← 希腊诗选

希腊诗选 卷四

§11.126-11.139

对庸医劣诗人和文法学者的讽刺

一组讽刺庸医残暴眼科医术、劣质文人及其剽窃行径、独尊老朽的盲目诗评家、将折磨带入冥府的恶劣歌者、以冗长六音步诗折磨听众的文友,以及借文法之名夜间与雇主私通的文法学者的讽刺诗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
126

​Anonymi Epigrammatici οὐ μήλῃ, τριόδοντι δʼ ἐνήλειψέν με Χαρῖνος, σπόγγον ἔχων καινὸν τῶν γραφικῶν πινάκων τὴν μήλην δʼ ἕλκων, ἐξέσπασε τὸ βλέφαρόν μου ῥιζόθεν ἡ μήλη δʼ ἔνδον ἔμεινεν ὅλη. ἂν δὲ δὶς ἐγχρίσῃ με πονῶν πάλιν οὐκ ἐνοχλήσω ὀφθαλμοὺς αὐτῷ· πῶς γὰρ ὁ μηκέτʼ ἔχων;

佚名 卡里诺斯并非用探针,而是用三叉戟为我涂药,手里拿着绘图板用的新海绵; 他拔出探针时,将我的眼睑连根撕下,而那探针却整根留在了里面。 若他再给我涂第二次药,眼痛的我绝不会再去烦扰他;因为已无眼睛之人,又怎能再去烦他?

​Pollianus εἰς ποιητάς εἰσὶ καὶ ἐν Μούσῃσιν Ἐρινύες, αἵ σε ποιοῦσιν ποιητήν, ἀνθʼ ὧν1 πολλὰ γράφεις ἀκρίτως. τοίνυν, σοῦ δέομαι, γράφε πλείονα· μείζονα γάρ σοι εὔξασθαι ταύτης οὐ δύναμαι μανίαν.

波利阿诺斯(题诗人) 缪斯之中亦有复仇女神,正是她们将你塑造成了诗人,因此你毫无节制地滥写诗句。 所以,我恳求你,多写些吧!因为我无法为你祈求比这更大的癫狂了。 波利阿诺斯

​Pollianus εἰ μὴ χαίρω, Φλῶρε, γενοίμην δάκτυλος ἢ ποὺς εἷς τῶν σῶν τούτων τῶν κατατεινομένων. χαίρω, νὴ τὸν κλῆρον, ὃν εὐκλήρησας ἐν ἄθλοις, ὡς περὶ χοιρείας τοῦ στεφάνου μερίδος. τοιγὰρ θάρσει, Φλῶρε, καὶ εὔθυμος πάλι γίνου· οὕτω νικῆσαι καὶ δόλιχον δύνασαι.

若我不为你高兴,弗洛鲁斯啊,就让我变成一根手指或一只脚,变成你那些被拉扯开的肢体之一吧! 我是高兴的,指着你在竞技中侥幸抽中的签发誓,就仿佛那桂冠是为了争夺一份猪肉似的。 因此鼓起勇气吧,弗洛鲁斯,重新快活起来;照这样,你连长跑比赛也能赢下。

​Cerealius ποιητὴς ἐλθὼν εἰς Ἴσθμια πρὸς τὸν ἀγῶνα, εὑρὼν ποιητάς, εἶπε παρίσθμιʼ ἔχειν. μέλλει δʼ ἐξορμᾶν εἰς Πύθια· κἂν πάλιν εὕρῃ, εἰπεῖν οὐ δύναται, καὶ παραπύθιʼ ἔχω.

刻瑞阿利乌斯 一位诗人前往地峡参加竞技,但发现已有其他诗人在场,便声称自己得了扁桃体炎(地峡炎)。 他正打算动身前往皮提亚竞技;但若在那里又碰上诗人,他总不能说:“我也得了副皮提亚炎。”

130

​Pollianus τοὺς κυκλίους τούτους, τοὺς αὐτὰρ ἔπειτα λέγοντας μισῶ, λωποδύτας ἀλλοτρίων ἐπέων. καὶ διὰ τοῦτʼ ἐλέγοις προσέχω πλέον οὐδὲν ἔχω γὰρ Παρθενίου κλέπτειν ἢ πάλι Καλλιμάχου. θηρὶ μὲν οὐατόεντι γενοίμην, εἴ ποτε γράψω, εἴκελος, “ἐκ ποταμῶν χλωρὰ χελιδόνια. οἱ” δʼ οὕτως τὸν Ὅμηρον ἀναιδῶς λωποδυτοῦσιν, ὥστε γράφειν ἤδη μῆνιν ἄειδε, θεά.

波利阿诺斯 我痛恨这些环界诗人,痛恨那些口口声声“随后接着”之人,他们是他人诗句的扒手。 正因如此,我更专心于挽歌;因为我从帕耳忒尼乌斯或卡利马科斯那里绝无偷窃之物。 若我何时写出“生自河流的青青燕子草”,就让我变成那长耳朵的野兽(毛驴)吧! 然而他们竟如此厚颜无耻地洗劫荷马,以至于如今干脆照抄“女神啊,请歌咏那愤怒”。

​Lucillius οὔτʼ ἐπὶ Δευκαλίωνος ὕδωρ, ὅτε πάντʼ ἐγενήθη, οὔθʼ ὁ καταπρήσας τοὺς ἐπὶ γῆς Φαέθων, ἀνθρώπους ἔκτεινεν ὅσους Ποτάμων ὁ ποιητὴς, καὶ χειρουργήσας ὤλεσεν Ἑρμογένης. ὥστʼ ἐξ αἰῶνος κακὰ τέσσαρα ταῦτʼ ἐγενήθη, Δευκαλίων, Φαέθων, Ἑρμογένης, Ποτάμων.

卢基利乌斯 既非丢卡利翁时代万物皆化为汪洋的大洪水,亦非将大地上的人焚烧殆尽的法厄同, 曾杀戮过像诗人波塔蒙所杀、以及赫尔摩革涅斯施行手术所害死的那么多人。 因此自有天地以来便降下了这四大灾难:丢卡利翁、法厄同、赫尔摩革涅斯、波塔蒙。

​Lucillius μισῶ, δέσποτα Καῖσαρ, ὅσοις νέος οὐδέποτʼ οὐδεὶς ἤρεσε, κἂν εἴπῃ, μῆνιν ἄειδε θεά, ἀλλʼ ἢν μὴ Πριάμου τις ἔχῃ χρόνον ἡμιφάλακρος, ἢ καὶ κυρτὸς ἄγαν, οὐ δύνατʼ ἄλφα γράφειν. εἰ δʼ ὄντως οὕτως τοῦτʼ ἔστʼ ἔχον, ὦ ὕπατε Ζεῦ, εἰς τοὺς κηλήτας ἔρχεται ἡ σοφία.

卢基利乌斯 凯撒陛下啊,我痛恨那些绝不中意任何年轻人的人,纵使那年轻人咏出“女神啊,请歌咏那愤怒”; 在他们眼里,除非一个人寿同普里阿摩斯、半秃顶、或者驼背得厉害,否则连第一个字母阿尔法也写不出来。 若实情果真如此,至高无上的宙斯啊,智慧竟归了那些患疝气的干瘪老头。

​Lucillius τέθνηκʼ Εὐτυχίδης ὁ μελογράφος. οἱ κατὰ γαῖαν φεύγετʼ ἔχων ᾠδὰς ἔρχεται Εὐτυχίδης· καὶ κιθάρας αὑτῷ διετάξατο συγκατακαῦσαι δώδεκα, καὶ κίστας εἰκοσιπέντε νόμων. νῦν ὑμῖν ὁ Χάρων ἐπελήλυθε· ποῦ τις ἀπέλθῃ λοιπόν, ἐπεὶ χᾄδην Εὐτυχίδης κατέχει;

卢基利乌斯 抒情诗人欧堤基得斯死了。居于地下的人们啊,快逃吧!欧堤基得斯带着他的诗歌来了! 他甚至吩咐下葬时要为他陪葬烧毁十二架竖琴,以及整整二十五箱旋律乐谱。 如今卡戎(真正的煞星)已降临在你们头上!今后人们还能逃往何处,既然欧堤基得斯连哈得斯都已霸占?

​Lucillius Ἀρχόμεθʼ, Ἡλιόδωρε; ποιήματα παίζομεν οὕτω ταῦτα πρὸς ἀλλήλους; Ἡλιόδωρε, θέλεις; ἆσσον ἴθʼ, ὥς κεν θᾶσσον ὀλέθρου2 καὶ γὰρ ἔμʼ ὄψει μακροφλυαρητὴν Ἡλιοδωρότερον.

卢基利乌斯 我们要开始了吗,赫利奥多罗斯?我们就要这样彼此赋诗互戏了吗?赫利奥多罗斯,你愿意吗? 走近些吧,好让你更快〔走到〕毁灭的〔尽头〕!因为你定会看到,我将是一个比赫利奥多罗斯还要能长篇废话之人。

135

​Lucillius μηκέτι, μηκέτι, Μάρκε, τὸ παιδίον, ἀλλʼ ἐμὲ κόπτου τὸν πολὺ τοῦ παρὰ σοὶ νεκρότερον τεκνίου, εἰς ἐμὲ νῦν ἐλέγους ποίει πάλιν, εἰς ἐμὲ θρήνους, δήμιε, τὸν στιχίνῳ σφαζόμενον θανάτῳ, τοῦ σοῦ γὰρ πάσχω νεκροῦ χάριν, οἷα πάθοιεν οἱ καταδείξαντες βιβλία καὶ καλάμους.

卢基利乌斯 莫再捶胸,莫再捶胸痛哭那幼童了,马尔库斯,倒不如痛哭我吧,我比你身边那具幼小的尸身更像个死人! 现在就对我作挽歌吧,对我唱哀歌吧,刽子手啊,我正被这诗行之死所屠宰! 因着你那死去的孩子,我现在承受的,正是那些发明书籍与芦苇笔的人本该承受的折磨。

​Lucillius οὐχ οὕτω κακοεργὸν ἐχαλκεύσαντο μάχαιραν ἄνθρωποι, διὰ τὰς ἐξαπίνης ἐνέδρας, οἷον ἀκήρυκτον, Καλλίστρατε, καὶ σὺ προσελθὼν ποιεῖς μοι φονικῶν ἑξαμέτρων πόλεμον. σάλπιγξον ταχέως ἀνακλητικὸν εἰς ἀνοχὰς γὰρ καὶ Πρίαμος κλαύσας % ἡμερίων ἔτυχεν.

卢基利乌斯 人们从未为突如其来的埋伏锻造过如此恶毒的短剑, 比得上你走上前来、不宣而战地向我发动的致命六音步诗战争,卡利斯特拉托斯啊! 快吹响撤退号角吧!因为就连普里阿摩斯,也在痛哭之后换得了休战的停火之日。

​Lucillius Ὠμοβοείου μοι παραθεὶς τόμον, Ἡλιόδωρε, καὶ τρία μοι κεράσας ὠμοβοειότερα, εὐθὺ κατακλύζεις ἐπιγράμμασιν. εἰ δʼ ἀσεβήσας βεβρώκειν τινὰ βοῦν τῶν ἀπὸ Τρινακρίας, βούλομʼ ἅπαξ πρὸς κῦμα χανεῖν εἰ δʼ ἐστὶ τὸ κῦμα ἔνθε μακράν, ἄρας εἰς τὸ φρέαρ με βάλε.

卢基利乌斯 赫利奥多罗斯啊,你摆在我面前一盘生牛肉片,又为我斟上三杯比生牛肉还要腥生的劣酒, 随即就用短诗的狂潮将我淹没。倘若我因大不敬而吞食了特里纳克里亚的一头牛, 我也只想往海浪里张口咽气一次;但若海浪离此甚远,就把我抬起来扔进井里吧!

​Lucillius εἰς γραμματικούς ἂν τοῦ γραμματικοῦ μνησθῶ μόνον Ἡλιοδώρου, εὐθὺ σολοικίζον τὸ στόμα μου δέδεται,

卢基利乌斯(题文法学者) 只要我一提起文法学者赫利奥多罗斯的名字,我的嘴唇立刻犯下语病,被紧紧封住。

​Lucillius γραμματικὸν Ζηνωνὶς ἔχει πώγωνα Μένανδρον, τὸν δʼ υἱὸν τούτῳ φησὶ συνεστακέναι. τὰς νύκτας δʼ αὐτῇ μελετῶν οὐ παύεται οὗτος πτώσεις, συνδέσμους, σχήματα, συζυγίας.3

卢基利乌斯 芝诺妮丝豢养着络腮胡文法家墨南德罗斯,声称已将儿子托付于他。 到了夜里,此人便与她不知疲倦地反复研习:格、连词、句式与结合(交媾)。

语法注3 条
  1. 11.127ἀνθʼ ὧν

    为 ἀντὶ τούτων ἅ 的紧缩用法,意为“因此”或“作为其代价/报应”。承接上句“缪斯中的复仇女神使你成为诗人”这一原因,引出下文“毫无节制地滥写诗句”的结果。

  2. 11.134ὥς κεν θᾶσσον ὀλέθρου

    此处引用荷马《伊利亚特》6.143(=20.429)ἆσσον ἴθʼ, ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι(“走近些吧,好让你更快走到毁灭的尽头”),而在 ὀλέθρου 处戛然而止(顿绝法)。ὥς κεν 引导目的从句,属格 ὀλέθρου 依附于省略的 πείραθʼ ἵκηαι 中的 πείρατα。

  3. 11.139πτώσεις, συνδέσμους, σχήματα, συζυγίας

    为动词 μελετῶν 的并列直接宾语。字面上是一套标准的文法学术语(格、连词、句式、动词变位),但在夜间密会的语境下,构成双关修辞,暗指性爱姿势、肉体交缠、交媾体位与结合(交媾)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.126-11.139