- 底本
- Greek Anthology, Vol. 4. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.191-11.208
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段收录了多首讽刺短诗:嘲弄笨拙残忍的理发师、讥讽嫉妒者自戕其身的阴暗心理、行猎无获反将猎犬吊死献祭的猎人、悲叹粗俗剧场观众趣味的落魄演员、讽刺丑女及其虚伪贞洁、借拆字游戏揭露好色隐秘、极尽夸张地将巨鼻比作万能工具或梯子、揭露贪图遗产而续弦的精明算计,以及痛斥在宴席上暴饮暴食、席卷残羹与呕吐失态的贪婪食客。
Lucillius Ἆρες Ἄρες βροτολοιγέ, μιαιφόνε, παύεο, κουρεῦ, τέμνων οὐ γὰρ ἔχεις οὐκέτι ποῦ με τεμεῖς·1 ἀλλʼ ἤδη μεταβὰς ἐπὶ τοὺς μύας ἢ τὰ κάτωθεν τῶν γονάτων, οὕτω τέμνε με, καὶ παρέχω. νῦν μὲν γὰρ μυιῶν ὁ τόπος γέμει· ἢν δʼ ἐπιμείνῃς, ὄψει καὶ γυπῶν ἔθνεα καὶ κοράκων.
卢基利乌斯 “阿瑞斯,阿瑞斯,残害生灵者,满身血污者!”—— 住手吧,理发师, 别再割了;因为在我身上你已没有别处可割了; 还是挪到我的肌肉上,或是双膝 以下的位置,在那里割我吧,我任你处置。 眼下这里早已落满了苍蝇;若是你再坚持割下去, 怕是连兀鹰和乌鸦的成群队伍也能见到了。
Lucillius εἰς φθονερούς μακροτέρῳ σταυρῷ σταυρούμενον ἄλλον ἑαυτοῦ ὁ φθονερὸς Διοφῶν ἐγγὺς ἰδὼν ἐτάκη.
卢基利乌斯(题嫉妒者) 嫉妒鬼狄奥蓬看见身边有人被钉在比自己更高的十字架上, 竟心痛得消瘦枯槁而死。
Anonymi Epigrammatici ὁ φθόνος ὡς κακόν ἐστιν· ἔχει δέ τι καλὸν ἐν αὑτῷ· τήκει γὰρ φθονερῶν ὄμματα καὶ κραδίην.
无名氏短诗诗人 嫉妒何其险恶!然而它本身亦有一处善处: 因它消磨的乃是嫉妒者本人的双眼与心肝。 卢基利乌斯
Lucillius Πανὶ φιλοσπήλυγγι καὶ οὐρεοφοιτάσι Νύμφαις, καὶ Σατύροις, ἱεραῖς τʼ ἔνδον Ἁμαδρυάσιν, σὺν κυσὶ καὶ λόγχαις συοφόντισι Μάρκος μηδὲν ἑλὼν, αὐτοὺς τοὺς κύνας ἐκρέμασεν.
面对喜爱洞穴的潘神、巡行山峦的宁芙仙女、 萨堤洛斯们,以及深林中神圣的树精仙女, 马尔库斯带上猎犬与猎猪长矛前去行猎, 结果一无所获,便把猎犬本身吊死献作祭品。
Dioscorides Γάλλον Ἀρισταγόρης ὠρχήσατο· τοὺς δὲ φιλόπλους Τημενίδας ὁ καμὼν πολλὰ διῆλθον ἐγώ. χὠ μὲν τιμηθεὶς ἀπεπέμπετο· τὴν δὲ τάλαιναν Ὑρνηθὼ κροτάλων εἷς ψόφος ἐξέβαλεν. εἰς πῦρ ἡρώων ἴτε πρήξιες·2 ἐν γὰρ ἀμούσοις καὶ κόρυδος κύκνου φθέγξετʼ ἀοιδότερον.
狄奥斯科里得斯 阿里斯塔戈拉斯跳起加罗斯(阉割祭司)之舞;而我竭尽心力, 演完了喜好兵戈的忒墨诺斯后裔之悲剧。 前者受人尊崇被送下场;而可怜的 许耳涅托,仅凭拍板的一声响便被轰下了台。 化为飞灰去吧,英雄的业绩!因为在粗俗无知之辈当中, 哪怕是百灵鸟的叫声,听来也比天鹅更加动人。
Lucillius εἰς αἰσχρούς ῥύγχος ἔχουσα Βιτὼ τριπιθήκινον, οἷον ἰδοῦσαν τὴν Ἑκάτην αὑτὴν οἴομʼ ἀπαγχονίσαι, εἰμί, λέγει, σώφρων, Λουκίλλιε, καὶ μονοκοιτῶ. αἰδεῖται, γάρ ἴσως, παρθένος εἰμί, λέγειν. εἰ δὲ γέ τις μισεῖ με, κακὸν τοιοῦτο γαμήσας, τῆς αὐτῆς σχοίη τέκνα σαοφροσύνης.
卢基利乌斯(题丑陋者) 比托长着一张三只猴子揉合而成的丑嘴脸,我想哪怕是 赫卡忒女神亲自见了,也会上吊自尽; 她却说道:“卢基利乌斯, 我是贞洁之妇,向来独寝。” 大概她是害羞吧, 不敢直说“我还是个处女”。 但若有人怨恨我,就让他娶了这等祸水, 从同样的“贞洁”里生出一窝子孙来吧!
Lucillius ἤθελε ΔΡΙΜΥΣ ἄγαν τὸ πρόσθʼ Ἱερώνυμος εἶναι· νῦν δὲ τὸ ΔΡΙ μὲν ἔχει, ΛΟΣ δὲ τὸ ΜΥΣ γέγονεν.
卢基利乌斯 希厄罗纽摩斯从前极想显得尖锐刻薄(drimys); 如今他固然保住了“dri”,可那“mys”却变成了“los”(drilos,受虐男色者)。
Theodorus Ἑρμοκράτης τᾶς ῥινός·3 ἐπεί, τὰν ῥῖνα λέγοντες Ἑρμοκράτους, μικροῖς μακρὰ χαριζόμεθα.
狄奥多洛斯 赫耳摩克拉忒斯是属于其长鼻的随从;因为若说“赫耳摩克拉忒斯的 鼻子”,无异于将宏伟之物屈尊赋予了微末之人。
Julius leonidas ἰχθῦν ὁ γρυπὸς Σωσίπτολις οὐκ ἀγοράζει, προῖκα δʼ ἔχει πολλὴν ἐξ ἁλὸς εὐβοσίην, οὐ λίνον, οὐ κάλαμον προσάγων, τῇ ῥινὶ δὲ προσθεὶς ἄγκιστρον, σύρει πάντα τὰ νηχόμενα.
尤利乌斯·莱奥尼达斯 鹰钩鼻的索西普托利斯从不买鱼, 却能源源不断地从海里白得丰美粮食; 他既不用丝线,也不用钓竿,只需在鼻子上挂个 鱼钩,便能将水中游物尽数拖上来。
Julius leonidas Ζηνογένους οἶκος κατεκαίετο, πολλὰ δʼ ἐμόχθει ἐκ θυρίδος ζητῶν αὑτὸν ὑπεκχαλάσαι· ἰκρία συμπήξας οὐκ ἔφθανεν ὀψὲ δʼ ἐπιγνούς, τὴν ῥῖνʼ Ἀντιμάχου κλίμακα θεὶς ἔφυγεν.
尤利乌斯·莱奥尼达斯 芝诺革涅斯的房子失火了,他费尽九牛二虎之力 想从窗户把自己缒下去; 搭起木架却为时已晚;最终他急中生智, 把安提马科斯的鼻子当作梯子架上,这才逃出生天。
Ammonides Ἀντιπάτραν γυμνὴν εἴ τις Πάρθοισιν ἔδειξεν, ἔκτοθεν ἂν στηλῶν Ἡρακλέους ἔφυγον.
安莫尼得斯 若是有人把赤身裸体的安提帕特拉亮给帕提亚人看, 他们怕是会一路逃到赫拉克勒斯石柱之外去。
Anonymi Epigrammatici τὴν γραῦν ἐκκομίσας, φρονίμως πάνυ Μόσχος ἔγημε παρθένον· ἡ φερνὴ δʼ ἔνδον ἔμεινεν ὅλη. ἄξιον αἰνῆσαι Μόσχου φρένας, ὃς μόνος οἶδε καὶ τίνα δεῖ κινεῖν καὶ τίνα κληρονομεῖν.
无名氏短诗诗人 莫斯库斯出殡埋了老妪,极富智谋地另娶了 一位处女;整份嫁妆全留在了家中。 莫斯库斯的聪明才智当真值得赞许,唯独他通晓 该与何人行房,又该继承何人的遗产。
Anonymi Epigrammatici ἡ ῥὶς Κάστορός ἐστιν, ὅταν σκάπτῃ τι, δίκελλα· σάλπιγξ δʼ, ἂν ῥέγχῃ· τῇ δὲ τρύγῃ, δρέπανον· ἐν πλοίοις ἄγκυρα· κατασπείροντι δʼ ἄροτρον ἄγκιστρον ναύταις ὀψοφάγοις κρεάγρα· ναυπηγοῖς σχένδυλα· γεωργοῖς δὲ πρασόκουρον τέκτοσιν ἀξίνη· τοῖς δὲ πυλῶσι κόραξ. οὕτως εὐχρήστου σκεύους Κάστωρ τετύχηκε, ῥῖνα φέρων πάσης ἄρμενον ἐργασίης.
无名氏短诗诗人 卡斯托耳的鼻子,若刨土便是双头锄; 若打呼噜便是军号;到了采摘葡萄时便是镰刀; 在船上是铁锚;播种时是犁耙; 对于水手是鱼钩;对于馋肉之徒是肉叉; 对于造船匠是钳子;对于农夫是割葱刀; 对于木匠是手斧;对于大门则是门闩。 卡斯托耳当真得了件极顺手的器皿, 顶着一个无论做何等劳作皆派得上用场的鼻子。
Palladas ῥήτορα Μαῦρον ἰδὼν ἐτεθήπεα, ῥυγχελέφαντα, χείλεσι λιτραίοις φθόγγον ἱέντα φόνον.
帕拉达斯 看见长着象鼻的雄辩家毛鲁斯,我惊骇莫名, 他那重达一磅的厚唇吐出索命的声响。
Lucillius εἰς ἀπλήστους οὐδὲν ἀφῆκεν ὅλως, Διονύσιε, λείψανον Αὔλῳ Εὐτυχίδης δειπνῶν, ἦρε πάντʼ ὀπίσω· καὶ νῦν Εὐτυχίδης μὲν ἔχει μέγα δεῖπνον ἐν οἴκῳ, μὴ κληθεὶς δʼ Αὖλος ξηροφαγεῖ καθίσας.
卢基利乌斯(题贪得无厌者) 狄奥尼修斯啊,欧堤基得斯共餐之时压根没给奥卢斯留下一丁点剩饭, 一股脑全打包带回家去了; 如今欧堤基得斯在自家大摆筵席, 未得邀请的奥卢斯却只能枯坐嚼着干粮。
Lucillius οὕτω σοι πέψαι, Διονύσιε, ταῦτα γένοιτο4 πάντα· νόμου δὲ χάριν, δός τι καὶ ὧδε φαγεῖν κἀγὼ κέκλημαι, κἀμοὶ παρέθηκέ τι τούτων γεύσασθαι Πόπλιος, κἀμὸν ἔπεστι μέρος· εἰ μὴ λεπτὸν ἰδών με δοκεῖς κατακεῖσθαι ἄρωστον, εἶθʼ οὕτως τηρεῖς, μή σε λαθών τι φάγω.
卢基利乌斯 愿你能平安消化掉这一切,狄奥尼修斯; 但看在礼节的分上,也分点东西给我吃吧。 我也是受邀的客人,普布利乌斯把这些菜摆在我面前 让我品尝,这里头自有我的一份; 除非你见我身形清瘦,便以为我是卧病在此, 这才这般严防死守,生怕我背着你偷吃一口。
Lucillius καὶ τρώγεις ὅσα πέντε λύκοι, Γάμε, καὶ τὰ περισσά, οὐ τὰ σά, τῶν δὲ πέριξ, πάντα δίδως ὀπίσω. πλὴν μετὰ τοῦ κοφίνου τοῦ πρὸς πόδας αὔριον ἔρχου, πρίσματα καὶ σπόγγον καὶ σάρον εὐθὺς ἔχων.
卢基利乌斯 加摩斯啊,你吃得如同五条饿狼,而那些多出来的、 不属于你而是邻席客人的饭菜,你全递到身后去。 明天你还是带着放在脚边的竹筐来吧, 随身备好木屑、海绵和扫帚。
Lucillius ἦν βραδὺς Εὐτυχίδας σταδιοδρόμος· ἀλλʼ ἐπὶ δεῖπνον ἔτρεχεν, ὥστε λέγειν Εὐτυχίδας πέταται.
卢基利乌斯 短跑赛场上欧堤基达斯步履蹒跚;可一旦奔向饭局, 他跑得简直让人惊叹:“欧堤基达斯飞起来了!”
- 11.191οὐ γὰρ ἔχεις οὐκέτι ποῦ με τεμεῖς
此处采用 ἔχω + 疑问词 + 虚拟式/将来直陈式的结构,表示“没有……的地方/方法”。ποῦ με τεμεῖς 为将来直陈式,构成间接疑问从句作为 ἔχεις 的宾语。
- 11.195εἰς πῦρ ἡρώων ἴτε πρήξιες
ἴτε 是动词 εἶμι 的现在时祈使语气主动态第二人称复数(“去吧!”)。主语是阴性复数名词 πρήξιες(爱奥尼亚方言形式,等同于 πράξεις)。整句为愤懑呼告:“英雄们的伟绩啊,化作飞灰去吧!”
- 11.198Ἑρμοκράτης τᾶς ῥινός
属格 τᾶς ῥινός(多利安方言形式,相当于 τῆς ῥινός)与主格 Ἑρμοκράτης 构成表示归属的述语属格(即“赫耳摩克拉忒斯是属于鼻子的”)。正如后句所解释的那样,作者通过仅用属格颠倒了通常的所属关系(不是“赫耳摩克拉忒斯的鼻子”,而是人成了鼻子的附属品),从而产生滑稽效果。
- 11.206οὕτω σοι πέψαι, Διονύσιε, ταῦτα γένοιτο
此处采用 οὕτω + 愿望希求式(γένοιτο)+ 不定词(πέψαι)结构,表示祝愿或誓言:“愿你能够如此消化这一切!”在希腊语中常与随后的祈使句(δός)呼应,构成“但愿你……以此为祈,也请分我一点”的讽刺性请求式愿望。
