← 希腊诗选

希腊诗选 卷四

§11.336-11.351

讽刺傲慢富豪、琐碎学者与暴躁房客

本篇收录了多首讽刺傲慢富商、买官者、双关语与粗俗举止的无名氏短诗,继之以帕拉达斯哀叹自己克制不住作诗嘲弄之瘾、奥托墨冬警告赖账清客、腓力摒弃琐碎考据、安提法内斯宣示弑亲者必遭天谴、帕拉达斯劝勉认识自我、阿加提亚斯告诫不义辩护士,以及帕拉达斯抱怨将房屋出租给麦粥贩却招来暴躁拳击手的滑稽遭遇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
336

​Anonymi Epigrammatici τῆς Ἀσίης τὰ λάφυρα λαβὼν ἔπλευσε Καρῖνος ἤματι χειμερίῳ, δυομένων ἐρίφων· εἶδε καὶ Ἀδράστεια τὸ φορτίον ὃς δʼ ἐφορώσης ᾤχετο, καὶ πελάγους δαίμοσιν ἐγγελάσας.

无名氏 卡里诺斯夺取了小亚细亚的战利品(财富),在风暴之日、 群驹星宿西沉之时扬帆起航; 阿德剌斯忒亚(复仇女神)亦注视着那批货物;正当她注视之际, 他嘲笑着深海的诸神,就此葬身汪洋。

​Anonymi Epigrammatici Βουλεύεις, Ἀγαθῖνε· τὸ βῆτα δὲ τοῦτʼ ἐπρίω νῦν, εἰπέ, πόσης τιμῆς; δέλτα γὰρ ἦν πρότερον.1

无名氏 阿加提诺斯啊,你如今成了市参议员(bouleueis);但请告诉我, 这枚字母B(beta)是你花多少钱买来的?因为此前它是字母D(douleueis,奴隶)。

​Anonymi Epigrammatici τὴν φωνὴν ἐνοπήν σε λέγειν ἐδίδαξεν Ὅμηρος· τὴν γλῶσσαν δʼ ἐνοπὴν τίς σ’ ἐδίδαξεν ἔχειν;2

无名氏 荷马曾教会你将声音唤作“呐喊(enope)”; 可又是谁教会你将舌头留在“洞穴之中(en ope)”?

​Anonymi Epigrammatici τὴν κεφαλὴν σείεις, καὶ τὴν πυγὴν ἀνασείεις· ἓν μὲν μαινομένου, ἓν δὲ περαινομένου.

无名氏 你晃动着脑袋,又摇摆着臀部; 前者是疯癫者的表征,后者则是受辱男色者的作态。

340

​Palladas ὤμοσα μυριάκις ἐπιγράμματα μηκέτι ποιεῖν πολλῶν γὰρ μωρῶν ἔχθραν ἐπεσπασάμην. ἀλλʼ ὁπόταν κατίδω τοῦ Παφλαγόνος τὸ πρόσωπον Πανταγάθου, στέξαι τὴν νόσον οὐ δύναμαι.

帕拉达斯 我曾万千次起誓绝不再作短诗, 因我招致了无数蠢人的怨恨; 然而每当我一见到帕夫拉戈尼亚人 潘塔加托斯的面孔,我便无法遏制这作诗的病瘾。

​Palladas Αἰνίζειν μὲν ἄριστον, ὁ δὲ ψόγος ἔχθεος ἀρχή· ἀλλὰ κακῶς εἰπεῖν, Ἀττικόν ἐστι μέλι.

帕拉达斯 称赞他人自是至善,指责乃怨恨之端; 然而开口恶语伤人,方是阿提卡的蜜糖(极致的甜美)。

​Anonymi Epigrammatici Κήλην κηλήτου μὴ φαινομένου προτέθεικας. μή μοι τὴν κήλην αὐτὸν ἰδεῖν δέομαι.

无名氏 患疝气者本人未曾露面,你倒先把疝气推到了前头。 我求求你,别让我看疝气,让我看看本人吧。

​Anonymi Epigrammatici Σιλβανὸς δύο παῖδας ἔχων, Οἶνόν τε καὶ Ὕπνον, οὐκέτι τὰς Μούσας, οὐδὲ φίλους φιλέει· ἀλλʼ ὁ μὲν ἐκ λεχέων νιν ἐύρροος ἐς φρένα θέλγει, ἄλλος δʼ ἐς θαλάμους ῥεγχόμενον κατέχει.

无名氏 西尔瓦努斯坐拥“美酒”与“睡眠”二子, 他不再爱慕缪斯,亦不再顾及友人; 一个化作甘醇的清流,从榻上诱惑他的心神; 另一个则将打鼾的他牢牢羁留在卧房之中。

​Anonymi Epigrammatici εἰς Μητρόδοτον Βένετον ἔχοντα πρασίνην τράπεζαν Μητρόδοτος στυγέων πρασίνων αἰώνιον ἄχθος, μνημοσύνην μίσους τήνδε τράπεζαν ἔχει.

无名氏(题蓝党人梅特罗多托斯拥有一张绿色桌子) 梅特罗多托斯痛恨绿党这永恒的重负, 便将这张桌子留作仇恨的纪念。

345

​Anonymi Epigrammatici Μητρόφανες, κύκνοψι, δασύθριξ, δῖε πελαργέ, τῇ καὶ τῇ κραδάων κεφαλὴν γεράνοισιν ὁμοίην, μηκεδανὸν καράκαλλον ὑπὲκ δαπέδοιο κομίζεις.

无名氏 面如天鹅、毛发浓密的崇高鹳鸟啊,梅特罗帕内斯, 你如白鹤般将头摇来晃去, 从地面上提起你那长长的兜帽斗篷(卡拉卡拉)。

​Automedon μέχρι τίνος, Πολύκαρπε, κενῆς παράσιτε τραπέζης, λήσῃ κερματίοις χρώμενος ἀλλοτρίοις;3 οὐ γὰρ ἔτʼ εἰν ἀγορῇ σε βλέπω πολὺν ἀλλʼ ὑποκάμπτεις ἤδη, καὶ ζητεῖς ποῖ σε φέρωσι πόδες. πᾶσιν ἐπαγγέλλῃ· “κόμισαι τὸ σὸν αὔριον· ἔρχου καὶ λάβε·” κοὐδʼ ὀμόσας, οὐκέτι πίστιν ἔχεις. Κυζικόθεν σε φέρων ἄνεμος Σαμόθρᾳξι πέλασσεν τοῦτό σε τοῦ λοιποῦ τέρμα μένει βιότου.

奥托墨冬 空虚餐桌的清客波吕卡波斯啊,你借用 他人的微薄零钱掩人耳目,究竟要到几时? 因为在市场上我已不再见你神气活现,你如今已然躲闪退避, 四处张罗着双脚能带你逃向何方。 你向所有人许诺:“明日取回属于你的钱财吧;只管来 拿走便是”;可哪怕发了誓,你也早已毫无信誉。 从库齐科斯吹来的狂风将你送近了萨摩色雷斯; 这将作为你余生的归宿等待着你。

​Philippus Χαίροιθʼ οἱ περὶ κόσμον ἀεὶ πεπλανηκότες ὄμμα, οἳ τʼ ἀπʼ Ἀριστάρχου σῆτες ἀκανθολόγοι. ποῖ γὰρ ἐμοὶ ζητεῖν,4 τίνας ἔδραμεν ἥλιος οἴμους, καὶ τίνος ἦν Πρωτεὺς, καὶ τίς ὁ Πυγμαλίων; γινώσκοιμʼ ὅσα λευκὸν ἔχει στίχον ἡ δὲ μέλαινα ἱστορίη τήκοι τοὺς Περικαλλιμάχους.

腓力 永别了,你们这些目光总在宇宙中游移不定的人, 以及追随阿里斯塔库斯、搜刮琐屑荆棘的飞蛾! 我何须去探寻太阳曾奔行于何等轨道, 普罗透斯是谁之子,皮格马利翁又是何许人也? 但愿我只识得那些辞句明晰的诗行;而让那阴暗的 考据,去消磨卡利马科斯的信徒们吧!

​Antiphanes θηρῶν βροτὲ μᾶλλον ἀνήμερε, πάντα σε μισεῖ, πατρολέτωρ· πάντῃ δʼ ἐκδέχεταί σε μόρος. ἢν ἐπὶ γῆς φεύγῃς, ἀγχοῦ λύκος· ἢν δὲ πρὸς ὕψος δενδροβατῇς, ἀσπὶς δεῖμʼ ὑπὲρ ἀκρεμόνων. πειράζεις καὶ Νεῖλον; ὁ δʼ ἐν δίναις κροκόδειλον ἔτρεφεν, εἰς ἀσεβεῖς θῆρα δικαιότατον.

安提法内斯 比野兽更凶残的凡人啊,万物都在憎恨你, 弑父之徒!毁灭在四面八方等待着你。 你若逃于大地上,狼群便在近旁;你若攀援高处 登临树木,枝头上方伏有蝰蛇之惧。 你还想涉险尼罗河吗?然而尼罗河在旋流中豢养了鳄鱼, 那是专门惩治不虔之人的最公正的猛兽。

​Palladas εἰπὲ πόθεν σὺ μετρεῖς κόσμον καὶ πείρατα γαίης ἐξ ὀλίγης γαίης σῶμα φέρων ὀλίγον. σαυτὸν ἀρίθμησον πρότερον καὶ γνῶθι σεαυτόν, καὶ τότʼ ἀριθμήσεις γαῖαν ἀπειρεσίην. εἰ δʼ ὀλίγον πηλὸν τοῦ σώματος οὐ καταριθμεῖς, πῶς δύνασαι γνῶναι τῶν ἀμέτρων τὰ μέτρα;

帕拉达斯 告诉我,你凭什么丈量宇宙和大地的边际, 你这区区由微薄泥土构成的肉身凡胎? 先数点你自己、认识你自己吧, 到那时你再去数点无垠的大地。 倘若你连自己身上微薄的泥土都数点不清, 又怎能测知那不可丈量之物的尺度?

350

​Agathias Scholasticus εἰς δικολόγον ἀδικοῦντα νήπιε, πῶς σε λέληθε Δίκης ζυγόν, οὐ νοέεις δὲ ἀνδράσιν οὐχ ὁσίοις ψῆφον ὀφειλομένην; ῥήτρῃ πιστεύεις πυκινόφρονι, σῇ τε μενοινῇ ποικίλον αὐδῆσαι μῦθον ἐπισταμένῃ. ἐλπίζειν ἔξεστι· Θέμιν δʼ οὐκ οἶδεν ἀμεῖψαι τῆς σῆς ἠλεμάτου παίγνια φαντασίης.

阿加提亚斯·斯科拉斯提库斯(题不义的辩护士) 愚蠢的家伙,正义女神(狄刻)的天平怎会瞒得过你,难道你 不明白那份注定要加给不义之人的审判吗? 你信赖你那机敏的口才,信赖你那 擅长编织虚妄巧辩的心计。 你大可心怀希冀;但你那荒诞妄想的儿戏,可不知晓 如何动摇正义之神(忒弥斯)。

​Palladas τῷ πτισάνην πωλοῦντι τὸ κελλίον ἐχθὲς ἔδωκα, καὶ φοβερὸν πύκτην σήμερον εὗρον ἔσω. ὡς δʼ ἔλεγον, σὺ τίς εἶ; πόθεν ἤλυθες ἡμέτερον δῶ; πυγμαχίης κατʼ ἐμοῦ χεῖρας ἀνέσχεν ἄνω. ψύττα δʼ ἐγὼ κατέτεινα, φοβεύμενος ἄγριον ἄνδρα, τὸν πτιστὴν πύκτην ἐξαπίνης ὁρόων. ἀλλά σε, πρὸς πύκτου Πολυδεύκεος ἠδὲ καὶ αὐτοῦ Κάστορος, ἱκνοῦμαι, καὶ Διὸς ἱκεσίου, τὸν πύκτην ἀπόκρουσον, ἐμὸν χόλον οὐ δύναμαι γὰρ πυκτεύειν καθάπαξ μηνὸς ἐπερχομένου.

帕拉达斯 昨日我把小屋租给了一个卖大麦粥的人, 今日却在里面发现了一个可怕的拳击手。 我开口问道: “你是谁?从何处闯入了我们的家宅?” 他竟对着我当胸高高架起了拳击的双拳。 我一边畏惧着这个野蛮汉,一边喊着“嘘嘘”向后疾退, 眼见那捣大麦的人转瞬变成了拳击手。 然而,看在拳击手波吕丢刻斯与卡斯托耳本人的份上, 亦看在庇佑求告者的宙斯份上,我恳求你: 替我击退这拳击手,击退这令我恼怒之物吧;因为我可不能 在每个新月来临之时,都要打上一场拳击。

语法注4 条
  1. 11.337Βουλεύεις, Ἀγαθῖνε· τὸ βῆτα δὲ τοῦτʼ ἐπρίω νῦν, / εἰπέ, πόσης τιμῆς; δέλτα γὰρ ἦν πρότερον.

    通过替换首字母构成的讽刺双关。动词 βουλεύεις(担任市参议员)的首字母 β(beta)若换作 δ(delta),即变为 δουλεύεις(为奴仆役)。诗人以此讥讽阿加提诺斯原是奴隶出身,如今却花钱买通官职当上了参议员。

  2. 11.338τὴν γλῶσσαν δʼ ἐνοπὴν τίς σ’ ἐδίδαξεν ἔχειν;

    承接前一行荷马史诗中的名词 ἐνοπή(呐喊、呼声)而作的谐音双关。此处借其与介词短语 ἐν ὀπῇ(在洞穴中)读音完全相同的特点,构成了指向口交等下流举止的双关语。

  3. 11.346λήσῃ κερματίοις χρώμενος ἀλλοτρίοις;

    动词 λανθάνω(将来时 λήσω)与补充兼语分词 χρώμενος 连用的习语结构,表示“悄悄地做某事”或“瞒过众人做某事”。与疑问短语 μέχρι τίνος 结合,意为“你靠花别人的零钱隐匿度日,究竟要瞒人耳目到几时?”

  4. 11.347ποῖ γὰρ ἐμοὶ ζητεῖν

    由表示方向的疑问副词 ποῖ(去向何方/何用)后接与格 ἐμοί 与不定词 ζητεῖν 构成的反问结构,表达强烈的否定与排斥:“我究竟为了什么要去探究……?(探究这些于我何益?)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.336-11.351