← 希腊诗选

希腊诗选 卷四

§11.171-11.190

对守财奴、窃贼与拙劣艺人的讽刺

一组讽刺守财奴与杀婴吝啬鬼、洗劫神像的窃贼、不公法官、文字双关谜语,以及拙劣音乐家、演员与理发师的警句诗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
171

​Lucillius θνῄσκων Ἑρμοκράτης ὁ φιλάργυρος ἐν διαθήκαις αὑτὸν τῶν ἰδίων ἔγραφε κληρονόμον. ψηφίζων δʼ ἀνέκειτο πόσον δώσει διεγερθεὶς ἰητροῖς μισθοῦ, καὶ τί νοσῶν δαπανᾷ· ὡς δʼ εὗρε πλείω δραχμὴν μίαν,1 ἢν διασωθῇ, λυσιτελεῖ θνῄσκειν, εἶπε, καὶ ἐξετάθη. κεῖται δʼ οὐδὲν ἔχων ὀβολοῦ πλέον οἱ δὲ τὰ κείνου χρήματα κληρονόμοι ἥρπασαν ἀσπασίως.

卢基利乌斯 守财奴赫耳摩克拉忒斯临终之时,在遗嘱里 将自己立为自产的继承人。 他躺在床上盘算着:若是病体痊愈起身,要付给医生多少酬金, 以及自己卧病在床正耗费多少资财; 而当他发现若是活下来反倒要多花一个德拉克马时, 便说道:“还是死了划算”,随即伸直双腿咽了气。 他如今躺在那里,除了一个奥博尔之外一无所有,而他的遗产 却被继承人们欣喜若狂地瓜分一空。

​Lucillius γεννηθὲν τέκνον κατεπόντισεν Αὖλος ὁ κνιπός, ψηφίζων αὐτοῦ σῳζομένου δαπάνας.

卢基利乌斯 吝啬鬼奥卢斯将刚出生的孩子沉入水中溺毙, 因为他盘算着养活这孩子所需的耗费。

​Philippus εἰ τὸ μὲν ἐκδεδάνεικας, ὃ δʼ ἄρτι δίδως, ὃ δὲ μέλλεις, οὐδέποτʼ εἶ τοῦ σοῦ κύριος ἀργυρίου.

腓力 倘若你一笔钱已借贷出去,另一笔钱刚送出手,还有一笔正打算给出, 那么你便永远不是自己银钱的主人。

​Lucillius εἰς κλέπτας τὰν ἀναδυομέναν ἀπὸ ματέρος ἄρτι θαλάσσας Κύπριν ὅλην χρυσῆν ἐχθὲς ἔκλεψε Δίων καὶ χερὶ προσκατέσυρεν ὁλοσφύρητον Ἄδωνιν, καὶ τὸ παρεστηκὸς μικρὸν Ἐρωτάριον. αὐτοὶ νῦν ἐρέουσιν ὅσοι ποτὲ φῶρες ἄριστοι· οὐκέτι σοὶ χειρῶν εἰς ἔριν ἐρχόμεθα

卢基利乌斯(题窃贼) 狄翁昨日盗走了通体纯金、刚从母海破浪而出的 塞浦路斯女神(阿佛洛狄忒)雕像, 并亲手将整块捶炼的金身阿多尼斯, 以及伫立在旁的小厄洛斯一并拽走。 如今古往今来最出色的窃贼们自己也会甘拜下风: “我们再也不敢与你比试手艺了!”

175

​Lucillius τὸν θεὸν αὐτὸν ἔκλεψεν, ὃν ὁρκίζεσθαι ἔμελλεν Εὐτυχίδης, εἰπών οὐ δύναμαὶ σ’ ὀμόσαι.

卢基利乌斯 欧堤基得斯竟把本该指着发誓的本尊神像偷走了, 嘴里还念叨着:“我没法指着你起誓。”

​Lucillius τὸν πτανὸν Ἑρμᾶν, τὸν θεῶν ὑπηρέταν, τὸν Ἀρκάδων ἄνακτα, τὸν βοηλάταν, ἑστῶτα τῶνδε γυμνασίων ἐπίσκοπον, ὁ νυκτικλέπτας Αὖλος εἶπε βαστάσας· πολλοὶ μαθηταὶ κρείσσονες διδασκάλων.

卢基利乌斯 展翅的赫耳墨斯、诸神的仆役、 阿卡迪亚的君王、盗牛之神, 曾作为这所角力学校的守护者伫立在此; 夜盗奥卢斯将他抬起,说道: “青出于蓝而胜于蓝啊!”

​Lucillius τὸν τῶν κλεπτόντων μανύτορα Φοῖβον ἔκλεψεν Εὐτυχίδης, εἰπών, “μὴ πάνυ πολλὰ λάλει, σύγκρινον δὲ τέχνην τέχνῃ, καὶ χείρεσι χρησμούς, καὶ μάντιν κλέπτῃ, καὶ θεὸν Εὐτυχίδῃ· τῶν δʼ ἀχαλινώτων στομάτων χάριν αὐτίκα πραθείς, τοῖς ὠνησαμένοις πᾶν ὃ θέλεις με λέγε.”

卢基利乌斯 欧堤基得斯盗走了专揭发盗贼的福玻斯(阿波罗)神像, 说道:“别多费口舌了, 不如比比技艺与技艺、这双手与神谕、 预言家与神偷,以及神祇与欧堤基得斯吧! 既然你长了这张不知收敛的嘴,不妨立刻把你卖掉, 你去对那些买下你的人爱说我什么就说什么去吧。”

​Lucillius βουκόλε, τὰν ἀγέλαν πόρρω νέμε, μή σε Περικλῆς ὁ κλέπτης αὐταῖς βουσὶ συνεξελάσῃ.2

卢基利乌斯 牧牛人啊,快把牛群赶到远远的地方放牧吧,免得窃贼伯里克利 连你带着牛群一并卷走!

​Lucillius εἰ πόδας εἶχε Δίων οἵας χέρας, οὐκέτʼ ἂν Ἑρμῆς πτηνὸς ἐν ἀνθρώποις, ἀλλὰ Δίων ἐκρίθη.

卢基利乌斯 若是狄翁的腿脚能有他那双贼手一般利落,在世人眼中被判定为生翅者的 便不再是赫耳墨斯,而是狄翁了。

180

​Ammianus εἰδοὺς οὐ κρίνει Πολέμων, νώναις κατακρίνει· κἂν δῷς, κἂν μὴ δῷς, ἔστιν ἀεὶ Πολέμων.

安米阿诺斯 波勒蒙不在伊杜斯日(十五日)审理,却在诺奈日(初七)定罪判决; 无论你行贿与否,他始终都是波勒蒙(好战寻衅之徒)。

​Ammianus ἠδειμεν, Πολέμων, Ἀντώνιον ὄντα σε πάντες· ἐξαπίνης τρία σοι γράμματα πῶς ἔλιπεν;

安米阿诺斯 波勒蒙啊,我们人人都晓得你本名安东尼乌斯(Antonius); 怎么突然之间你竟平白丢了三个字母(成了“可收买之人”)?

​Dionysius sophista ΧΟΙΡΙ μέν, οὐκ ΙΔΙΟΝ δέ3 με θύετε· καί με καλεῖτε χοιρίδιον, φανερῶς εἰδότες οὐκ ἴδιον.

智者狄奥尼修斯 你们拿我当“猪(choiri)”献祭,却“非自家所有(ouk idion)”; 你们管我叫“小乳猪(choiridion)”,分明心知肚明我“并非己物(ouk idion)”。

​Lucillius τὴν γένεσιν λυποῦντα μαθὼν Κρόνον Ἡλιόδωρος, νύκτωρ ἐκ ναοῦ χρύσεον ἦρε Κρόνον, τίς πρῶτος κακοποιὸς ἐλήλυθε πείρασον, εἰπών, “δέσποτα, καὶ γνώσῃ τίς τίνος ἐστὶ Κρόνος· ὃς δʼ ἄλλῳ κακὰ τεύχει, ἑῷ κακὸν ἥπατι τεύχει· εὑρών μοι τιμήν, πᾶν ἀνάτελλʼ ὃ θέλεις.”

卢基利乌斯 赫利奥多罗斯得知克洛诺斯(土星)在其生辰星盘中作祟, 便趁着夜色将金身克洛诺斯神像从神庙中盗走, 说道:“主人啊,你且瞧瞧究竟是谁先成了作恶之人, 你自会知晓谁才是谁的克洛诺斯(毁灭之星); ‘为他人设下祸端者,乃是自戕其身’。 等为我卖得好价钱,你爱升上哪座星座就升上去吧!”

​Lucillius ἐκ τῶν Ἑσπερίδων τῶν τοῦ Διὸς ἦρε Μενίσκος, ὡς τὸ πρὶν Ἡρακλέης, χρύσεα μῆλα τρία. καὶ τί γάρ; ὡς ἑάλω, γέγονεν μέγα πᾶσι θέαμα, ὡς τὸ πρὶν Ἡρακλέης ζῶν κατακαιόμενος.

卢基利乌斯 墨尼斯科斯从宙斯的赫斯珀里得斯圣所中, 如同当年的赫拉克勒斯一般,盗走了三个金苹果。 结果如何?一旦被捕,他便成了人人围观的盛大奇观—— 正如当年的赫拉克勒斯一般,被生生投火烧死。

185

​Lucillius εἰς κιθαρῳδοὺς ἀλλὰ μὴν καὶ τραγῳδοὺς καὶ κωμῳδούς Ἑλλήνων ἀπέλυε πόλιν ποτέ, δέσποτα Καῖσαρ, εἰσελθὼν ᾆσαι Ναύπλιον Ἡγέλοχος. Ναύπλιος Ἑλλήνεσσιν ἀεὶ κακόν· ἢ μέγα κῦμα νηυσὶν ἐπεμβάλλων,˘ ἢ κιθαρῳδὸν ἔχων.

卢基利乌斯(题竖琴歌手、悲剧与喜剧演员) 昔日黑格洛科斯登台演唱《瑙普利乌斯》之时,恺撒主上啊, 他竟将整座希腊人的城镇唱得空无一人。 瑙普利乌斯对希腊人而言当真是永恒的祸患:不是引滔天巨浪 覆灭其战船,便是带来了这么一位要命的歌手。

​Nicarchus II νυκτικόραξ ᾄδει θανατηφόρον ἀλλʼ ὅταν ᾄσῃ Δημόφιλος, θνήσκει καὐτὸς ὁ νυκτικόραξ.

尼卡库斯二世 夜鸦啼叫本主死兆;然而一旦德谟菲罗斯 放声高歌,就连夜鸦自己也会暴毙身亡。

​Julius leonidas Σιμύλος ὁ ψάλτης τοὺς γείτονας ἔκτανε πάντας νυκτὸς ὅλης ψάλλων, πλὴν ἑνὸς Ὠριγένους· κωφὸν γὰρ φύσις αὐτὸν ἐθήκατο· τοὔνεκεν αὐτῷ ζωὴν ἀντʼ ἀκοῆς δῶκε περισσοτέρην.

尤利乌斯·莱奥尼达斯 弹琴师西缪罗斯整夜弹奏不休, 将街坊四邻尽数折磨致死,唯独除了一位俄里根尼斯; 因为上天生就他是个聋子;因此上天 反倒赐予他更长的寿命来代替听觉。

​Ammianus Νικήτης ᾄδων τῶν ᾠδῶν ἐστιν Ἀπόλλων ἂν δʼ ἰατρεύῃ, τῶν θεραπευομένων.

安米阿诺斯 尼刻忒斯高歌之时,宛如掌管歌乐的阿波罗; 可一旦他行医治病,便成了患者们的索命阿波罗(毁灭者)。

​Lucillius πέντʼ ὀβολῶν πέπρακεν Ἀπολλοφάνης ὁ τραγῳδὸς πέντε θεῶν σκευήν, Ἡρακλέους ῥόπαλον, Τισιφόνης τὰ φόβητρα, Ποσειδῶνος τριόδοντα, ὅπλον Ἀθηναίης, Ἀρτέμιδος φαρέτρην. οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἐξεδύθησαν εἰς βραχὺ σιταρίου κέρμα καὶ οἰναρίου.4

卢基利乌斯 悲剧演员阿波罗法涅斯仅以五枚奥博尔的贱价, 卖掉了五尊神祇的行头:赫拉克勒斯的木槌、 提西福涅的恐吓面具、波塞冬的三叉戟、 雅典娜的披甲,以及阿耳忒弥斯的箭袋。 那些与宙斯并坐的神仙们, 竟为了换取一点面包与葡萄酒的碎银而被剥了个精光。

190

​Lucillius εἰς κουρέας τὸν δασὺν Ἑρμογένην ζητεῖ πόθεν ἄρξεθʼ ὁ κουρεὺς κείρειν τὴν κεφαλήν, ὄνθʼ ὅλον ὡς κεφαλήν.

卢基利乌斯(题理发师) 毛发浓密的赫耳摩革涅斯的脑袋该从何处开始剃起,理发师抓耳挠腮无从下手, 因为这人整个浑身上下宛如一颗硕大的脑袋。

语法注4 条
  1. 11.171ὡς δʼ εὗρε πλείω δραχμὴν μίαν

    比较级 πλείω 作副词或代词性成分,意为“更多(花销)”,后面的 δραχμὴν μίαν 属于差额宾格(accusative of degree of difference),表示“多出一个德拉克马”。动词 εὗρε 隐含了类似 δαπάνην(花销)的受词。

  2. 11.178αὐταῖς βουσὶ συνεξελάσῃ

    αὐταῖς βουσί 为代词 αὐτός 与名词与格搭配构成的“伴随与格(dative of accompaniment)”,意为“连同……一起”。此处配合复合动词 συνεξελάσῃ,表示“把你也连同牛群一并赶走”。

  3. 11.182ΧΟΙΡΙ μέν, οὐκ ΙΔΙΟΝ δέ

    此处包含基于谐音的巧妙双关:ΧΟΙΡΙ(从 χοιρίδιον 拆分出的前半部,源自 χοῖρος/χοίριον“猪”)与 οὐκ ΙΔΙΟΝ(“非自家私产”)相对立,而指小词 χοιρίδιον(“小猪”)在读音上恰如 ΧΟΙΡΙ + ΙΔΙΟΝ(“自家的猪”),讽刺献祭者偷窃他人的猪作祭品这一荒谬行径。

  4. 11.189ἐξεδύθησαν εἰς βραχὺ σιταρίου κέρμα καὶ οἰναρίου

    被动语态动词 ἐξεδύθησαν(被剥光)后接介词短语 εἰς βραχὺ... κέρμα,表示交换的代价或结果,即诸神道具被变卖,“换取了用于换取粗食淡酒的一点微薄碎钱”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.171-11.190