷女神们’: 瘸腿、满脸皱纹、双眼斜视, 赫淮斯托斯的仪仗,皮革包裹的怪物, 凭太阳起誓,哪怕在梦中也从未尝过 夏日的麦粒,亦未尝过春日的青草。 因此,就我而言,但愿你们像乌鸦或鹿一般长命百岁, 只管以空虚的空气为食吧。
- 11.352τῆς ἰδίης πλησσομένης ὑπάτης
独立属格结构,意为“当属于它自身对应的低音弦被拨动时”。承接前文 ὁπότε 从句中的 δεξιτερὴν ὑπάτην,在伴随/条件层面上补充说明受动弦产生共振时的情形。
- 11.354μοῦνον ὅπερ ζητεῖς τοῦθʼ ὑπολειπόμενος
分词 ὑπολειπόμενος 作主语的补足语(被动/中动意义),由关系从句 ὅπερ ζητεῖς 所修饰的代词 τοῦτο 充当留存的宾格/主格表语,意为“仅留下你所探求的那样东西(即脱离肉体的灵魂)”,辛辣地讽刺了通过自杀来求索灵魂真相的方法。
- 11.361ταῖσιν Ὁμηρείοις πάντα Λιταῖς ἴκελαι
对《伊利亚特》第9卷502行以下描述的“祈祷诸女神”(Λιταί)的直接戏仿。与格 ταῖσιν ... Λιταῖς 作形容词 ἴκελαι 的补足语,副词性对格 πάντα(在一切方面)强调了其完全的相似性。
