← 希腊诗选

希腊诗选 卷四

§11.140-11.155

对卖弄学问的演说家与假哲学家的讽刺

诗篇嘲弄了餐桌上咬文嚼字的文法狂、法庭上偏离案情大扯修辞的演说家、滥用古僻词与语病的行家,并无情揭露了装腔作势、借犬儒之名行乞乃至行淫的假哲学家之伪善。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
140

​Lucillius τούτοις τοῖς παρὰ δεῖπνον ἀοιδομάχοις λογολέσχαις, τοῖς ἀπʼ Ἀριστάρχου γραμματολικριφίσιν, οἷς οὐ σκῶμμα λέγειν, οὐ πεῖν φίλον, ἀλλʼ ἀνάκεινται νηπυτιευόμενοι Νέστορι καὶ Πριάμῳ, μή με βάλῃς κατὰ λέξιν ἕλωρ καὶ κύρμα γενέσθαι.1 σήμερον οὐ δειπνῶ μῆνιν ἄειδε θεά.

卢基利乌斯 这群在餐桌上与诗人交战的清谈之徒, 这群师承阿里斯塔库斯的文法死脑筋, 他们既不爱说笑,亦不喜畅饮,却只顾斜倚着 像无知小儿般大谈涅斯托耳与普里阿摩斯; 切莫把我也掷给他们,照史诗的话说,沦为“猎物与掠夺物”! 今日我可绝不用“女神啊,请歌咏那愤怒”来下饭。

​Lucillius εἰς ῥήτορας χοιρίδιον καὶ βοῦν ἀπολώλεκα, καὶ μίαν αἶγα, ὧν χάριν εἴληφας μισθάριον, Μενέκλεις· οὔτε δέ μοι κοινόν τι πρὸς Ὀθρυάδαν γεγένηται, οὔτʼ ἀπάγω κλέπτας τοὺς ἀπὸ Θερμοπυλῶν ἀλλὰ πρὸς Εὐτυχίδην ἔχομεν κρίσιν ὥστε τί ποιεῖ ἐνθάδε μοι Ξέρξης καὶ Λακεδαιμόνιοι; πλὴν κἀμοῦ μνήσθητι νόμου χάριν, ἢ μέγα κράξω· ἄλλα λέγει Μενεκλῆς, ἄλλα τὸ χοιρίδιον.2

卢基利乌斯(题演说家) 我丢了一头小猪、一头牛和一只母羊, 为了这宗诉讼,梅内克勒斯啊,你已收下了酬金; 可我与奥特律阿得斯并无瓜葛, 亦未曾将温泉关的窃贼押送法庭; 我们是在同欧堤基得斯打官司,那么 薛西斯和斯巴达人究竟同我这桩案子有何相干? 请你哪怕看在法律的份上,也顺便提一提我吧,否则我定要大声喊叫: “梅内克勒斯所讲是一套,小猪所讲又是另一套!”

​Lucillius πολλοῦ δεῖ καὶ σφίν καὶ τρὶς παρʼ ἕκαστα “δικασταὶ ἄνδρες,” καὶ λέγε δὴ τὸν νόμον ἐνθάδε μοι, καὶ ταυτὶ καὶ μῶν καὶ τετταράκοντα καὶ ἄττα σκεψάμενος, καί τοι νὴ Δία, καὶ μὰ Δία, ῥήτωρ ἐστὶ Κρίτων, καὶ παιδία πολλὰ διδάσκει· προσθήσει δʼ αὐτοῖς γρῦ, φαθὶ καὶ μίν ἔτι.

卢基利乌斯 仔细研读过“绝非如此”,研读过“于他们”,每逢开口必连称三遍“陪审官诸公”, 以及“请在此为我诵读法条”, 还有“这些个”、“莫非”、“四十”和“某些事物”, 更有“凭着宙斯起誓”和“绝不指着宙斯”, 克里同便成了大演说家,还传授许多蒙童; 他还打算再添上“丝毫不”、“你说”以及“他”呢。

​Lucillius οὐ δέχεται Μάρκον τὸν ῥήτορα νεκρὸν ὁ Πλούτων, εἰπών, “ἀρκείτω Κέρβερος ὧδε κύων. εἰ δʼ ἐθέλεις πάντως, Ἰξίονι καὶ Μελίτωνι τῷ μελοποιητῇ, καὶ Τιτυῷ μελέτα. οὐδὲν γὰρ σοῦ χεῖρον ἔχω κακόν, ἄχρις ἂν ἐλθὼν ὧδε σολοικίζῃ Ῥοῦφος ὁ γραμματικός.”

卢基利乌斯 普路同绝不接纳已成亡魂的演说家马尔库斯, 说道:“让地狱犬刻耳柏洛斯一条留在此处便够了! 若你无论如何非讲不可,就去对着伊克西翁、旋律诗人墨利同 以及提堤俄斯练习你的演说吧; 因为除了你,我这儿没有更可怕的灾星,除非那文法学者 鲁弗斯也来到此处、大犯文法错误!”

​Cerealius οὐ τὸ λέγειν παράσημα καὶ Ἀττικὰ ῥήματα πέντε, εὐζήλως ἐστὶν καὶ φρονίμως μελετᾷν· οὐδὲ γὰρ εἰ κάρκαιρε, καὶ εἰ κοναβεῖ τό τε σίζει καὶ κελάρυζε λέγεις, εὐθὺς Ὅμηρος ἔσῃ. νοῦν ὑποκεῖσθαι δεῖ τοῖς γράμμασι, καὶ φράσιν αὐτῶν εἶναι κοινοτέραν, ὥστε νοεῖν ἃ λέγεις.

刻瑞阿利乌斯 口吐生僻怪字和五句阿提卡方言, 绝不等于怀揣雅趣与明智来练习修辞; 因为即便你说出“咯咯作响”,说出“回声轰鸣”, 说出“滋滋发响”和“潺潺流淌”,你也绝不会立刻变成荷马。 文字之下必须蕴含思想,其文辞 应当更加平易通俗,好让人们明白你所言为何。

145

​Anonymi Epigrammatici εἰκὼν ἡ Σέξστου μελετᾷ, Σέξστος δὲ σιωπᾷ. εἰκὼν ἦν ῥήτωρ, ὁ δὲ ῥήτωρ εἰκόνος εἰκών.

佚名 塞克斯图斯的塑像在滔滔演说,塞克斯图斯本人却沉默不语; 塑像成了演说家,而演说家不过是塑像的塑像(影子的影子)。

​Ammianus ἑπτὰ σολοικισμοὺς Φλάκκῳ τῷ ῥήτορι δῶρον πέμψας, ἀντέλαβον πεντάκι διακοσίους· καὶ νῦν μέν, φησίν, “τούτους ἀριθμῷ σοι ἔπεμψα, τοῦ λοιποῦ δὲ μέτρῳ, πρὸς Κύπρον ἐρχόμενος,”

安米阿诺斯 我给演说家弗拉克库斯送去七个文法病句作为礼物, 却收到了他回赠的一千个(五乘二百个); 他说:“这一次,我是按数目送给你的, 往后等我动身前往塞浦路斯,我便要论斗(论斛)送给你了!”

​Ammianus ῥήτωρ ἐξαπίνης Ἀσιατικός· οὐδὲν ἄπιστον καὶ τοῦτʼ ἐν Θήβαις νῦν γέγονεν τὸ τέρας.

安米阿诺斯 突然冒出来一个亚细亚风演说家;绝非不可思议: 这具怪物如今降生在底比斯,真乃理所当然!

​Lucillius μηδὲ λαλῶν πρῴην ἐσολοίκισε Φλάκκος ὁ ῥήτωρ, καὶ μέλλων χαίνειν, εὐθὺς ἐβαρβάρισεν, καὶ τῇ χειρὶ τὰ λοιπὰ σολοικίζει διανεύων, κἀγὼ δʼ αὐτὸν ἰδὼν — τὸ στόμα μου δέδεται.

卢基利乌斯 前日演说家弗拉克库斯甚至还没开口就犯了语法错误, 刚打算打个哈欠,立刻吐出野蛮粗鄙之音, 他用手比划着示意,把剩下的语病全给演完了; 而我看见了他——我的嘴唇也被紧紧封住!

​Anonymi Epigrammatici αὐτὸν ὁρῶ σέ, Μέδον, τὸν ῥήτορα. φεῦ, τί τὸ θαῦμα; στειλάμενος σιγᾶς· οὐδὲν ὁμοιότερον.

佚名 我见到的正是你本人,演说家墨冬啊。哎呀,有何可怪? 衣冠楚楚却一声不吭:再没有比这更逼真的了!

150

​Ammianus “Ἀρκαδικὸν πῖλον κατʼ ἐνύπνιον Ἀρκάδι δῶρον Ἑρμείῃ ῥήτωρ θῆκεν Ἀθηναγόρας.” εἰ μὲν καὶ ῥήτωρ κατʼ ἐνύπνιον, οἴσομεν Ἑρμῇ· εἰ δʼ ὕπαρ, ἀρκείτω· θῆκεν Ἀθηναγόρας.3

安米阿诺斯 “演说家雅典那哥拉斯在梦中遵照神谕, 将一顶阿卡迪亚斗笠作为礼物献给阿卡迪亚的赫耳墨斯。” 若他在梦中确实是个演说家,我们自当献给赫耳墨斯; 但若是在醒时,那就到此为止吧,只刻上:“雅典那哥拉斯奉献”。

​Anonymi Epigrammatici ῥήτορος ἅδʼ εἰκών· ὁ δὲ ῥήτωρ, εἰκόνος εἰκών. καὶ πῶς; οὐ λαλέει· οὐδὲν ὁμοιότερον.

佚名 这是一尊演说家的雕像;而演说家本人,则是雕像的雕像。 怎讲?他一声不吭:再没有比这更逼真的了!

​Ammianus εἰ βούλει τὸν παῖδα διδάξαι ῥήτορα, Παῦλε, ὡς οὗτοι πάντες, γράμματα μὴ μαθέτω.

安米阿诺斯 保卢斯啊,若你想把儿子培养成一个演说家, 像他们所有人那样,就千万别让他识字。

​Lucillius εἰς φιλοσόφους εἶναι μὲν κυνικόν σε, Μενέστρατε, κἀνυπόδητον, καὶ ῥιγοῦν οὐδεὶς ἀντιλέγει καθόλου· ἂν δὲ παραρπάξῃς ἄρτους καὶ κλάσματʼ ἀναιδῶς, κἀγὼ ῥάβδον ἔχω, καὶ σὲ λέγουσι κύνα.

卢基利乌斯(题哲学家) 梅内斯特拉托斯啊,你做犬儒、打赤脚、 在寒风中受冻,这些绝无任何人提出异议; 但若你厚颜无耻地抢夺面包和碎块, 我手里也握着棍棒,人们更会把你当成真正的恶犬!

​Lucillius πᾶς ὃς ἂν ᾖ πτωχὸς καὶ ἀγράμματος, οὐκέτʼ ἀλήθει, ὡς τὸ πρίν, οὐδʼ αἴρει φορτία μισθαρίου· ἀλλὰ τρέφει πώγωνα, καί, ἐκ τριόδου ξύλον ἄρας, τῆς ἀρετῆς εἶναι φησὶν πρωτοκύων. Ἑρμοδότου τόδε δόγμα τὸ πάνσοφον εἴ τις ἀχαλκεῖ, μηκέτι πεινάτω, θεὶς τὸ χιτωνάριον.4

卢基利乌斯 凡是沦为赤贫而目不识丁之辈,便不再像从前那样 去磨坊推磨,也不再去为微薄薪酬挑抬重担; 只要留起大胡子,在十字路口捡起一根木棍, 便自称是美德的头号猎犬(犬儒)。 赫耳摩多托斯这条神明般的教义便是:“谁若囊空如洗, 脱去短袍,便毋须再受饥挨饿!”

155

​Lucillius οὗτος ὁ τῆς ἀρετῆς ἀδάμας βαρύς, οὗτος ὁ πάντῃ πᾶσιν ἐπιπλήσσων, οὗτος ὁ ῥιγομάχος, καὶ πώγωνα τρέφων, ἑάλω. τί γάρ; ἀπρεπὲς εἰπεῖν ἀλλʼ ἑάλω ποιῶν ἔργα κακοστομάτων.

卢基利乌斯 这位美德的沉重金刚石,这位四处 训诫所有人的严师,这位同严寒搏斗、 蓄着大胡子的人,竟失手被捕了!所为何事?说来委实不齿, 他竟因行那些下流口活者的丑事而被抓个正着!

语法注4 条
  1. 11.140κατὰ λέξιν ἕλωρ καὶ κύρμα γενέσθαι

    介词短语 κατὰ λέξιν 意为“字面上地”或“照话中原样”。ἕλωρ καὶ κύρμα(“猎物与掠夺物”)是荷马史诗中的常见套语;卢基利乌斯在此特意借用史诗辞藻,反讽自己沦为这帮饱学荷马文法学者的谈资牺牲品。不定式 γενέσθαι 充当 βάλῃς 的目的或结果补足语。

  2. 11.141ἄλλα λέγει Μενεκλῆς, ἄλλα τὸ χοιρίδιον

    采用对照句式的谚语性表达(“梅内克勒斯所说是一套,小猪所讲又是另一套”)。它将演说家梅内克勒斯大谈温泉关等历史英雄壮举的高谈阔论,与委托人打官司的实际琐事(失窃的小猪)之间的脱节构成了鲜明讽刺。

  3. 11.150εἰ μὲν καὶ ῥήτωρ κατʼ ἐνύπνιον, οἴσομεν Ἑρμῇ· εἰ δʼ ὕπαρ, ἀρκείτω· θῆκεν Ἀθηναγόρας

    对称的条件句结构(εἰ μέν... εἰ δέ...)。诗人巧妙利用了铭文中 κατʼ ἐνύπνιον(“在梦中/依梦兆”)所指对象的双关歧义:如果此人连“演说家”这一身份都仅仅是在梦里成立,赫耳墨斯神尚可接受这献辞;但若他在现实清醒中(ὕπαρ)也自封演说家,那他实在名不副实,铭文只需删掉“演说家”,留下“雅典那哥拉斯奉献”便足够了。

  4. 11.154θεὶς τὸ χιτωνάριον

    不定过去式主动分词 θεὶς(源自 τίθημι)在此意为“脱去”、“舍弃”。犬儒派哲学家以仅着粗斗篷(tribon)而不穿内袍(chiton)的苦行装束著称;此句讽刺穷困文盲只需脱去内衣便能伪装成哲学家,借行乞糊口度日。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.140-11.155