- 底本
- Greek Anthology, Vol. 4. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.289-11.307
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
收录主要出自帕拉达斯的讽刺短诗,描绘了高利贷者的猝死、弃学从政的哲人、吝啬与酗酒之态,并讥讽了贫困偏见、人性弱点与伪学者。
Palladas ὦ τῆς ταχίστης ἁρπαγῆς τῆς τοῦ βίου·1 ἀνὴρ δανειστὴς, τῶν χρόνων γλύφων τόκους, τέθνηκεν εὐθὺς ἐν ῥοπῆς καιρῷ βραχεῖ, ἐν δακτύλοισι τοὺς τόκους σφίγγων ἔτι.
帕拉达斯 唉,生命竟被如此迅疾地剥夺! 放债的男子还在计算着时日的利息, 便在命运天平瞬息倾侧之间猝然死去, 手指间依然紧紧捏着那些息金。
Palladas Δακτυλικὴν ψῆφόν τις ἔχων πέρι δάκτυλα χειρῶν ψήφῳ τοῦ θανάτου προὔλαβεν εἰς ἀίδην. ζῇ δʼ ἡ ψῆφος νῦν τοῦ ψηφίζοντος ἐρήμη, ψυχῆς ἁρπαγίμης ἔνθεν ἐλαυνομένης.
帕拉达斯 一个指掌间精于运筹算珠的男子, 已被死神的算筹先一步夺入了冥府; 如今算筹活着,失去了拨算的主人, 被劫夺的灵魂已从此处驱赶离去。
Palladas τί ὠφέλησας τὴν πόλιν στίχους γράφων, χρυσὸν τοσοῦτον λαμβάνων βλασφημίας, πωλῶν ἰάμβους, ὡς ἔλαιον ἔμπορος;
帕拉达斯 你写下诗行,收受了如此巨额的中伤酬金, 像商人卖油一般兜售讽刺诗,究竟给城邦带来了何等益处?
Palladas τοῦ αὐτοῦ εἴς τινα φιλόσοφον γενόμενον ὕπαρχον πόλεως ἐπὶ Βαλεντινιανοῦ καὶ Βάλεντος ἄντυγος οὐρανίης ὑπερήμενος, ἐς πόθον ἦλθες ἄντυγος ἀργυρέης· αἶσχος ἀπειρέσιον ἦσθά ποτε κρείσσων· αὖθις δʼ ἐγένου πολὺ χείρων. δεῦρʼ ἀνάβηθι κάτω· νῦν γὰρ ἄνω κατέβης.2
帕拉达斯(同前) 题瓦伦提尼安与瓦伦斯统治时期出任城市长官的某位哲学家 你曾高坐于天之轩车之上,却堕入了 对银轩车的渴慕。这是何等无边的耻辱! 你曾经卓越非凡,如今却变得卑下得多。 到此地往下登攀吧;因为你如今已是往上坠落。
Palladas ἵππον ὑποσχόμενός μοι Ὀλύμπιος ἤγαγεν οὐράν, ἧς ὀλιγοδρανέων ἵππος ἀπεκρέματο.
帕拉达斯 奥林匹奥斯许诺给我一匹马,却只牵来了一条尾巴, 一条气若游丝的病马正悬挂在那尾巴上。
Pseudo-lucianus πλοῦτον μὲν πλουτοῦντος ἔχεις, ψυχὴν δὲ πένητος, ὦ τοῖς κληρονόμοις πλούσιε, σοὶ δὲ πένης.
伪卢基安 你坐拥富翁的财富,却怀着乞丐的灵魂, 对继承人而言是巨富,对你自己而言却是穷汉。
Lucillius εἴ τινʼ ἔχεις Διόνυσον ἐνὶ μεγάροισι τεοῖσι, τὸν κισσὸν ἀφελὼν, θριδάκων φύλλοις στεφάνωσον.
卢基利乌斯 若你的厅堂里供有一尊狄奥尼索斯像, 就摘掉常春藤,用生菜叶为他加冕吧。
Timon εἰς Κλεάνθην τίς δʼ οὗτος κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν; μωλύτης, ἐπέων λίθος Ἄσσιος, ὅλμος ἄτολμος.
梯蒙(题克莱安忒斯) 这个像领头公羊一般巡行于人群队列之中的人是谁? 迟钝的笨汉,言辞的阿索斯食肉石,毫无胆魄的擂钵。
Anonymi Epigrammatici εἰς γυναῖκα μεθυστρίδα α. πῶς φιλέεις, ὦ μῆτερ, ἐμοῦ πλέον υἱέος οἶνον; δὸς πιέειν οἴνοιο, ἐπεὶ γάλα τὸ πρὶν ἔδωκας. β. ὦ παῖ, σὴν μὲν δίψαν ἐμὸν γάλα τὸ πρὶν ἔπαυσε· νῦν ἴθι πῖνε ὕδωρ, καὶ παύεο δίψαν ἑοῖο.
无名氏(咏嗜酒的妇人) 子:母亲啊,你为何爱酒胜过爱我这个儿子? 既然你从前曾赐我乳汁,如今就给我酒喝吧。 母:孩子啊,从前是我的乳汁止住了你的渴; 如今去喝水吧,自己止住你的渴。
Anonymi Epigrammatici Δέρκεο πῶς διψῶν υἱὸς χέρα μητέρι τείνει· ἡ δὲ γυνή, ἅτε πᾶσα γυνή, κεκρατημένη οἴνῳ, ἐν λαγύνῳ πίνουσα, τόδʼ ἔννεπε λοξὸν ἰδοῦσα· “ἐκ βρόχθου ὀλίγοιο τί σοι δῶ, τέκνον ἐμεῖο; ξέστας γὰρ τριάκοντα μόνους λάγυνὸς γʼ ὅδε χωρεῖ.” “μῆτερ, μητρυιῆς χαλεπὸν τρόπον ἀντικρατοῦσα, ἀμπέλου ἡδυτάτης τάδε δάκρυα δός μοι ἀφύσσειν.” “μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα, εἰ φιλέεις με τὸν υἷα, δίδου μέ τι τυτθὸν ἀφύσσειν.”
无名氏 看那饥渴的儿子如何向母亲伸出双手! 而那妇人正如所有妇人一般沉溺于美酒, 正就着酒坛痛饮,斜眼睥睨着说道: “从小小的细颈里,我能给你什么呢,我的孩子? 这坛子不过仅仅能装三十塞克斯塔里乌斯罢了。” “秉持着继母严酷态度的母亲啊, 赐我汲取这极美葡萄的眼泪吧。” “我的母亲啊,狠心的母亲,怀着残忍的心肠, 若你爱我这个儿子,就让我少少汲取一点吧。”
Palladas ὑβρίζεις· τί τὸ θαῦμα; τί δυσχερές; ἀλλὰ φέρω σε· τῶν γὰρ ὑβριζόντων ἡ θρασύτης κόλασις.
帕拉达斯 你肆意侮辱;这有何可奇?有何难耐?但我容忍你; 因为对施暴者而言,其狂妄自大本身便是惩罚。
Palladas πολλὰ λαλεῖς, ἄνθρωπε, χαμαὶ δὲ τίθῃ μετὰ μικρόν. σίγα, καὶ μελέτα ζῶν ἔτι τὸν θάνατον.
帕拉达斯 世人啊,你说得太多,但转瞬之间便要卧于尘土。 闭嘴吧,趁着尚在人世,好好参省死亡。
Palladas ἥλιος ἀνθρώποις αὐγῆς θεός· εἰ δὲ καὶ αὐτὸς ὕβριζεν φαίνων, οὐδὲ τὸ φῶς ἐπόθουν.
帕拉达斯 太阳对于人类而言是光明之神;但若他自己 在普照之时亦施加侮辱,我甚至都不会渴求光芒。
Palladas οὐκ ἐμέ, τὴν πενίην δὲ καθύβρισας· εἰ δὲ καὶ ὁ Ζεὺς ἦν ἐπὶ γῆς πτωχός, καὐτὸς ἔπασχεν ὕβριν.
帕拉达斯 你侮辱的不是我,而是我的贫穷;但哪怕宙斯 在尘世沦为乞丐,他自己也同样要遭受凌辱。
Palladas εἰ πένομαι, τί πάθω;3 τί με μισεῖς οὐκ ἀδικοῦντα; πταῖσμα τόδʼ ἐστὶ Τύχης, οὐκ ἀδίκημα τρόπων.
帕拉达斯 若我贫困,我又能如何?为何要憎恨并无过错的我? 这是命运的失足,而非品性的罪愆。
Palladas πάντες μὲν δειλοὶ καὶ ἀλαζόνες εἰσί, καὶ εἴ τι ἐν τοῖς ἀνθρώποις ἄλλο πέφυκε πάθος· ἀλλʼ ὁ λογισμὸν ἔχων τῷ πλησίον οὐκ ἀναφαίνει, ἔνδον ἀποκρύπτων τῇ συνέσει τὸ πάθος. σῆς δὲ θύρα ψυχῆς ἀναπέπταται· οὐδένα λήθεις οὔτε καταπτήσσων, οὔτε θρασυνόμενος.
帕拉达斯 人人皆是懦夫与狂徒,怀揣着 植根于人性的其他一切情欲; 但秉持理性之人绝不向邻人表露, 而是以明智将那情欲隐匿于内心。 唯独你灵魂的大门大敞四开;无论是瑟缩退缩, 还是气焰嚣张,你都瞒不过任何人的眼睛。
Palladas τέκνον ἀναιδείης, ἀμαθέστατε, θρέμμα Μορίης, εἰπέ, τί βρενθύῃ μηδὲν ἐπιστάμενος; ἐν μὲν γραμματικοῖς ὁ Πλατωνικός· ἂν δὲ Πλάτωνος δόγματά τις ζητῇ, γραμματικὸς σὺ πάλιν. ἐξ ἑτέρου φεύγεις ἐπὶ θάτερον οὔτε δὲ τέχνην οἶσθα γραμματικήν, οὔτε Πλατωνικὸς εἶ.
帕拉达斯 无耻的孽种,至愚之徒,愚钝的化身, 说吧,你一无所知,究竟有何可自鸣得意的? 在文法学者中你以柏拉图学派自居;若有人探求 柏拉图的学说,你便又成了文法学者。 你从这一端逃窜至另一端,却既不懂文法的学问, 更非柏拉图学派的哲人。
Palladas ἂν μετʼ Ἀλεξάνδρειαν ἐς Ἀντιόχειαν ἀπέλθῃς, καὶ μετὰ τὴν Συρίην Ἰταλίας ἐπιβῇς, τῶν δυνατῶν οὐδείς σε γαμήσει· τοῦτο γὰρ αἰεὶ οἰομένη πηδᾷς εἰς πόλιν ἐκ πόλεως.
帕拉达斯 哪怕你在亚历山大里亚之后前往安条克, 在叙利亚之后又踏足意大利, 显贵权门中也无人会迎娶你;你终日作此妄想, 因而一座城接一座城地辗转奔波。
Palladas υἱὸν ἔχεις τὸν Ἔρωτα, γυναῖκα δὲ τὴν Ἀφροδίτην οὐκ ἀδίκως, χαλκεῦ, τὸν πόδα χωλὸν ἔχεις.
帕拉达斯 你以厄洛斯为子,以阿佛洛狄忒为妻; 铁匠啊,你的脚瘸拐,倒也并非全无道理。
- 11.289ὦ τῆς ταχίστης ἁρπαγῆς τῆς τοῦ βίου
由叹词 ὦ 引导的感叹属格(Genitive of exclamation),表示对生命如此迅速被夺走的强烈惊叹。
- 11.292δεῦρʼ ἀνάβηθι κάτω· νῦν γὰρ ἄνω κατέβης
结合方向副词(κάτω“向下”,ἄνω“向上”)与表相反运动的动词(ἀνάβηθι“登”,κατέβης“降”)构成的矛盾修辞(oxymoron)。将升任世俗高官视为哲学与道德意义上的“坠落”,因此劝其走下官位反而被讽刺地称作“向上登攀”。
- 11.303εἰ πένομαι, τί πάθω;
τί πάθω 为深思/困惑虚拟式(deliberative subjunctive),字面义为“我当遭遇何事”,习惯上用来表达无可奈何的反问(“我又能如何呢?”)。
