← 希腊诗选

希腊诗选 卷四

§11.324-11.335

对贪婪司阍、寒酸宴客与拙劣诗人的讽刺

本组讽刺短诗嘲弄了连阿波罗都惧怕的贪婪司阍、寒酸的宴请、衰老的美少年与丑妇、情妇的分摊、过高的阶梯与漏水的破船,以及盗窃患者财物的医生和因拙劣韵律而遭文法学者剥夺“诗脚”的英雄。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
324

​Automedon α. δέξαι, Φοῖβε, τὸ δεῖπνον, ὅ σοι φέρω. β. ἤν τις ἐάσῃ, δέξομαι. α. εἶτα φοβῇ καὶ σύ τι, Λητοΐδη; β. οὐδένα τῶν ἄλλων, πλὴν Ἄρριον οὗτος ἔχει ἅρπαγος ἰκτίνου χεῖρα κραταιοτέρην, ἀκνίσου βωμοῖο νεωκόρος· ἢν τελέσῃ δὲ τὴν πομπήν, ἄρας ᾤχεθʼ ἅπαντα πάλιν. ἐν Διὸς ἀμβροσίῃ πολλὴ χάρις· εἷς γὰρ ἂν ὑμέων ἤμην, εἰ λιμοῦ καὶ θεὸς ᾐσθάνετο.1

奥托墨冬 甲:福玻斯啊,请接受我带给您的筵席。乙:若有人容许, 我自会接受。甲:勒托之子啊,难道连您也惧怕什么吗? 乙:其他人我都不怕,唯独怕阿里乌斯;这个家伙 有一只比贪婪的鸢鹰更强健的手, 他是一座毫无香烟的祭坛的司阍;他一旦结束 游行,便抓起一切再次扬长而去。 宙斯的仙馔着实令人大感庆幸;因为神若也能感知饥饿, 我也早已沦为你们凡人当中的一员(活活饿死)了。

325

​Automedon ἐχθὲς δειπνήσας τράγεον πόδα, καὶ δεκαταῖον κανναβίνης κράμβης μήλινον ἀσπάραγον, εἰπεῖν τὸν καλέσαντα φυλάσσομαι· ἔστι γὰρ ὀξύς, καὶ φόβος οὐχ ὁ τυχὼν μή με πάλιν καλέσῃ.2

奥托墨冬 昨日晚餐啃了一只山羊蹄,嚼了放了十天、 干如麻秆的甘蓝发黄的新芽, 我谨慎地不提邀我赴宴的主人姓名;因为他性情暴烈, 我非同寻常地惧怕他会再次邀请我。 奥托墨冬

​Automedon πώγων, καὶ λάσιαι μηρῶν τρίχες, ὡς ταχὺ πάντα ὁ χρόνος ἀλλάσσει· Κόννιχε, τοῦτʼ ἐγένου. οὐκ ἔλεγον; “μὴ πάντα βαρὺς θέλε μηδὲ βάναυσος εἶναι· καὶ κάλλους εἰσί τινες Νεμέσεις.” ἦλθες ἔσω μάνδρης, ὑπερήφανε· νῦν ὅτι βούλει οἴδαμεν ἀλλʼ ἐξῆν καὶ τότʼ ἔχειν σε φρένας.

胡须,以及大腿上浓密的粗毛——时间何其迅捷地 改变了一切!孔尼科斯啊,你竟变成了这副模样。 我岂未曾说过:“切莫处处自命不凡、粗鲁傲慢; 美丽亦有其复仇女神。” 傲慢的家伙,你终于也进到了羊圈里;如今你想要什么, 我们心知肚明;然而在当年,你本也可以明晓事理的。

​Antipater τὴν ξηρὴν ἐπὶ νῶτα Λυκαινίδα, τὴν Ἀφροδίτης λώβην, τὴν ἐλάφου παντὸς ἀπυγοτέρην, αἰπόλος ᾗ μεθύων οὐκ ἄν ποτε, φασί, συνῴκει, γοῖ, γοῖ. τοιαῦται Σιδονίων ἄλοχοι.

安提帕特 后背都已干瘪的吕凯尼斯,阿佛洛狄忒的 耻辱,比任何一头鹿都缺少臀肉的女人, 据说连醉酒的牧羊人也绝不愿与她同衾, 哀哉,哀哉!西顿人的妻子竟是这般模样。

​Nicarchus II τὴν μίαν Ἑρμογένης κἀγώ ποτε καὶ Κλεόβουλος ἤγομεν εἰς κοινὴν κύπριν Ἀριστοδίκην· ἧς ἔλαχον μὲν ἐγὼ πολιὴν ἅλα ναιέμεν αὐτός· εἷς γὰρ ἕν, οὐ πάντες πάντα, διειλόμεθα. Ἑρμογένης δʼ ἔλαχε στυγερὸν δόμον εὐρώεντα, ὕστατον, εἰς ἀφανῆ χῶρον ὑπερχόμενος, ἔνθʼ ἀκταὶ νεκύων, καὶ ἐρινεοὶ ἠνεμόεντες δινεῦνται πνοιῇ δυσκελάδων ἀνέμων. Ζῆνα δὲ θὲς Κλεόβουλον, ὃς οὐρανὸν εἰσαναβαίνειν, τὸ ψολόεν κατέχων ἐν χερὶ πῦρ, ἔλαχεν. γῆ δʼ ἔμενε ξυνὴ πάντων ψίαθον γὰρ ἐν αὐτῇ στρώσαντες, τὴν γραῦν ὧδε διειλόμεθα.

小尼卡库斯 赫摩革涅斯、克勒俄布洛斯与我,曾一度 将独一无二的阿里斯托狄刻纳作共有的爱侣; 其中我自己抽中了宿于灰白的大海; 因为我们是一人一份,并非人人兼得全部,以此将她瓜分。 赫摩革涅斯则抽中了阴森发霉的宅邸, 落入最深处,走入那隐秘不见天日的处所, 那里有亡者的海岸,受风吹拂的野无花果树 在恶鸣的风暴吹袭下旋卷不已。 你大可将克勒俄布洛斯视作宙斯,他抽中了升上苍穹, 手中紧握着带烟的烈火。 而大地则留作全员共有之物;我们在上面 铺上一张草席,便这样瓜分了那老妇。

​Nicarchus II Δημῶναξ, μὴ πάντα κάτω βλέπε, μηδὲ χαρίζου τῇ γλώσσῃ· δεινὴν χοῖρος ἄκανθαν ἔχει. καὶ σὺ ζῇς † ἡμῖν, ἐν Φοινίκῃ δὲ καθεύδεις, κοὐκ ὢν ἐκ Σεμέλης μηροτραφὴς γέγονας.

小尼卡库斯 德摩纳克斯啊,切莫总是低头下视,切莫放纵 你的舌头;那母猪(私处)长有可怕的刺。 你活在我们当中,却安歇在腓尼基, 并非塞墨勒所生,却成了大腿抚育成人的婴儿。

330

​Nicarchus II ἐκλήθην ἐχθές, Δημήτριε· σήμερον ἦλθον δειπνεῖν. μὴ μέμψῃ, κλίμακʼ ἔχεις μεγάλην ἐν ταύτῃ πεποίηκα πολὺν χρόνον οὐδʼ ἂν ἐσώθην σήμερον, ἀλλʼ ἀνέβην κέρκον ὄνου κατέχων. ἧψαι τῶν ἄστρων Ζεὺς ἡνίκα τὸν Γανυμήδην ἥρπασε, τῇδʼ αὐτόν, φαίνετʼ, ἔχων ἀνέβη. ἔνθεν δʼ εἰς Ἀίδην ποτʼ ἀφίξεαι; οὐκ ἀφυὴς εἶ εὕρηκας τέχνην πῶς ἔσῃ ἀθάνατος.

小尼卡库斯 德米特里乌斯啊,我昨日蒙召,今日方来 赴宴。切勿责怪我:你家有一架宏大的阶梯; 我在上面耗费了许久的时间;若非死死抓住 一头驴子的尾巴爬上来,我今日甚至无法保住性命。 你已触碰到了群星;宙斯当年掳走伽倪墨得斯时, 看来正是抱着他由此处登天的。 自此你何日才会抵达冥府?你绝非平庸之辈; 你竟发明了让自己永生不死的技艺。

​Nicarchus II εἶχε Φίλων λέμβον Σωτήριχον ἀλλʼ ἐν ἐκείνῳ σωθῆνʼ οὐδὲ Ζεὺς αὐτὸς ἴσως δύναται. οὔνομα γὰρ μόνον ἦν Σωτήριχος, οἱ δʼ ἐπιβάντες ἔπλεον ἢ παρὰ γῆν, ἢ παρὰ Φερσεφόνην.

小尼卡库斯 斐隆拥有一艘名为“小救主”的小艇;但坐上那艘船, 恐怕连宙斯本人都无法得救。 因为“小救主”仅仅是个虚名,登船的人们 要么侥幸靠岸,要么就直奔珀耳塞福涅(黄泉)而去。

​Nicarchus II οὐ πλεῖν, ἀλλʼ ἀντλεῖν ἡμᾶς Εἴκανδρος ὁ πρωρεὺς εἰς τὴν εἰκόσορον φαίνεται ἐμβιβάσας· οὐκ ὀλίγον γὰρ ἔνεστιν ὕδωρ ἔσω, ἀλλʼ ὁ Ποσειδῶν ἐν ταύτῃ διαπλεῖν φαίνεται εἰς τὸ πέραν νῦν πρῶτον ναῦς ὦπται ὑδρωπική, ἀλλά γε [ δείδω] μὴ σορὸν οὖσαν ἴδῃς τὴν πάλαι εἰκόσορον.3

小尼卡库斯 前哨长厄坎德罗斯让我们登上这艘二十桨船, 看来不是为了航海,而是为了舀水; 因为舱内积水非同小可,倒像是波塞冬 正乘坐此船渡往对岸; 如今破天荒头一次见到了患水肿病的船只;但我真担心, 你终将眼睁睁看着昔日的二十桨船变成一口棺椁。

​Callicter Φαρμακίοισι Ῥόδων λέπραν καὶ χοιράδας αἴρει· τἆλλα δὲ πάντʼ αἴρει καὶ δίχα φαρμακίων.

卡利克特 罗冬用药剂去除了麻风和瘰疬; 然而其余的一切,他即便不用药也能统统拿走。

​Anonymi Epigrammatici Δαμαγόραν καὶ λοιμὸν ἰσόψηφόν τις ἀκούσας ἔστησ’ ἀμφοτέρων τὸν τρόπον ἐκ κανόνος· εἰς τό μέρος δὲ καθείλκετʼ ἀνελκυσθὲν τὸ τάλαντον Δαμαγόρου, λοιμὸν δʼ εὗρεν ἐλαφρότερον.

无名氏 听闻达马戈拉斯与瘟疫在字母数码上等值, 有人便用标准天平衡量了二者的性情; 天平抬起之后,猛然偏向了达马戈拉斯的 一侧,结果发现瘟疫的分量还要更轻一些。

335

​Anonymi Epigrammatici ὦ τλῆμον Κυνέγειρε, καὶ ἐν ζωοῖς καὶ ἀπελθὼν, ὡς αἰεὶ κόπτῃ ῥήμασι καὶ κοπίσιν. πρόσθε μὲν ἐν πολέμοισι τεὴ πέσε μαρναμένη χείρ· νῦν δὲ σ’ ὁ γραμματικὸς καὶ ποδὸς ἐστέρισεν,4

无名氏 可怜的库涅盖罗斯啊,无论在生前还是离世之后, 你总是如此不断地被言词与砍刀所劈砍! 从前在战场上,你搏杀的手臂断落了; 如今文法学者竟然连你的(诗)脚也剥夺了去。

语法注4 条
  1. 11.324εἷς γὰρ ἂν ὑμέων ἤμην, εἰ λιμοῦ καὶ θεὸς ᾐσθάνετο.

    由主句的 ἄν + 未完成过去时直陈式(ἤμην)与条件从句的 εἰ + 未完成过去时直陈式(ᾐσθάνετο)构成的非真实条件句:“因为若神也能感知饥饿,我亦早已成了你们当中的一员。”极力夸张司阍的贪婪洗劫甚至会让神像凡人一样饿死。

  2. 11.325καὶ φόβος οὐχ ὁ τυχὼν μή με πάλιν καλέσῃ

    由名词 φόβος 引出的带有虚拟式(καλέσῃ)的惧怕从句(μή):“非同寻常地惧怕他再次邀请我”。成语式表达 οὐχ ὁ τυχών 意为“非同寻常的、极大的”。

  3. 11.332μή σορὸν οὖσαν ἴδῃς τὴν πάλαι εἰκόσορον

    承接前一行的动词 δείδω(担忧),构成 μή + 虚拟式(ἴδῃς)的惧怕从句。知觉动词 ἴδῃς 带有补充成分分词 οὖσαν。此外,“二十桨船”(εἰκόσορος)与“棺椁”(σορός)之间存在精妙的双关谐音修辞(paronomasia)。

  4. 11.335νῦν δὲ σ’ ὁ γραμματικὸς καὶ ποδὸς ἐστέρισεν

    动词 στερέω(剥夺)支配人的宾格(σέ)和被剥夺事物的属格(ποδός)。此处双关修辞极其精妙:既指马拉松战役中断手的英雄库涅盖罗斯如今又被夺去了“脚”,又指拙劣的文法学者诗人作诗失格,剥夺了诗行中的“诗脚”(πούς/metrical foot)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.324-11.335