- 底本
- Greek Anthology, Vol. 4. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.230-11.247
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安米亚努、卡勒阿斯、卢基利乌斯、德莫多科斯、尼卡科斯及无名氏的一组讽刺短诗,通过文字游戏嘲弄受刑,贬损喀俄斯人与卡帕多细亚人,戏谑口臭与体臭者、旷日持久的沐浴者,并嘲讽了毫无制热功效的水壶及漏水下沉的破船。
Ammianus Μασταύρων ἀφελὼν δύο γράμματα, Μάρκε, τὰ πρῶτα, ἄξιος εἶ πολλῶν τῶν ὑπολειπομένων.1
安米亚努 马尔库斯啊,若从马斯陶拉城去掉前两个字母,你就配得上那剩下的许多十字架刑。
Ammianus θηρίον εἶ παρὰ γράμμα, καὶ ἄνθρωπος διὰ γράμμα· ἄξιος εἶ πολλῶν, ὧν παρὰ γράμμα γράφῃ.2
安米亚努 你差一个字母就是野兽,因着文字才是人;你配得上因一字之差而写下的诸多罪状。
Calleas αἰεὶ χρυσίον ἦσθα, Πολύκριτε· νῦν δὲ πεπωκὼς, ἐξαπίνης ἐγένου λυσσομανές τι κακὸν αἰεί μοι δοκέεις κακὸς ἔμμεναι. οἶνος ἐλέγχει τὸν τρόπον· οὐκ ἐγένου νῦν κακός, ἀλλʼ ἐφάνης.
卡勒阿斯 波吕克利托斯啊,你曾向来如金子一般;但如今喝了酒,却骤然变成了发狂的恶疾。 在我看来你始终是个恶人。酒考验人的性情;你并非如今才变恶,而是显露了原形。
Lucillius Φαῖδρος πραγματικὸς καὶ ζωγράφος ἤρισε Ῥοῦφος τίς θᾶσσον γράψει καὶ τίς ὁμοιότερον. ἀλλʼ ἐν ὅσῳ Ῥοῦφος τρίβειν τὰ χρώματʼ ἔμελλεν, Φαῖδρος ἔγραψε λαβὼν εἰκονικὴν ἀποχήν.
卢基利乌斯 代言人费德鲁斯与画家鲁富斯争胜,看谁画得(写得)更快、更逼真。 但当鲁富斯正准备研磨颜料时,费德鲁斯已经写好并收下了一份附有画像的收据。
Lucillius τοὺς πόδας εἰ Κρατερὸς καὶ τὰς χέρας εἶχʼ ὁλοκλήρους, οὐκ αὖ τὴν κεφαλὴν εἶχε, τοιαῦτα γράφων.
卢基利乌斯 克拉特罗斯的手脚即使完好无损,画出(写出)这等东西,他的脑子却不健全。
Demodocus καὶ τόδε Δημοδόκου· Χῖοι κακοί· οὐχ ὁ μέν, ὃς δʼ οὔ· πάντες, πλὴν Προκλέους· καὶ Προκλέης δὲ Χίος.
德莫多科斯 这也是德莫多科斯的诗作:喀俄斯人皆邪恶;并非此人恶而彼人不恶, 而是除了普罗克勒斯外全属恶人;而普罗克勒斯也是喀俄斯人。
Demodocus πάντες μὲν Κίλικες κακοὶ ἀνέρες· ἐν δὲ Κίλιξιν εἷς ἀγαθὸς Κινύρης, καὶ Κινύρης δὲ Κίλιξ.
德莫多科斯 基利家男人个个邪恶;但在基利家人中有一位善人基倪剌斯;而基倪剌斯也是基利家人。
Demodocus Καππαδόκην ποτʼ ἔχιδνα κακὴ δάκεν ἀλλὰ καὶ αὐτὴ κάτθανε, γευσαμένη αἵματος ἰοβόλου,
德莫多科斯 曾有恶毒的蝰蛇咬了一个卡帕多细亚人;但那毒蛇自己尝了他带毒的血后也死去了。
Demodocus Καππαδόκαι φαῦλοι μὲν ἀεί, ζώνης δὲ τυχόντες φαυλότεροι, κέρδους δʼ εἵνεκα φαυλότατοι. ἢν δʼ ἄρα δὶς καὶ τρὶς μεγάλης δράξωνται ἀπήνης, δὴ ῥα τότʼ εἰς ὥρας3 φαυλεπιφαυλότατοι. μή, λίτομαι, βασιλεῦ, μὴ τετράκις, ὄφρα μὴ αὐτὸς κόσμος ὀλισθήσῃ καππαδοκιζόμενος.
德莫多科斯 卡帕多细亚人向来卑劣;若得了官带则更加卑劣;为了利益则最为卑劣。 若他们两度、三度执掌大车(高位),那时他们真要经年累月地卑劣复卑劣。 君王啊,我恳求你,切莫让他们掌权四次,免得整个天地因卡帕多细亚化而沉沦堕落。
Lucillius οὔτε Χίμαιρα τοιοῦτον ἔπνει κακὸν ἡ καθʼ Ὅμηρον οὐκ ἀγέλη ταύρων, ὡς ὁ λόγος, πυρίπνους, οὐ Λῆμνος σύμπασα, καὶ Ἁρπυιῶν τὰ περισσά, οὐδʼ ὁ Φιλοκτήτου ποὺς ἀποσηπόμενος· ὥστε σε παμψηφεὶ νικᾶν, Τελέσιλλα, Χιμαίρας, σηπεδόνας, ταύρους, ὄρνεα, Λημνιάδας.
卢基利乌斯 荷马笔下的奇美拉未曾呼出这等恶臭,传闻中喷火的牛群未曾, 整个利姆诺斯岛未曾,哈耳庇厄的遗秽未曾,菲洛克忒忒斯溃烂的足部亦未曾; 因此特勒西拉啊,你全票胜过了奇美拉、腐烂、公牛、恶鸟与利姆诺斯的女人们。
Lucillius οὐ μόνον αὐτὴ πνεῖ Δημοστρατίς, ἀλλὰ δὴ αὐτῆς τοὺς ὀσμησαμένους πνεῖν πεποίηκε τράγου.
卢基利乌斯 德莫斯特拉蒂斯不仅自己散发恶臭, 甚至让那些闻过她气味的人也浑身散发着公山羊的臊味。
Nicarchus II τὸ στόμα χὠ πρωκτὸς ταὐτόν, Θεόδωρε, σοῦ ὄζει, ὥστε διαγνῶναι τοῖς φυσικοῖς καλὸν ἦν. ἦ γράψαι σε ἔδει ποῖον στόμα, ποῖον ὁ πρωκτός. νῦν δὲ λαλοῦντός σου βδεῖν σ’ ἐνόμιζον ἐγώ.
尼卡科斯 忒奥多洛啊,你的嘴和肛门散发着同样的恶臭,以致这成了自然学者们辨别的好课题。 你本该写明哪个是嘴,哪个是肛门;如今当你说话时,我还以为你在放屁。
Nicarchus II οὐ δύναμαι γνῶναι, πότερον χαίνει Διόδωρος, ἢ βδῆσ’· ἓν γὰρ ἔχει πνεῦμα κάτω καὶ ἄνω.
尼卡科斯 我无法分辨狄奥多洛是在打哈欠还是在放屁;因为他上下的气息全然如出一辙。
Nicarchus II λούσασθαι πεπόρευται Ὀνήσιμος εἰς βαλανεῖον δωδεκάτῃ δύστρου μηνός, ἐπʼ Ἀντιφίλου, παῖδα λιπὼν οἴκοις ἐπιτίτθιον, ὃν δύο τέκνων ἄλλων εὑρήσει λουσάμενος πατέρα. ἥξειν δʼ εἰς ὥρας ἡμῖν γράφει· οἱ βαλανεῖς γὰρ εἰς τότε τάσσονται τὴν πυρίαν καθελεῖν.
尼卡科斯 奥内西谟在安提菲洛执政之年狄斯特洛斯月十二日前往浴场沐浴, 家中撇下了吃奶的婴儿;等他沐浴归来,他会发现那孩子已是另外两个孩子的父亲了。 他给我们寄信说一年后(下一季)才会回来;因为浴场仆役们被命令直到那时才撤去蒸汽浴。
Anonymi Epigrammatici ἠγόρασας χαλκοῦν μιλιάριον, Ἡλιόδωρε, τοῦ περὶ τὴν Θρᾴκην ψυχρότερον Βορέου. μὴ φύσα, μὴ κάμνε· μάτην τὸν καπνὸν ἐγείρεις· εἰς τὸ θέρος χαλκῆν βαύκαλιν ἠγόρασας.
无名氏 赫利奥多洛啊,你买的青铜水壶,比色雷斯一带的北风还要寒冷。 别吹气了,别费力了;徒然升起黑烟;你分明是为夏天买了一只青铜凉水瓶。
Lucillius οἱ τοῖχοι, Διόφαντε, τὰ κύματα πάντα δέχονται, καὶ διὰ τῶν θυρίδων Ὠκεανὸς φέρεται· δελφίνων δʼ ἀγέλαι καὶ Νηρέος ἀγλαὰ τέκνα ἐν τῷ πλοίῳ σου νηχόμενα βλέπεται. ἂν δʼ ἀναμείνωμεν, πλεύσει τάχα καί τις ἐν ἡμῖν οὐ γὰρ ἔνεστιν ὕδωρ οὐκέτι τῷ πελάγει.
卢基利乌斯 狄奥凡托斯啊,船舷接纳所有的波涛,大洋正穿过小窗涌入; 海豚群和涅柔斯光彩夺目的儿女们,正在你的船舱里游泳。 若我们再等片刻,很快也会有人在我们里面航行;因为海里已经没有一滴水剩下了。
Lucillius ἐκ ποίων ἔταμες, Διονύσιε, τὰ ξύλα ταῦτα λατομιῶν; ποίων τὸ σκάφος ἐστὶ μύλων; εἰ γὰρ ἐγώ τι νοῶ, μολίβου γένος, οὐ δρυός ἐστιν, οὐδʼ ἐλάτης, μικροῦ ῥιζοβολεῖ τὰ κάτω4 καὶ τυχὸν ἐξαπίνης ἔσομαι λίθος· εἶτα, τὸ χεῖρον, γράψει μʼ ὡς Νιόβην δρᾶμα σαπρὸν Μελίτων.
卢基利乌斯 狄奥尼修斯啊,你是从哪座采石场砍下这些木材的?这船身又是出自哪座磨坊的磨石? 若我还有半分见识,这质地分明是铅,不是橡木也不是冷杉;船底几乎快要扎下根去。 或许我会骤然化为石头;更糟的是,梅利托会在一部劣质悲剧中将我写成尼俄伯。
Lucillius ἦ ˘ πέλαγος πλέομεν, Διονύσιε, καὶ γεγέμισται τὸ πλοῖον παντὸς πανταχόθεν πελάγους. ἀντλεῖται δʼ Ἀδρίας, Τυρρηνικός, Ἰσσικός, Αἴγων οὐ πλοῖον, πηγὴ δʼ Ὠκεανοῦ ξυλίνη. ὁπλίζου, Καῖσαρ· Διονύσιος ἄρχεται ἤδη οὐκέτι ναυκληρεῖν, ἀλλὰ θαλασσοκρατεῖν,
卢基利乌斯 狄奥尼修斯啊,我们确在深海航行,而船里已装满了来自四面八方各海的海水。 汲出的是亚得里亚海、第勒尼安海、伊苏斯海与爱琴海;这不是船,而是大洋的木制泉源。 武装起来吧,凯撒;狄奥尼修斯如今不再只是做船长,而是开始称霸海洋了。
- 11.230Μασταύρων ἀφελὼν δύο γράμματα, Μάρκε, τὰ πρῶτα, ἄξιος εἶ πολλῶν τῶν ὑπολειπομένων.
此处包含文字游戏:地名 Μάσταυρα(马斯陶拉)去掉前两个字母(μα)后便剩下 σταυρῶν(σταυρός 的复数属格,意为“十字架”)。τῶν ὑπολειπομένων 为中性复数实体化分词,指“剩下之物”,由 ἄξιος πολλῶν(配得上许多……)所统辖,暗示马尔库斯配得上剩下的文字所构成的惩罚——十字架刑。
- 11.231παρὰ γράμμα γράφῃ
短语 παρὰ γράμμα 意为“差一个字母”或“仅差一字”。γράφῃ 是 γράφω 的中被动态第二人称单数形式,表示“你被书写/被起诉”。它与前一行的 διὰ γράμμα(通过文字)形成对比,利用谐音和文字差异讽刺其所招致的诸般罪名。
- 11.238εἰς ὥρας
习语,意为“直到来年/在下一季度”(相当于 εἰς νέωτα)或极言“长久以往”。在第238首中表示他们将“长久地/至来年”卑劣至极;在第243首中则指沐浴者要到“一年之后”才会返回。
- 11.246μικροῦ ῥιζοβολεῖ τὰ κάτω
属格 μικροῦ 用作副词,意为“几乎、差一点”(相当于 ὀλίγου δεῖν)。中性复数主语 τὰ κάτω 指“下部(船底)”,整句意为“船底几乎要扎下根去”,夸张地形容船身沉重如铅、几欲下沉触底。
