← 希腊诗选

希腊诗选 卷四

§11.209-11.229

对怯懦士兵、拙劣画家与恶人的讽刺

本组短诗始于对贪恋土地者的警诫,讽刺了惧怕战场与壁画的懦夫士兵、拙劣的画家与不像父亲的子嗣,调侃了口交与同性性行为,最后以针对恶人的刻毒咒骂作结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
209

​Ammianus κἂν μέχρις Ἡρακλέους στηλῶν ἔλθῃς παρορίζων, γῆς μέρος ἀνθρώποις πᾶσιν ἴσον σε μένει, κείσῃ δʼ Ἴρῳ ὅμοιος, ἔχων ὀβολοῦ πλέον οὐδὲν, εἰς τὴν οὐκέτι σὴν γῆν ἀναλυόμενος.

安米阿努斯 即使你不断扩展田界直至赫拉克勒斯石柱, 等待着你的,也不过是留给全人类同样大小的一席之地; 你躺下时将如同乞丐伊罗斯,除了仅值一文的钱币外一无所有, 化入那不再属于你的泥土之中。

210

​Lucillius εἰς δειλούς ἄνθρακα καὶ δάφνην παραβύεται ὁ στρατιώτης Αὖλος, ἀποσφίγξας μήλινα λωμάτια. φρίσσει καὶ τὸ μάτην ἴδιον ξίφος. ἢν δὲ ποτʼ εἴπῃς, ἔρχοντʼ, ἐξαπίνης ὕπτιος ἐκτέταται. οὐδενὶ δʼ οὐ Πολέμωνι προσέρχεται, οὐ Στρατοκλείδῃ· ἀλλὰ φίλῳ χρῆται πάντοτε Λυσιμάχῳ.

卢基利乌斯(题懦夫) 士兵奥卢斯紧紧束起长袍的黄色下摆, 把木炭和月桂叶塞进怀中。 他连自己白白佩带的利剑都会感到发怵;若是你喊一声: “敌人来了!” 他便立刻四脚朝天地仰面昏厥过去。 他从不结交任何名叫波勒蒙或斯特拉托克勒得斯的人, 而是一直与名叫吕西马科斯的朋友为伴。

​Lucillius Γραπτὴν ἐν τοίχῳ Καλπούρνιος ὁ στρατιώτης, ὡς ἔθος ἐστίν, ἰδὼν τὴν ἐπὶ ναυσὶ μάχην, ἄσφυκτος καὶ χλωρὸς ὁ θούριος ἐξετανύσθη, ζωγρεῖτε, κράξας, Τρῶες ἀρηΐφιλοι. καὶ μὴ τέτρωται κατεμάνθανε, καὶ μόλις ἔγνω ζῆν, ὅτε τοῖς τοίχοις ὡμολόγησε λύτρα.

卢基利乌斯 士兵卡尔普尔尼乌斯按照惯例,在墙上 看到了那幅描绘战船旁拼杀的壁画, 这位勇猛的军士立刻脉搏顿止、面如土色地瘫倒在地, 高喊着: “饶我一命, 喜爱战阵的特洛伊人啊!” 他不住地摸索全身查看是否负伤,直到对那面墙 许下交付赎金的誓言,才勉强确信自己还活着。

​Lucillius εἰς ζωγράφου τεκνίον εὔμορφον, Διόδωρε, γράφειν σ’ ἐκέλευσα· ἀλλὰ σύ μοι προφέρεις τεκνίον ἀλλότριον, τὴν προτομὴν αὐτῷ περιθεὶς κυνός· ὥστε με κλάειν πῶς μοι Ζωπυρίων ἐξ Ἑκάβης γέγονεν. καὶ πέρας ἓξ δραχμῶν Ἐρασίστρατος ὁ κρεοπώλης ἐκ τῶν Ἰσείων υἱὸν Ἄνουβιν ἔχω.1

卢基利乌斯(题画家) 狄奥多洛斯啊,我雇你画我俊俏的幼子; 你拿出来的却是一个陌生的野孩子, 还在他头上安了一个狗脑袋;以至于我不得不悲叹, 我的佐皮里翁怎会是赫卡柏生下的孽种。 最终,身为屠户的我埃拉西斯特拉托斯花了六个德拉克马, 却抱回一个仿佛来自伊西斯神庙的阿努比斯当儿子。

​Julius leonidas εἰκόνα Μηνοδότου γράψας Διόδωρος ἔθηκεν πλὴν τοῦ Μηνοδότου πᾶσιν ὁμοιοτάτην.

尤利乌斯·莱奥尼达斯 狄奥多洛斯画了梅诺多托斯的画像并展示出来, 除了梅诺多托斯本人以外,像极了世上的所有人。

​Lucillius γράψας Δευκαλίωνα, Μενέστρατε, καὶ Φαέθοντα, ζητεῖς τίς τούτων ἄξιός ἐστι τίνος. τοῖς ἰδίοις αὐτοὺς τιμήσομεν ἄξιος ὄντως ἐστὶ πυρὸς Φαέθων, Δευκαλίων δʼ ὕδατος.

卢基利乌斯 墨涅斯特拉托斯啊,你画了丢卡利翁与法厄同, 问他们两个谁配得上何种待遇。 我们将按他们各自的本性来论定:法厄同确实 配得上烈火,而丢卡利翁则配得上沉水。

215

​Lucillius εἴκοσι γεννήσας ὁ ζωγράφος Εὔτυχος υἱούς, οὐδʼ ἀπὸ τῶν τέκνων οὐδὲν ὅμοιον ἔχει.

卢基利乌斯 画家欧堤库斯养育了二十个儿子, 就连从自己的孩子们那里,他也没有任何相似之物。

​Lucillius εἰς ἀσελγεῖς τὸν φιλόπαιδα Κράτιππον ἀκούσατε· θαῦμα γὰρ ὑμῖν καινὸν ἀπαγγέλλω· πλὴν μεγάλαι Νεμέσεις. τὸν φιλόπαιδα Κράτιππον ἀνεύρομεν ἄλλο γένος τι τῶν ἑτεροζήλων. ἤλπισα τοῦτʼ ἂν ἐγώ; ἤλπισα τοῦτο, Κράτιππε· μανήσομαι εἰ, λύκος εἶναι πᾶσι λέγων, ἐφάνης ἐξαπίνης ἔριφος;2

卢基利乌斯(题放荡者) 听听关于喜好少年的克拉提普斯的故事吧;我向你们宣布 一件新鲜的奇闻;然而复仇女神的威力真是不可小觑! 我们发现喜爱男童的克拉提普斯成了另类 被动受虐者。我何曾料想过会发生这种事? 我怎会料想这等事呢,克拉提普斯?你曾对众人扬言自己是野狼, 如今却忽然以一只小山羊的姿态现身,这怎能不叫我惊骇发狂?

​Lucillius φεύγων τὴν ὑπόνοιαν Ἀπολλοφάνης ἐγάμησεν, καὶ διὰ τῆς ἀγορᾶς νυμφίος ἦλθε μέσης, αὔριον εὐθύ, λέγων, ἕξω τέκνον. εἶτα προῆλθεν αὔριον, ἀντὶ τέκνου τὴν ὑπόνοιαν ἔχων.

卢基利乌斯 为摆脱嫌疑,阿波罗法涅斯娶了亲, 作为新郎阔步穿过市集中央, 口中念叨着: “明天我立刻 就会有个孩子。”随后到了翌日 他再度露面,怀中抱着的却依旧是那份嫌疑,而非骨肉。

​Crates Χοίριλος Ἀντιμάχου πολὺ λείπεται· ἀλλʼ ἐπὶ πᾶσιν Χοίριλον Εὐφορίων εἶχε διὰ στόματος, καὶ κατάγλωσσ’ ἐπόει τὰ ποιήματα,3 καὶ τὰ Φιλητᾶ ἀτρεκέως ᾔδει· καὶ γὰρ Ὁμηρικὸς ἦν.

克拉忒斯 霍伊里洛斯远逊于安提马科斯;但欧福里翁 却在一切场合将霍伊里洛斯挂在嘴边, 并在诗作中填塞艰涩古语,对菲利塔斯的词汇 亦了如指掌;毕竟他本就是研究荷马的学者。

​Antipater οὐ προσέχω, καίτοι πιστοί τινες· ἀλλὰ μεταξύ, πρὸς Διός, εἴ με φιλεῖς, Πάμφιλε, μή με φίλει.

安提帕特 我本不在意,虽说有些人言之凿凿;但且慢, 凭着宙斯起誓,潘菲洛斯啊,你若真心爱我,就别吻我。

220

​Anonymi Epigrammatici Ἀλφειοῦ στόμα φεῦγε· φιλεῖ κόλπους Ἀρεθούσης, πρηνὴς ἐμπίπτων ἁλμυρὸν ἐς πέλαγος.

无名氏短诗诗人 避开阿尔斐奥斯河口吧;它钟情于阿勒图萨的怀抱, 俯身冲入那片苦咸的汪洋之中。

​Ammianus οὐχ ὅτι τὸν κάλαμον λείχεις, διὰ τοῦτό σε μισῶ, ἀλλʼ ὅτι τοῦτο ποιεῖς καὶ δίχα τοῦ καλάμου.

安米阿努斯 我并非因为你舔舐笔管才痛恨你; 而是因为即便没有笔管,你也照样做这勾当。

​Anonymi Epigrammatici Χείλων καὶ ΛΕΙΧΩΝ ἴσα γράμματα. ἐς τί δὲ τοῦτο; λείχει γὰρ ΧΕΙΛΩΝ, κἂν ἴσα, κἂν ἄνισα.

无名氏短诗诗人 “海隆”与“舔舐者”字母完全相同。可这又有何用? 因为无论相同与否,海隆都在舔舐不止。

​Meleager εἰ βινεῖ Φαβορῖνος ἀπιστεῖς· μηκέτʼ ἀπίστει· αὐτός μοι βινεῖν εἶπʼ ἰδίῳ στόματι.4

墨勒阿革洛斯 你若怀疑法沃里努斯是否沉溺淫乱,就别再怀疑了; 是他自己用自己的嘴告诉我他做这事的。

​Antipater ἑστηκὸς τὸ Κίμωνος ἰδὼν πέος, εἶφʼ ὁ Πρίηπος· οἴμοι, ὑπὸ θνητοῦ λείπομαι ἀθάνατος.

安提帕特 普里阿普斯看见基蒙昂首挺立的阳物,叹道: “哎呀,我这不朽的神明,竟然输给了一个凡人。”

225

​Straton ἡ κλίνη πάσχοντας ἔχει δύο, καὶ δύο δρῶντας, οὓς σὺ δοκεῖς πάντας τέσσαρας· εἰσὶ δὲ τρεῖς. ἢν δὲ πύθῃ. πῶς τοῦτο; τὸν ἐν μέσσῳ δὶς ἀρίθμει, κοινὰ πρὸς ἀμφοτέρους ἔργα σαλευόμενον.5

斯特拉同 卧榻之上躺着两个受动者和两个施动者, 你以为总共是四个人;其实只有三个人。 若问缘由何在?将当中的那个人数上两遍便是, 他正摇摆着身躯,同时向两头操持着共同的劳作。

​Ammianus εἴη σοι κατὰ γῆς κούφη κόνις, οἰκτρὲ Νέαρχε, ὄφρα σε ῥηιδίως ἐξερύσωσι κύνες.

安米阿努斯 愿地下覆在你身上的尘土是轻盈的,可怜的涅阿尔库斯啊, 好让野狗能轻易将你刨掘出来!

​Ammianus θᾶττον ποιήσει μέλι κάνθαρος ἢ γάλα κώνωψ, ἢ σύ τι ποιήσεις, σκορπίος ὤν, ἀγαθόν. οὔτε γὰρ αὐτὸς ἑκοντὶ ποιεῖς, οὔτʼ ἄλλον ἀφίης, ὡς ἀστὴρ Κρονικὸς πᾶσιν ἀπεχθόμενος.

安米阿努斯 屎壳郎酿出蜂蜜,蚊子挤出奶水, 也比你身为一只蝎子做出任何善事要快得多。 因为你既不愿自己主动为善,也不容许他人行善, 如同那颗遭所有人憎恶的土星一般。

​Ammianus μητέρα τις, πατέρʼ ἄλλος ἀπέκτανεν, ἄλλος ἀδελφόν· Πωλιανὸς τοὺς τρεῖς, πρῶτος ἀπʼ Οἰδίποδος.

安米阿努斯 有人弑母,有人弑父,有人杀兄; 波利亚诺斯一人弑杀了这三位至亲,自俄狄浦斯以来尚属首例。

​Ammianus ὀψὲ ποθʼ ἡ ποδάγρα τὸν ἑαυτῆς ἄξιον εὗρεν, ὃν ποδαγρᾶν πρὸ ἐτῶν ἄξιον ἦν ἑκατόν.

安米阿努斯 痛风终究寻到了配得上它的主人, 一个在百年前就早该患上痛风的恶人。

语法注5 条
  1. 11.212καὶ πέρας ἓξ δραχμῶν Ἐρασίστρατος ὁ κρεοπώλης ἐκ τῶν Ἰσείων υἱὸν Ἄνουβιν ἔχω

    主格名词短语 Ἐρασίστρατος ὁ κρεοπώλης(屠户埃拉西斯特拉托斯)作为同位语,直接修饰第一人称单数动词 ἔχω(我拥有)的隐伏主语(意即“身为屠夫的我埃拉西斯特拉托斯……”)。ἓξ δραχμῶν 为表示代价与价格的属格,与副词短语 καὶ πέρας(最终)相配合,表示“最终花了六个德拉克马”。全句讽刺画家把儿子的脸画得像狗,以至于自己如同从伊西斯神庙抱回了犬首神阿努比斯当儿子。

  2. 11.216μανήσομαι εἰ, λύκος εἶναι πᾶσι λέγων, ἐφάνης ἐξαπίνης ἔριφος;

    μανήσομαι εἰ... 属于在表示心理或情感状态的动词之后接 εἰ 从句的句式,意为“若……我岂能不发狂”,用以表达强烈的惊骇与困惑。通过 λύκος(狼,施动捕食者)与 ἔριφος(小山羊,被动猎物)的鲜明对照,极尽讽刺原本自诩为主动的娈童恋者克拉提普斯沦为了受动者。

  3. 11.218κατάγλωσσ’ ἐπόει τὰ ποιήματα

    κατάγλωσσα 为充当宾语补足语的中性复数宾格形容词,与动词 ἐπόει 构成双宾格使役结构,意为“使他的诗歌充斥着生僻晦涩的古语(glōssai)”。此处讽刺了希腊化时期诗人对冷僻罕见词汇的盲目炫学之风。

  4. 11.223αὐτός μοι βινεῖν εἶπʼ ἰδίῳ στόματι

    手段与格 ἰδίῳ στόματι(用他自己的嘴)表面上修饰言语动词 εἶπε(“他亲口告诉我”),但同时又与前面的不定式 βινεῖν 产生语义重叠,形成了双关修辞,暗指他正是“用自己的嘴”来行淫(即进行口交)。

  5. 11.225τὸν ἐν μέσσῳ δὶς ἀρίθμει, κοινὰ πρὸς ἀμφοτέρους ἔργα σαλευόμενον

    分词 σαλευόμενον 与宾格短语 τὸν ἐν μέσσῳ(中间的那个人)保持性数格一致。名词短语 κοινὰ ἔργα 充当该中动态分词的内在宾格(同源宾格),意为“向双方摇摆着操持共同的劳作”。这解释了何以“两个施动者与两个受动者”合起来只有三个人,因为中间之人同时兼具了主动与被动的双重角色。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.209-11.229