← 希腊诗选

希腊诗选 卷四

§11.308-11.323

对极度瘦弱、怠惰与琐碎文法学者的讽刺

卢基利乌斯、帕拉达斯等人的讽刺短诗集,嘲讽了骨瘦如柴者、守财奴、怠惰者、借悼亡炫技的诗人、徒有银盘却无佳肴的宴席、窃贼、孤身参赛却跌倒的摔跤手、迟缓的蠢驴、不知己命的占星术士、买卖雅典公民权、借名双关、对琐碎文法学者的痛斥以及谄媚者的祸患。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
308

​Lucillius τὸν πόδα τῇ βελόνῃ τρυπῶν1 Κλεόνικος ὁ λεπτός, αὐτὸς ἐτρύπησεν τῷ ποδὶ τὴν βελόνην.

卢基利乌斯 消瘦的克勒奥尼科斯想用针刺脚, 反倒用自己的脚把针给扎穿了。

​Lucillius Θαρσύμαχε, πλοῦτον πολὺν ὤλεσας ἐξ ἐπιβουλῆς, εἰς οὐδὲν δʼ ἥκεις ἄθλιος ἐξαπίνης, φεισάμενος, δανίσας, τοκίσας τόκον, ὑδροποτήσας, πολλάκι μηδὲ φαγών, ὥστε τι πλεῖον ἔχειν. ἀλλʼ εἴ μοι λογίσαιο τὸ πεινῆν καὶ τότε καὶ νῦν, οὐδὲν ἔλαττον ἔχεις ὧν τότʼ ἔδοξας ἔχειν.2

卢基利乌斯 塔尔西马科斯啊,你因落入算计而散尽万贯家财, 可怜巴巴地骤然沦为一无所有, 尽管你百般省俭、放贷、利上滚利、只饮清水, 屡屡甚至不吃不喝,只求能多拥有一点资财。 但若你替我算一算当时与现在的饥饿, 你如今所拥有的,绝不比你当时自以为拥有的少半分。

310

​Lucillius ἠγόρασας πλοκάμους, φῦκος, μέλι, κηρόν, ὀδόντας· τῆς αὐτῆς δαπάνης3 ὄψιν ἂν ἠγόρασας.

卢基利乌斯 你买下了卷发、胭脂、蜂蜜、蜂蜡和义齿; 花同样的钱,你本可以买下一整张面孔。 卢基利乌斯

​Lucillius οὕτως ἔστʼ ἀργὸς Πανταίνετος, ὥστε πυρέξας μηκέτʼ ἀναστῆναι παντὸς ἐδεῖτο θεοῦ. καὶ νῦν οὐκ ἐθέλων μὲν ἐγείρεται, ἐν δʼ οἱ αὐτῷ κωφὰ θεῶν ἀδίκων οὔατα μεμφόμενος.

潘泰内托斯懒惰到了极点,以至于发起高热时, 竟向众神祈求,但愿自己再也不用从床上爬起。 如今他身不由己地被迫起床,心中还在埋怨 不公的众神长着一双双充耳不闻的耳朵。

​Lucillius οὐδενὸς ἐνθάδε νῦν τεθνηκότος, ὦ παροδῖτα, Μάρκος ὁ ποιητὴς ᾠκοδόμηκε τάφον, καὶ γράψας ἐπίγραμμα μονόστιχον, ὧδʼ ἐχάραξε· κλαύσατε δωδεκέτη Μάξιμον ἐξ Ἐφέσου. οὐδὲ γὰρ εἶδον ἐγώ τινα Μάξιμον εἰς δʼ ἐπίδειξιν ποιητοῦ κλαίειν τοῖς παριοῦσι λέγω.

卢基利乌斯 过路人啊,此地如今并未死去任何人, 诗人马尔库斯却修筑了一座坟墓, 题下一行讽刺诗,镌刻如下: “为来自以弗所的十二岁马克西姆斯哀哭吧。” 因为我自己也从未见过什么马克西姆斯,只是为了炫耀 诗人的手艺,才叫过路的人们痛哭流涕。

​Lucillius ἀργυρέῃ λιμῷ τις, ἐς εἰλαπίνην με καλέσσας, ἔκτανε, πειναλέους τοὺς πίνακας προφέρων. ὀχθήσας δʼ ἄρʼ ἔειπον ἐν ἀργυροφεγγέι λιμῷ· ποῦ μοι χορτασίη ὀστρακίνων πινάκων;

卢基利乌斯 有人请我去赴宴,端出了空空如也的饥饿浅盘, 用一场银色的饥荒将我戕害。 我在这银光闪烁的饥荒中愤慨地说道: “瓦盘能带给我的饱足,究竟在何处?”

​Lucillius ἐζήτουν πινάκων πόθεν οὔνομα τοῦτο καλέσσω, καὶ παρὰ σοὶ κληθείς, εὗρον ὅθεν λέγεται. πείνης γὰρ μεγάλης μεγάλους πίνακας παρέθηκας, ὄργανα τοῦ λιμοῦ πειναλέους πίνακας.

卢基利乌斯 我曾探求大盘为何以此为名, 及至受邀来到你家,我方才悟出它得名的缘由。 因为你为极大的饥饿端上了极大的盘子, 将饥肠辘辘的空盘,当作制造饥荒的器具。

315

​Lucillius εἴσιδεν Ἀντίοχος τὴν Λυσιμάχου ποτὲ τύλην, κοὐκέτι τὴν τύλην εἴσιδε Λυσίμαχος.

卢基利乌斯 安条克曾经看了一眼吕西马科斯的坐垫, 从此吕西马科斯就再也没能看上一眼那坐垫。

​Anonymi Epigrammatici εἰς ἱερὸν ποτʼ ἀγῶνα Μίλων μόνος ἦλθʼ ὁ παλαιστής· τὸν δʼ εὐθὺς στεφανοῦν ἀθλοθέτης ἐκάλει. προσβαίνων δʼ ὤλισθεν ἐπʼ ἰσχίον οἱ δʼ ἐβόησαν τοῦτον μὴ στεφανοῦν, εἰ μόνος ὢν ἔπεσεν.. ἀνστὰς δʼ ἐν μέσσοις ἀντέκραγεν “οὐχὶ τρίʼ ἐστὶν4 ἓν κεῖμαι· λοιπὸν τἆλλα μέ τις βαλέτω.”

无名氏 从前摔跤手米隆独自一人来到神圣的赛场, 裁判立即宣召他前去领赏加冕。 但他走上前时却滑倒在胯骨上;众人遂大声喊道, 既然孤身一人还会跌倒,便不该给他加冕。 他从众人当中站起身来,反驳喊道:“难道不是三局两胜吗? 我只跌倒了一局;剩下的局数,且看谁能将我摔倒!”

​Palladas Ἀντίσπαστον ἐμοί τις ὄνον μακρόθυμον ἔδωκεν, τῶν βασταζομένων ὅρμον ὁδοιπορίης, υἱὸν τῆς βραδυτῆτος ὄνον, πόνον, ὄκνον,.ὄνειρον, τῶν ἀνακαμπτόντων ὑστάτιον πρότερον.

帕拉达斯 有人送给我一头性情坚韧却老往后倒退的驴子, 对被载运者而言,它简直是旅途中的停泊港湾; 它是迟缓的产物,是一头驴,是劳顿,是迟疑,是一场幻梦, 是在折返的人群中殿后却又领跑的奇物。

​Philodemus Ἀντικράτης ᾔδει τὰ σφαιρικὰ μᾶλλον Ἀράτου πολλῷ, τὴν ἰδίην δʼ οὐκ ἐνόει γένεσιν διστάζειν γὰρ ἔφη, πότερʼ ἐν κριῷ γεγένηται ἢ διδύμοις, ἢ τοῖς ἰχθύσιν ἀμφοτέροις. εὕρηται δὲ σαφῶς ἐν τοῖς τρισί καὶ γὰρ ὀχευτὴς καὶ μωρὸς μαλακὸς τʼ ἐστὶ καὶ ὀψοφάγος.

菲洛德莫斯 安提克拉特斯对天球知识的通晓远迈阿拉托斯, 却参不透自己命盘中的生辰星象; 因为他说拿不准自己究竟是生于白羊座、 双子座,还是生于两条游鱼的双鱼座。 但他显然在三者之中皆有份:因为他既是好色牡兽, 又是愚蠢软骨之徒,还嗜鱼如命。

​Automedon Ἀνθρακίων δέκα μέτρα φέρων, ἔσο καὶ σὺ πολίτης· ἢν δὲ καὶ ὗν ἀγάγῃς, αὐτὸς ὁ Τριπτόλεμος. δεῖ δὲ καὶ Ἡρακλείδῃ ὑφηγητῆρι δοθῆναι ἢ καυλοὺς κράμβης, ἢ φακόν, ἢ κοχλίας. ταῦτʼ ἔχε, καὶ λέγε σαυτὸν Ἐρεχθέα, Κέκροπα, Κόδρον, ὃν κʼ ἐθέλῃς· οὐδεὶς οὐδὲν ἐπιστρέφεται.

奥托墨冬 只要运来十斗木炭,你也能成为公民; 若还能牵来一头猪,你便是特里普托勒莫斯再世。 还必须给引介官赫拉克利德斯送上一些薄礼, 或是甘蓝菜梗,或是小扁豆,或是蜗牛。 备齐这些,你便可自称厄瑞克透斯、凯克洛普斯或科德罗斯, 随你心意;绝不会有人提出半点异议。

320

​Marcus Argentarius Ἀντιγόνην ἔστεργε Φιλόστρατος· ἦν δὲ παλαισταῖς ὁ τλήμων Ἴρου πέντε πενιχρότερος. εὗρε δʼ ὑπὸ κρυμοῦ γλυκὺ φάρμακον ἀντία γὰρ σχὼν γούνατʼ5 ἐκοιμήθη, ξεῖνε, μετʼ Ἀντιγόνης.

马尔库斯·阿尔根塔里乌斯 菲洛斯特拉托斯爱上了安提戈涅;但这个可怜汉 比乞丐伊罗斯还要贫穷五掌宽。 然而他在严寒中觅得了一剂良药:因为异邦人啊, 他支起相对的膝盖,与安提戈涅共赴了枕席。

​Philippus γραμματικοὶ Μώμου στυγίου τέκνα, σῆτες ἀκανθῶν, τελχῖνες βίβλων, Ζηνοδότου σκύλακες, Καλλιμάχου στρατιῶται, ὃν ὡς ὅπλον ἐκτανύσαντες, οὐδʼ αὐτοῦ κείνου γλῶσσαν ἀποστρέφετε, συνδέσμων λυγρῶν θηρήτορες, οἷς τὸ μὶν ἢ σφὶν εὔαδε, καὶ ζητεῖν εἰ κύνας εἶχε Κύκλωψ, τρίβοισθʼ εἰς αἰῶνα κατατρύζοντες ἀλιτροὶ ἄλλων ἐς δʼ ἡμᾶς ἰὸν ἀποσβέσατε.

腓力 文法学者们,阴惨的莫摩斯之子,荆棘中的蠹虫, 书卷中的忒尔喀涅斯,塞诺多托斯的走狗, 卡利马科斯的爪牙,你们将他如兵刃般挥舞, 却连对他本人都不把舌头移开; 你们搜寻阴暗的连词,喜好“敏”或“斯芬”〔这类词〕, 探究独眼巨人是否养过猎犬: 恶徒们啊,你们大可在永恒中互相低语诽谤至化为齑粉, 但请将射向我们的毒箭熄灭吧。

​Antiphanes γραμματικῶν περίεργα γένη, ῥιζωρύχα μούσης ἀλλοτρίης, ἀτυχεῖς σῆτες ἀκανθοβάται, τῶν μεγάλων κηλῖδες, ἐπʼ Ἠρίννῃ δὲ κομῶντες, πικροὶ καὶ ξηροὶ Καλλιμάχου πρόκυνες, ποιητῶν λῶβαι, παισὶ σκότος ἀρχομένοισιν, ἔρροιτʼ, εὐφώνων λαθροδάκναι κόριες.

安提法内斯 多管闲事的文法学者之流,挖掘他人诗神 根柢的贼寇,在荆棘间穿行的不幸蠹虫, 玷污巨擘的污渍,因埃林娜而自命不凡, 卡利马科斯尖酸刻薄又枯燥无味的恶犬, 诗人的祸害,初学孩童眼前的黑暗, 滚开吧,你们这些暗中啃咬妙语之士的臭虫!

​Palladas ῥῶ καὶ Λάμβδα μόνον6 κόρακας κολάκων διορίζει· λοιπὸν ταὐτὸ κόραξ βωμολόχος τε κόλαξ. τοὔνεκά μοι, βέλτιστε, τόδε ζῷον πεφύλαξο, εἰδὼς καὶ ζώντων τοὺς κόλακας κόρακας.

帕拉达斯 仅仅一个字母‘R’和一个字母‘L’,区分了乌鸦与谄媚者; 在其他方面,乌鸦与卑鄙的谄媚者别无二致。 因此,我的挚友啊,务请防备这种生灵, 要深知,谄媚者乃是连活人也〔啄食〕的乌鸦。

语法注6 条
  1. 11.308τὸν πόδα τῇ βελόνῃ τρυπῶν

    分词短语带有表示身体部位的宾格(τὸν πόδα)和表示工具的与格(τῇ βελόνῃ)。紧接的主句“αὐτὸς ἐτρύπησεν τῷ ποδὶ τὴν βελόνην”与该分词构成了宾格与与格的交错反转(交叉对称),夸张地讽刺克勒奥尼科斯消瘦如柴,以至于反而是脚把针给刺穿了。

  2. 11.309ὧν τότʼ ἔδοξας ἔχειν

    关系代词 ὧν 因行使比较属格的功能(承接被省略的先行词 τούτων)而发生了关系词吸引(原为 ἔχειν 的宾格 ἅ 被吸引为属格)。意为“比起你当时自以为所拥有的东西”。

  3. 11.310τῆς αὐτῆς δαπάνης

    价格/价值属格(genitive of price/value),表示“花费同样的代价”,修饰主句的非现实过去动词 ἂν ἠγόρασας(“你本可以买下”)。

  4. 11.316οὐχὶ τρίʼ ἐστίν

    指古希腊摔跤(pale)比赛中三局两胜(被摔倒三次即告负,τρία)的规则。反问句意为“难道比赛不是算三次倒地吗?”接下来的“ἓν κεῖμαι”即表示“我倒下的不过才算一次”。

  5. 11.320ἀντία γὰρ σχὼν γούνατʼ

    对女性名字“安提戈涅”(Ἀντιγόνη)所作的字源双关(pun)。将名字拆解为 ἀντί-(“相对的”)与 γόνυ / γούνατα(“膝盖”),暗指“通过膝盖相对(ἀντία σχὼν γούνατα)”与安提戈涅同眠。

  6. 11.323ῥῶ καὶ Λάμβδα μόνον

    讽刺性双关,指出“乌鸦”(κόρακας)与“谄媚者”(κόλακας)之间仅差一个字母 Rho(R)与 Lambda(L)。字母名 ῥῶ καὶ Λάμβδα 作为中性主语,其谓语动词 διορίζει 采用单数形式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.308-11.323