← 希腊诗选

希腊诗选 卷四

§11.248-11.265

对微小田产劣等艺人与庸医的讽刺

本组讽刺短诗嘲弄了造船意外、极小的田产、蹩脚的舞者与演员、致命的庸医、静止不动的笨马、守财奴与懦夫等各色人物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
248

​Bianor τὸ σκάφος οὐ βυθὸς εἷλε ʽ πόθεν βυθός; οὐ γὰρ ἔπλωσενʼ, οὐδὲ Νότος, πρὸ Νότου δʼ ὤλετο καὶ πελάγευς. ἤδη γάρ μιν ἅπασαν ἐπὶ ζυγὰ γομφωθεῖσαν ἤλειφον πεύκης τῇ λιπαρῇ νοτίδι· πίσσα δʼ ὑπερβρασθεῖσα πυρὸς φλογὶ τὴν ἁλὶ πιστὴν τευχομένην γαίῃ δεῖξεν ἀπιστοτέρην.1

比亚诺尔 吞没这艘船的并非深渊——“何来深渊?因为它根本未曾出航”——,亦非南风;它在南风与大海之前便已毁灭。 因为当人们已将整船拼合固定直至横梁、正用松脂油腻的津液涂抹之际, 那在火光中沸溢而出的沥青,竟使那本为沧海而造的忠实之物,在陆地上显出了更不可信赖的模样。

​Lucillius ἀγρὸν Μηνοφάνης ὠνήσατο, καὶ διὰ λιμὸν ἐκ δρυὸς ἀλλοτρίας αὑτὸν ἀπηγχόνισεν. γῆν δʼ αὐτῷ τεθνεῶτι βαλεῖν οὐκ ἔσχον ἄνωθεν, ἀλλʼ ἐτάφη μισθοῦ πρός τινα τῶν ὁμόρων. εἰ δʼ ἔγνω τὸν ἀγρὸν τὸν Μηνοφάνους Ἐπίκουρος, πάντα γέμειν ἀγρῶν εἶπεν ἄν, οὐκ ἀτόμων.

卢基利乌斯 梅诺凡尼斯买下一处田庄,却因饥饿而在他人的橡树上自缢身亡。 人们在他死后甚至找不到泥土覆盖其身,只能付费将他葬在一位邻人的地里。 倘若伊壁鸠鲁知晓梅诺凡尼斯这处田庄,定会说万物皆由田庄填满,而非原子。

250

​Anonymi Epigrammatici τὸν παχὺν εὖ ἔγραψʼ ὁ ζωγράφος· ἀλλʼ ἀπόλοιτο, εἰ δύο μισητοὺς ἀνθʼ ἑνὸς ὀψόμεθα.

无名氏 画家把那个胖子画得惟妙惟肖;但若我们本只要看一个可憎之人,如今却要看两个,那画家可真该死。

​Nicarchus II Δυσκώφῳ δύσκωφος ἐκρίνετο· καὶ πολὺ μᾶλλον ἦν ὁ κριτὴς τούτων τῶν δύο κωφότερος. ὧν ὁ μὲν ἀντέλεγεν2 τὸ ἐνοίκιον αὐτὸν ὀφείλειν μηνῶν πένθʼ ὁ δʼ ἔφη νυκτὸς ἀληλεκέναι. ἐμβλέψας δʼ αὐτοῖς ὁ κριτὴς λέγει, “ἐς τί μάχεσθε; μήτηρ ἔσθʼ ὑμῶν ἀμφότεροι τρέφετε.”

尼卡科斯 一个聋子与另一个聋子打官司,而法官比这两个人还要聋得多。 其中一个申辩说对方欠了他五个月的房租,另一个则辩称自己是在夜间磨的面粉。 法官注视着他们说道:“你们为何相争?那是你们的母亲,你们两个都要赡养她。”

​Nicarchus II εἴ με φιλεῖς, μισεῖς με· καὶ εἰ μισεῖς, σύ φιλεῖς με· εἰ δέ με μὴ μισεῖς, φίλτατε, μή με φίλει.

尼卡科斯 你若爱我,便是恨我;你若恨我,便是爱我; 若你不恨我,亲爱的朋友,就请不要爱我。

​Lucillius ἐκ ποίων ὁ πατήρ σε δρυῶν τέτμηκεν, Ἀρίστων, ἢ ποίων σε μύλου κόψατο λατομιῶν; ἦ γὰρ ἀπὸ δρυὸς ἐσσὶ παλαιφάτου ἢ ἀπὸ πέτρης ὀρχηστής, Νιόβης ἔμπνοον ἀρχέτυπον ὥστε με θαυμάζοντα λέγειν, ὅτι “καὶ σύ τι Λητοῖ ἤρισας· οὐ γὰρ ἂν ἦς αὐτομάτως λίθινος.”

卢基利乌斯 阿里斯同啊,你父亲究竟是从何等橡木上将你砍下,又是从何等磨石的采石场将你凿出? 你委实是个从古传橡木或岩石中生出的舞者,是尼俄伯活生生的原型; 以致我惊叹而言道:“你也曾与勒托争胜过吗?否则你怎么会自然而然地化作顽石。”

​Lucillius πάντα καθʼ ἱστορίην ὀρχούμενος, ἓν τὸ μέγιστον τῶν ἔργων παριδὼν ἠνίασας μεγάλως. τὴν μὲν γὰρ Νιόβην ὀρχούμενος, ὡς λίθος ἔστης, καὶ πάλιν ὢν Καπανεύς, ἐξαπίνης ἔπεσες· ἀλλʼ ἐπὶ τῆς Κανάκης ἀφυῶς, ὅτι καὶ ξίφος ἦν σοι καὶ ζῶν ἐξῆλθες· τοῦτο παρʼ ἱστορίην,

卢基利乌斯 你舞蹈一切皆遵依典故传说,却疏忽了其中最伟大的一项壮举,令人大为败兴。 当你跳尼俄伯时,你如顽石般僵立,化身卡帕纽斯时,又骤然倒地; 但在跳卡那刻时你却笨拙不堪,因你手中握着利剑,却活着退场了:这委实大违典故。

255

​Palladas δάφνην καὶ Νιόβην ὠρχήσατο Μέμφις ὁ Σῖμος, ὡς ξύλινος Δάφνην, ὡς λίθινος Νιόβην.

帕拉达斯 塌鼻子的孟斐斯表演了达芙妮与尼俄伯:达芙妮演得如木头一般,尼俄伯则演得如顽石一块。

​Lucillius λούεσθαί σε λέγουσι πολὺν χρόνον, Ἡλιοδώρα, γραῖαν ἐτῶν ἑκατὸν μὴ καταλυομένην. πλὴν ἔγνωκα τίνος ποιεῖς χάριν· ὡς ὁ παλαιὸς ἐλπίζεις Πελίας ἑψομένη νεάσαι.

卢基利乌斯 赫利奥多拉啊,人们说你沐浴了极长的时间,是个百岁却未衰颓的老妪。 但我深知你为何如此行事:就像昔日的珀利阿斯一样,你期盼在沸水烹煮中重获青春。

​Lucillius Ἑρμογένη τὸν ἰατρὸν ἰδὼν Διόφαντος ἐν ὕπνοις οὐκέτʼ ἀνηγέρθη, καὶ περίαμμα φέρων.

卢基利乌斯 狄奥凡托斯仅在梦中见到了医生赫尔摩革涅斯,便再也没有醒来,尽管他身上佩戴着护身符。

​Lucillius τῷ Πίσης μεδέοντι τὸ κρανίον Αὖλος ὁ πύκτης, ἓν καθʼ ἓν ἀθροίσας ὀστέον, ἀντίθεται. σωθεὶς δʼ ἐκ Νεμέας, Ζεῦ δέσποτα, σοὶ τάχα θήσει καὶ τοὺς ἀστραγάλους τοὺς ἔτι λειπομένους.

卢基利乌斯 拳击手奥卢斯将自己的骨头一一收集起来,将头颅奉献给皮萨的统治之神。 主公宙斯啊,倘若他能从涅墨亚平安生还,或许还会把还剩下的踝骨一并奉上。

​Lucillius Θεσσαλὸν ἵππον ἔχεις, Ἐρασίστρατε, ἀλλὰ σαλεῦσαι οὐ δύνατʼ αὐτὸν ὅλης φάρμακα Θεσσαλίης, ὄντως δούριον ἵππον, ὃν εἰ Φρύγες εἷλκον ἅπαντες σὺν Δαναοῖς, Σκαιὰς οὐκ ἂν ἐσῆλθε πύλας· ὃν στήσας ἀνάθημα θεοῦ τινος, εἰ προσέχεις μοι, τὰς κριθὰς ποίει τοῖς τεκνίοις πτισάνην.

卢基利乌斯 厄剌西斯特剌托斯啊,你拥有一匹色萨利良马,但全色萨利的草药符咒都无法令它动弹分毫; 这实是一匹木马,哪怕所有弗律癸亚人与希腊联军合力牵拉,也无法将它拉入斯开亚门; 如果你听我的劝,就将它作为贡品献给某位神祇,把你喂它的那些大麦熬成粥分给孩子们吃吧。

260

​Anonymi Epigrammatici τοῦτο τὸ βουλεύειν εἶχες πάλαι, ἀλλὰ τὸ βῆτα οὐκ ἐπιγινώσκω· δέλτα γὰρ ἐγράφετο.

无名氏 这“担任议员”之事你昔日便曾拥有;但那字母贝塔我却认不出,因为原先写的是德尔塔。

​Anonymi Epigrammatici υἱὸς Πατρικίου μάλα κόσμιος, ὃς διὰ Κύπριν οὐχ ὁσίην ἑτάρους πάντας ἀποστρέφεται.

无名氏 帕特里基乌斯的儿子极为端庄自持,因那不洁之爱,他避开了所有的同伴。

​Anonymi Epigrammatici Αἰθερίην διὰ νύκτα νέοι κατάγουσι Σελήνην ἠίθεοι Φαρίης ἄνδιχα τεμνομένην.

无名氏 在虚灵之夜,青年男子们将法罗斯那被劈成两半的苍穹明月引落凡间。

​Palladas Παύλῳ κωμῳδῷ κατʼ ὄναρ στὰς εἶπε Μένανδρος· οὐδὲν ἐγὼ κατὰ σοῦ, καὶ σὺ κακῶς με λέγεις.

帕拉达斯 米南德在梦中立于喜剧演员保卢斯身旁说道:“我未曾加害于你,你却说我的坏话。”

​Lucillius ποιήσας δαπάνην ἐν ὕπνοις ὁ φιλάργυρος Ἕρμων ἐκ περιωδυνίας αὑτὸν ἀπηγχόνισεν.

卢基利乌斯 守财奴赫尔蒙在梦中破费了一笔开销,便因极度痛苦而自缢身亡。

265

​Lucillius εἰ μὲν ἐπʼ ἀττελάβους ἄγεται στρατός, ἢ κυνομυίας, ἢ μύας, ἢ ψυλλῶν ἱππικὸν ἢ βατράχων, Γάιε, καὶ σὺ φοβοῦ μὴ καὶ σέ τις ἐγκαταλέξῃ, ὡς ἂν τῆς τούτων ἄξιον ὄντα μάχης.3 εἰ δʼ ἀρετῆς ἀνδρῶν ἄγεται στρατός, ἄλλο τι παῖζε· Ῥωμαίοις δʼ οὐδεὶς πρὸς γεράνους πόλεμος.

卢基利乌斯 若有一支军队去讨伐飞蝗、狗蝇、田鼠,或是跳蚤与青蛙的骑兵队, 盖乌斯啊,你也该当害怕有人将你编入军列,因你正好堪当与这些虫豸交战。 但若被率领的是英勇之士的军队,你还是另找消遣吧;因为罗马人绝无向鹤群开战的道理。

语法注3 条
  1. 11.248τευχομένην γαίῃ δεῖξεν ἀπιστοτέρην

    τευχομένην 为现在被动分词,修饰前面的船(τὴν ἁλὶ πιστήν),指“正被造作得在海上堪信赖的船”。与海形成对比的 γαίῃ 处,ἀπιστοτέρην 作谓语性宾格,与 δεῖξεν 构成双宾语结构:“显明它在陆地上更加不可信赖”。

  2. 11.251ὧν ὁ μὲν ἀντέλεγεν

    关系代词 ὧν 是表示整体中一部分的“部分属格”,指代前文诉讼双方的两个聋子(τούτων τῶν δύο)。它与后文的 ὁ μὲν ... ὁ δέ 呼应,构成对比结构:“他们当中一人反驳说……而另一人则说……”。

  3. 11.265ὡς ἂν τῆς τούτων ἄξιον ὄντα μάχης

    此处为 ὡς ἄν + 分词(ὄντα)结构。原本表主观原因的 ὡς 加上语气小词 ἄν,为分词赋予了假设或潜在的语气:“仿佛(若有战事)你正配得上与这些虫豸交战一般”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.248-11.265