← 希腊诗选

希腊诗选 卷四

§11.266-11.288

关于长鼻与阿纳斯塔修斯皇帝的讽刺诗

本节汇集了诸多讽刺短诗:嘲弄德摩斯忒尼斯的镜子与长鼻之人的滑稽外貌,斥责阿纳斯塔修斯皇帝的苛政与贪婪,讥刺文法学者与庸医,并揭露总督达摩尼库斯的虚伪眼泪以及针对妻子与奴隶的辛辣警句。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
266

​Lucillius ψευδὲς ἔσοπτρον ἔχει Δημοσθενίς· εἰ γὰρ ἀληθὲς ἔβλεπεν, οὐκ ἂν ὅλως ἤθελεν αὐτὸ βλέπειν.

卢基利乌斯 德摩斯忒尼斯有一面虚妄的镜子;因为倘若她照见一面真实的镜子,她就根本不会想去照镜子了。

​Anonymi Epigrammatici κερκίδος οὐ χρῄζεις ὁ λογιστικός, οὐδὲ μέλει σοι· καὶ γὰρ ἀβασκάντως ῥῖνα τρίπηχυν ἔχεις.

无名氏 精于算计的人啊,你不需要测量杖,也毫不介意它;因为令人艳羡的是,你拥有一只长达三肘的鼻子。

​Anonymi Epigrammatici οὐ δύναται τῇ χειρὶ Πρόκλος τὴν ῥῖνʼ ἀπομύσσειν τῆς ῥινὸς γὰρ ἔχει τὴν χέρα μικροτέρην· οὐδὲ λέγει Ζεῦ σῶσον ἐὰν πταρῇ·· οὐ γάρ ἀκούει τῆς ῥινός· πολὺ γὰρ τῆς ἀκοῆς ἀπέχει.

无名氏 普罗克洛斯无法用手擦鼻子,因为他的手比他的鼻子还要小; 他打了喷嚏也从不说“宙斯保佑”,因为他听不见自己的鼻子,因它离他的听觉实在太遥远了。

​Anonymi Epigrammatici ὁ τοῦ Διὸς παῖς καλλίνικος Ἡρακλῆς οὐκ εἰμὶ Λούκιος,1 ἀλλʼ ἀναγκάζουσί με.

无名氏 “宙斯之子、凯旋的赫拉克勒斯——我绝非此人,而是卢基乌斯;但他们强迫我扮演。”

270

​Anonymi Epigrammatici εἰς εἰκόνα Ἀναστασίου βασιλέως ἐν τῷ Εὐρίπῳ εἰκόνα σοί, βασιλεῦ κοσμοφθόρε, τήνδε σιδήρου ἄνθεσαν, ὡς χαλκοῦ πολλὸν ἀτιμοτέρην, ἀντὶ φόνου, πενίης τʼ ὀλοῆς, λιμοῦ τε, καὶ ὀργῆς, οἷς πάντα φθείρεις ἐκ φιλοχρημοσύνης.

无名氏(题欧里普斯海峡阿纳斯塔修斯皇帝像) 毁世的君王啊,人们为你立下了这尊铁像,视其远比青铜卑贱, 以此作为屠杀、毁灭性的贫困、饥荒和忿怒的报应,你出于贪婪以这些灾难毁灭了一切。

​Anonymi Epigrammatici ἐγγύθι τῆς Σκύλλης χαλεπὴν στήσαντο Χάρυβδιν, ἄγριον ὠμηστὴν τοῦτον Ἀναστάσιον. δείδιθι καὶ σύ, Σκύλλα, τεαῖς φρεσί, μὴ σὲ καὶ αὐτὴν βρώξῃ, χαλκείην δαίμονα κερματίσας.

无名氏 人们在斯库拉近旁立起了一个凶险的卡律布狄斯,即这个凶残吞食生肉的阿纳斯塔修斯。 斯库拉啊,你心中也当恐惧,免得他将你这尊青铜妖怪熔铸成零钱,连同你也一并吞噬。

​Anonymi Epigrammatici εἰς κιναίδους ἀνέρας ἠρνήσαντο, καὶ οὐκ ἐγένοντο γυναῖκες· οὔτʼ ἄνδρες γεγάασιν, ἐπεὶ πάθον ἔργα γυναικῶν· οὔτε γυναῖκες ἔασιν, ἐπεὶ φύσιν ἔλλαχον ἀνδρῶν. ἀνέρες εἰσὶ γυναιξί, καὶ ἀνδράσιν εἰσὶ γυναῖκες.

无名氏(咏娈童) 他们拒绝做男人,却未曾变成女人; 他们并非男人,因他们承受了女人的行径; 他们亦非女人,因他们分得了男人的天性。 对于女人而言他们是男人,对于男人而言他们是女人。

​Anonymi Epigrammatici χωλὸν ἔχεις τὸν νοῦν, ὡς τὸν πόδα καὶ γὰρ ἀληθῶς εἰκόνα τῶν ἐντὸς σὴ φύσις ἐκτὸς ἔχει.

无名氏 你的心思正如你的脚一般瘸拐;确实,你的外表恰如其分地映照出了你内在的模样。

​Pseudo-lucianus εἰπέ μοι εἰρομένῳ, Κυλλήνιε, πῶς κατέβαινεν Λολλιανοῦ ψυχὴ δῶμα τὸ Φερσεφόνης; θαῦμα μέν, εἰ σιγῶσα· τυχὸν δέ τι καὶ σὲ διδάσκειν ἤθελε. φεῦ, κείνου καὶ νέκυν ἀντιάσαι.

伪卢基安 库勒涅的神啊,请回答我的询问:罗利阿诺斯的灵魂是如何降入珀耳塞福涅的幽宫的? 若是一路默然无声,那真是奇迹;或许他还想教导你点什么。唉,哪怕遇见的是他的幽灵!

275

​Apollonius rhodius Καλλίμαχος τὸ κάθαρμα, τὸ παίγνιον, ὁ ξύλινος νοῦς· αἴτιος ὁ γράψας Αἴτια2 Καλλίμαχος.

罗德岛的阿波罗尼乌斯 卡利马科斯是个废物、玩物、榆木脑袋; 罪魁祸首正是写下《原因论》的卡利马科斯。

​Lucillius εἰς φυλακὴν βληθείς ποτε Μάρκος ὁ ἀργός, ἑκοντί, ὀκνῶν ἐξελθεῖν, ὡμολόγησε φόνον.

卢基利乌斯 懒汉马尔库斯有一次被投入监牢,因懒得走出来,竟自愿招认了杀人之罪。

​Lucillius τῆς νυκτὸς τροχάσας ἐν ὕπνοις ποτὲ Μάρκος ὁ ἀργός, οὐκέτʼ ἐκοιμήθη μὴ πάλι που τροχάσῃ.

卢基利乌斯 懒汉马尔库斯有一次夜间在梦里跑了步,便再也不敢睡觉,生怕不知又跑到哪里去。

​Lucillius εἰς γραμματικὸν κερασφόρον ἔξω παιδεύεις Πάριδος κακὰ καὶ Μενελάου. ἔνδον ἔχων πολλοὺς σῆς Ἑλένης Πάριδας.

卢基利乌斯(题戴绿帽的文法学者) 你在外面讲授帕里斯与墨涅拉俄斯的灾祸,在家里却为你的海伦留宿着许多个帕里斯。

​Lucillius οὐδεὶς γραμματικῶν δύναταί ποτε ἄρτιος εἶναι, ὀργήν, καὶ μῆνιν, καὶ χόλον εὐθὺς ἔχων.

卢基利乌斯 没有一个文法学者能心智健全,因为他们一上来就满怀着怨恨、狂怒与胆汁之火。

280

​Palladas βέλτερον Ἡγέμονος λῃστοκτόνου ἐς κρίσιν ἐλθεῖν, ἢ τοῦ χειρουργοῦ Γενναδίου παλάμας. ὃς μὲν γὰρ φονέας ὁσίως στυγέων κατατέμνει· ὃς δὲ λαβὼν μισθοὺς εἰς Ἀίδην κατάγει.

帕拉达斯 与其落入外科医生根纳狄乌斯之手,倒不如去接受剿匪地方官的审判; 因为前者是出于公义痛恨杀人犯而将其斩首,后者却是收受了诊费将人送入冥府。

​Palladas εἰς Μάγνον ἰατροσοφιστήν Μάγνος ὅτʼ εἰς Ἀίδην κατέβη, τρομέων Ἀϊδωνεὺς εἶπεν ἀναστήσων ἤλυθε καὶ νέκυας.

帕拉达斯(题医术辩士马格努斯) 当马格努斯降入冥府时,哈得斯战战兢兢地说道: “他竟然来让死者也复活了!”

​Anonymi Epigrammatici τοὺς καταλείψαντας γλυκερὸν φάος οὐκέτι θρηνῶ, τοὺς δʼ ἐπὶ προσδοκίῃ ζῶντας ἀεὶ θανάτου.

无名氏 我不再哀悼那些抛离了甜美光明的人,而是哀悼那些终日在死亡的预期中苟活着的人。

​Palladas εἰς Δαμόνικον ὕπαρχον πολλοὶ πολλὰ λέγουσιν, ὅμως δʼ οὐ πάντα δύνανται ῥήμασιν ἐξειπεῖν ῥεύματα σῶν παθέων· ἓν δʼ ἐπὶ σοῦ παράδοξον ἐθαυμάσαμεν καὶ ἄπιστον, δάκρυα πῶς κλέπτων εἶχες ἑτοιμότατα. Χαλκίδος ἐκ γαίης ἀπεχάλκισε3 τὴν πόλιν ἡμῶν, κλέπτων, καὶ κλέπτων δάκρυσι κερδαλέοις,

帕拉达斯(题总督达摩尼库斯) 众人说了许多话,却仍无法用言语道尽你恶行之洪流; 但发生在你身上的有一件反常之事令我们惊叹且难以置信:你在行窃之时,怎能如此轻易地备好泪水。 他来自卡尔喀斯(青铜)之地,剥尽了我们城邦的青铜,盗窃着,用贪利的泪水不断盗窃。

​Palladas ἐκ γῆς Λωτοφάγων μέγας ὄρχαμος ἦλθε Λυκάων Χαλκίδος ἐκ γαίης ἀντιοχευόμενος.

帕拉达斯 伟大的首领吕卡翁自食莲者之地而来,从卡尔喀斯之地走来,却摆出安条克人的派头。

285

​Palladas Θηλυφανὲς παράδοξον ἐθαυμάσαμεν πάθος ἄλλο· ἔκλαιεν κλέπτων, κλεπτομένους ἐλεῶν, ὃς κλέπτων ἥγνευε, καὶ ἁγνεύων ἀπεσύλα, μηδὲν ἔχων καθαρόν, μηδὲ τὸ σῶμα ῥύπου.

帕拉达斯 我们惊叹于另一桩女性化的反常激情: 他一边盗窃一边哭泣,怜悯着被劫掠的人; 他一边行窃一边斋戒,一边斋戒一边掠夺,毫无洁净之处,甚至连肉体都满是污垢。

​Palladas οὐδὲν γυναικὸς χεῖρον, οὐδὲ τῆς καλῆς· δούλου δὲ χεῖρον οὐδέν, οὐδὲ τοῦ καλοῦ· χρῄζεις ὅμως οὖν τῶν ἀναγκαίων κακῶν. εὔνουν νομίζεις δοῦλον εἶναι δεσπότῃ; καλὸς δʼ ἂν εἴη δοῦλος ὁ τὰ σκέλη κλάσας.

帕拉达斯 没有什么比女人更糟糕的了,哪怕是美丽的女人; 没有什么比奴隶更糟糕的了,哪怕是优秀的奴隶; 然而你终究免不了需要这些必要的恶。 你真以为奴隶会对主人忠心耿耿吗? 只有断了双腿的奴隶,才算得上是个好奴隶。

​Palladas ὁ τὴν γυναῖκα τὴν ἄμορφον δυστυχῶν, λύχνους ἀνάψας ἑσπέρας σκότος βλέπει.

帕拉达斯 那个不幸娶了丑陋妻子的男人,傍晚点亮了灯盏,看到的却仍是一片黑暗。

​Palladas κουρεὺς καὶ ῥαφιδεὺς κατεναντίον ἦλθον ἀγῶνος, καὶ τάχα νικῶσιν τὸ ξυρὸν αἱ ῥαφίδες.

帕拉达斯 理发师与裁缝面对面展开较量,缝衣针或许正胜过剃刀。

语法注3 条
  1. 11.269οὐκ εἰμὶ Λούκιος

    在舞台上被迫扮演赫拉克勒斯的演员卢基乌斯的自白。语法上否定词 οὐκ 否定前句所提的英雄身份,意为“我并非(赫拉克勒斯),而是卢基乌斯,但他们强迫我扮演”。

  2. 11.275αἴτιος ὁ γράψας Αἴτια

    名词/形容词 αἴτιος(“罪魁祸首、应负责的”)与卡利马科斯的名作《原因论》(Αἴτια)构成的双关。分词短语 ὁ γράψας Αἴτια(写下《原因论》的人)作主语,αἴτιος 作表语。

  3. 11.283ἀπεχάλκισε

    动词 ἀποχαλκίζω(“剥夺青铜、搜刮一空”)与前面的地名 Χαλκίδος(卡尔喀斯)同源(皆源自 χαλκός“青铜”),构成双关戏谑,讽刺来自卡尔喀斯的总督将城邦的青铜搜刮殆尽。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.266-11.288