- 底本
- Greek Anthology, Vol. 4. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.156-11.170
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本组讽刺短诗嘲弄了伪哲学家徒有其表的装扮与口癖、占星术士与预言家模棱两可或弄巧成拙的预言,以及守财奴们直至临死仍惜财如命的荒诞行径。
Ammianus οἴει τὸν πώγωνα φρενῶν ποιητικὸν εἶναι, καὶ διὰ τοῦτο τρέφεις, φίλτατε, μυιοσόβην. κεῖρον ἐμοὶ πεισθεὶς ταχέως· οὗτος γὰρ ὁ πώγων φθειρῶν ποιητής, οὐχὶ φρενῶν γέγονεν.
安米阿诺斯 你以为胡须能催生智慧, 因此,我亲爱的朋友,你才蓄起一把苍蝇拍般的胡须。 听我的劝告,赶快把它剃了吧;因为这把胡须 滋生出的只是虱子,绝不是什么智慧。
Ammianus ὦ ʼγαθέ καὶ μῶν οὖν καὶ ποῖ δὴ καὶ πόθεν ὦ τᾶν καὶ θαμά καὶ φέρε δή καὶ κομιδῆ καὶ ἴθι, καὶ στόλιον, μάλιον, πωγώνιον, ὤμιον ἔξω, ἐκ τούτων ἡ νῦν εὐδοκιμεῖ σοφία.
安米阿诺斯 “仁兄啊”、“绝非如此吧”、“老兄,究竟往何处去、又从何而来?”、 “屡屡”、“且慢”、“全然”、“去吧!”—— 还有短斗篷、粗羊毛被、小山羊胡、袒露一侧的肩膀: 当今之世的智慧,全仗着这些东西博取虚名!
Antipater αἰάζει πήρη τε, καὶ Ἡράκλειον ἄριστον βριθὺ Σινωπίτου Διογένευς ῥόπαλον, καὶ τὸ χύδην ῥυπόεντι πίνῳ πεπαλαγμένον ἔσθος διπλάδιον, κρυερῶν ἀντίπαλον νιφάδων, ὅττι τεοῖς ὤμοισι μιαίνεται· ἦ γὰρ ὁ μέν που οὐράνιος, σὺ δʼ ἔφυς οὑν σποδιῇσι κύων.1 ἀλλὰ μέθες, μέθες ὅπλα τὰ μὴ σέθεν· ἄλλο λεόντων, ἄλλο γενειητῶν ἔργον ὄρωρε τράγων.
安提帕特 行囊在悲叹,锡诺珀的狄奥根尼斯那柄 沉重而卓越的赫拉克勒斯木棍在悲叹, 还有那件饱经污秽尘垢、抗击着严寒冰雪的 厚重双层粗袍,也都在悲叹, 因为它们在你的双肩上蒙受了玷污!他乃是天空之犬(天上的星宿), 而你却是一只生于灰烬之中的恶狗。 抛下吧,快快抛下不属于你的武器!雄狮的职责自是一套, 而蓄着长须的山羊的营生,则是完全不同的另一回事。
Lucillius εἰς μάντεις τῷ πατρί μου τὸν ἀδελφὸν οἱ ἀστρολόγοι μακρόγηρων πάντες ἐμαντεύσανθʼ ὡς ἀφʼ ἑνὸς στόματος· ἀλλʼ Ἑρμοκλείδης αὐτὸν μόνος εἶπε πρόμοιρον εἶπε δʼ, ὅτʼ αὐτὸν ἔσω νεκρὸν ἐκοπτόμεθα.
卢基利乌斯(题预言家) 占星术士们仿佛异口同声,全向我父亲 预言说他的兄弟必定会长命百岁; 唯独赫耳摩克勒得斯一人断言他必将早夭—— 而他开口之时,我们正聚在屋里捶胸悼念伯父的尸身呢。
Lucillius πάντες ὅσοι τὸν Ἄρην καὶ τὸν Κρόνον ὡροθετοῦσιν, ἄξιοί εἰσι τυχεῖν πάντες ἑνὸς τυπάνου. ὄψομαι οὐ μακρὰν αὐτοὺς τυχὸν εἰδότας ὄντως καὶ τί ποεῖ ταῦρος, καὶ τί λέων δύναται.2
卢基利乌斯 所有用阿瑞斯(火星)与克洛诺斯(土星)推算生辰星盘之徒, 全该遭受同一种鼓刑(棍击)。 我很快就会看到他们或许真正体会到 金牛究竟能做什么,雄狮又有何等威能(被抛去喂猛兽)。
Lucillius πρὸς τὸν μάντιν Ὄλυμπον Ὀνήσιμος ἦλθεν ὁ πύκτης, εἰ μέλλει γηρᾶν βουλόμενος προμαθεῖν. κἀκεῖνος, ναί, φησίν “ἐὰν ἤδη καταλύσῃς· ἂν δέ γε πυκτεύῃς, ὡροθετεῖ σε Κρόνος.”
卢基利乌斯 拳击手奥涅西摩斯来到预言家奥林波斯跟前, 想要预先打探自己是否能够寿至迟暮。 预言家说道:“能,只要你现在立刻退役; 但若你继续打拳,克洛诺斯(死神/时间)自会为你定下寿限。”
Nicarchus II εἰς Ῥόδον εἰ πλεύσει τις Ὀλυμπικὸν ἦλθεν ἐρωτῶν τὸν μάντιν, καὶ πῶς πλεύσεται ἀσφαλέως. χὠ μάντις, πρῶτον μέν, ἔφη, “καινὴν ἔχε τὴν ναῦν, καὶ μὴ χειμῶνος, τοῦ δὲ θέρους ἀνάγου. τοῦτο γὰρ ἂν ποιῇς, ἥξεις κἀκεῖσε καὶ ὧδε, ἂν μὴ πειρατὴς ἐν πελάγει σε λάβῃ.”
尼卡库斯二世 有人前来向预言家奥林匹库斯请教,自己是否能航行到罗得岛, 以及怎样才能平安渡海。 预言家答道:“首先,你要备有一艘崭新的船只, 并且不要在冬季出航,要选在夏季; 只要你照此办理,你便能往返两地,平安抵埠—— 前提是只要大海上没有海盗将你捕获。”
Lucillius πρὸς τὸν μάντιν Ὄλυμπον Ὀνήσιμος ἦλθʼ ὁ παλαιστὴς, καὶ πένταθλος Ὕλας, καὶ σταδιεὺς Μενεκλῆς, τίς μέλλει νικᾶν αὐτῶν τὸν ἀγῶνα θέλοντες γνῶναι. κἀκεῖνος τοῖς ἱεροῖς ἐνιδών, πάντες, ἔφη, “νικᾶτε, μόνον μή τις σὲ παρέλθῃ, καὶ σὲ καταστρέψῃ, καὶ σὲ παρατροχάσῃ.”
卢基利乌斯 摔跤手奥涅西摩斯、五项全能选手许拉斯与短跑健将梅内克勒斯, 一同来到预言家奥林波斯门前, 想要知道他们当中究竟谁会在竞赛中夺魁。 预言家审视着祭牲的内脏, 说道:“你们全都能赢,只要没有人跑在你前头, 没有人将你摔翻在地,也没有人从你身侧飞奔超过去。”
Lucillius εἶπεν ἐληλυθέναι τὸ πεπρωμένον, αὐτὸς ἑαυτοῦ τὴν γένεσιν διαθεὶς Αὖλος ὁ ἀστρολόγος, καὶ ζήσειν ὥρας ἔτι τέσσαρας· ὡς δὲ παρῆλθεν εἰς πέμπτην, καὶ ζῆν εἰδότα μηδὲν ἔδει, αἰσχυνθεὶς Πετόσιριν3 ἀπήγξατο· καὶ μετέωρος θνῄσκει μέν, θνῄσκει δʼ οὐδὲν ἐπιστάμενος.
卢基利乌斯 占星术士奥卢斯亲自为自己排定生辰星盘后, 宣称自己的大限已经来临, 自己仅能再活四个时辰;然而当时间迈入 第五个时辰,而他不得不一无所知地活下去时, 他愧对占星鼻祖佩托西里斯,便自缢身亡;悬于半空之中, 他确实死了,却依然是在一无所知中死去的。
Lucillius εἰς μικρολόγους οὐ γλήχωνι Κρίτων ὁ φιλάργυρος, ἀλλὰ διχάλκῳ αὑτὸν ἀποσφραίνει, θλιβομένου στομάχου,
卢基利乌斯(题吝啬鬼) 吝啬鬼克里同胃痛受罪之时, 凑在鼻尖闻的不是薄荷草,而是一枚二铜币, 佚名
Anonymi Epigrammatici πλουτεῖν φασί σε πάντες, ἐγὼ δέ σέ φημι πένεσθαι· χρῆσις γὰρ πλούτου μάρτυς, Ἀπολλόφανες. ἂν μετέχῃς αὐτῶν σύ, σὰ γίνεται; ἂν δὲ φυλάττῃς κληρονόμοις, ἀπὸ νῦν γίνεται ἀλλότρια.
人人都说你富有,我却说你赤贫; 因为财富的明证全在于享用,阿波罗法涅斯啊。 若你享用了它,它才归属于你; 若你只管替继承人守护着它,从此刻起它就已是身外之物。
Pollianus χαλκὸν ἔχων, πῶς οὐδὲν ἔχεις μάθε. πάντα δανείζεις· οὕτως οὐδὲν ἔχεις αὐτός, ἵνʼ ἄλλος ἔχῃ.
波利阿努斯 你手握铜钱,却要明白自己为何一无所有:你将一切都放贷出去; 正因如此,你为了让别人拥有财富,自己却一无所有。
Antiphanes Ψηφίζεις, κακόδαιμον· ὁ δὲ χρόνος, ὡς τόκον, οὕτω καὶ πολιὸν τίκτει γῆρας4 ἐπερχόμενος· κοὔτε πιὼν, οὔτʼ ἄνθος ἐπὶ κροτάφοις ἀναδήσας, οὐ μύρον, οὐ γλαφυρὸν γνοὺς ποτʼ ἐρωμένιον, τεθνήξῃ, πλουτοῦσαν ἀφεὶς μεγάλην διαθήκην, ἐκ πολλῶν ὀβολὸν μοῦνον ἐνεγκάμενος.
安提法涅斯 薄命人啊,你只知计算利息;然而时间正如繁衍子金一般, 悄然逼近,孕育出苍苍白发与迟暮之年; 你未曾痛饮,未曾以鲜花环绕鬓角, 不识香膏,亦不知娇俏的情人为何物, 你便将死去,留下一份巨额丰厚的遗嘱, 在万贯家财之中,只能为自己带走一枚冥河船资(奥博尔铜币)。
Nicarchus II ἐχθὲς ἀπάγχεσθαι μέλλων Δείναρχος ὁ φείδων, Γλαῦκε, διʼ ἓξ χαλκοῦς δύσμορος οὐκ ἔθανεν ἓξ χαλκῶν ἦν γὰρ τὸ σχοινίον· ἀλλʼ ἐδυσώνει, εὔωνον ζητῶν ἄλλον ἴσως θάνατον. τοῦτο φιλαργυρίας δεινῆς ὅρος, ὃς γʼ ἀποθνῄσκων, Γλαῦκε, διʼ ἓξ χαλκοῦς δύσμορος οὐκ ἔθανεν.
尼卡库斯二世 昨日正打算上吊自尽的守财奴德伊纳库斯, 格劳库斯啊,这个倒霉蛋竟然为了六枚铜板而没能死成; 因为那根绳子要价六个铜钱;他嫌太贵而讨价还价, 大概是想去寻觅另一种便宜的死法吧。 这真是可怕贪婪的极致啊!眼看着就要气绝身亡, 格劳库斯啊,这个倒霉蛋却为了六个铜板而没能死成。
Nicarchus II δακρύει Φείδων ὁ φιλάργυρος, οὐχ ὅτι θνῄσκει, ἀλλʼ ὅτι πέντε μνῶν τὴν σορὸν ἐπρίατο. τοῦτʼ αὐτῷ χαρίσασθε, καί, ὡς τόπος ἐστὶν ἐν αὐτῇ, τῶν πολλῶν τεκνίων ἕν τι προσεμβάλετε.
尼卡库斯二世 守财奴费冬痛哭流涕,倒不是因为自己行将就木, 而是痛惜自己花五个米那买下了这口石棺。 请顺水推舟成全他吧,既然石棺里尚有空位, 就把他那众多幼子中的一个,也顺便扔进去陪葬吧!
- 11.158ἧ γὰρ ὁ μέν που οὐράνιος, σὺ δʼ ἔφυς οὑν σποδιῇσι κύων.
ὁ μέν 指代前文的狄奥根尼斯(犬儒派宗师,字面义为“犬”),并隐喻天上的犬宿(大犬座或天狼星)。与之相对的 σὺ δʼ ἔφυς οὑν σποδιῇσι κύων(οὑν 为 ὁ ἐν 的合音缩略)则指蜷缩在炉灰之中的邋遢鄙犬,将宗师高洁的苦行与假犬儒卑劣的行径构成了鲜明的反讽对照。
- 11.160καὶ τί ποεῖ ταῦρος, καὶ τί λέων δύναται.
此处具有双关含义:字面上指占星术中黄道十二宫的金牛座与狮子座在星盘中的效力;而在现实层面,则暗指这些骗子占星术士将被判处猛兽刑(damnatio ad bestias),在角斗场中被真正的公牛和狮子撕碎。
- 11.164αἰσχυνθεὶς Πετόσιριν
分词 αἰσχυνθείς 支配宾格 Πετόσιριν,属于动词 αἰσχύνεσθαι 支配人称宾格表示“在某人面前感到羞愧”的规范用法。佩托西里斯(Petosiris)是古代著名的埃及占星术泰斗;此处讽刺奥卢斯因占星预言落空而在祖师爷面前无地自容,从而选择自缢。
- 11.168ὁ δὲ χρόνος, ὡς τόκον, οὕτω καὶ πολιὸν τίκτει γῆρας
利用 τόκος(利息/子嗣)与动词 τίκτει(孕育/产出)在词源上的双关与对应构成的比喻。放贷者一门心思沉迷于金钱繁衍子金,而时光亦同样悄然孕育出白发衰颜,形象地讽刺了守财奴在时间流逝面前的徒劳。
