- 底本
- Greek Anthology, Vol. 4. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.110-11.125
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
从夸张描摹干瘪之人极度轻盈的滑稽诗,转向讽刺庸医致人失明乃至迅速毙命的系列讽刺诗。
Nicarchus II τρεῖς λεπτοὶ πρῴην περὶ λεπτοσύνης ἐμάχοντο, τίς προκριθεὶς εἴη λεπτεπιλεπτότερος.1 ὧν ὁ μὲν εἷς,Ἕρμων, μεγάλην ἐνεδείξατο τέχνην, καὶ διέδυ ῥαφίδος τρῆμα, λίνον κατέχων Δημᾶς δʼ ἐκ τρώγλης βαίνων ἐς ἀράχνιον ἔστη, ἡ δʼ ἀράχνη νήθουσ’ αὐτὸν ἀπεκρέμασεν. Σωσίπατρος δʼ ἐβόησεν “ἐμὲ στεφανώσατʼ ἐγὼ εἰ βλέπομʼ, ἥττημαι· πνεῦμα γάρ εἰμι μόνον.”
尼卡科斯二世 前日,三位干瘪之人为争瘦削而竞逐, 看谁入选得为极瘦之极瘦者。 其中一人赫尔蒙展现出绝大技艺, 手握麻线便钻过了针眼; 而德马斯从穴中走出,踏上蛛网, 蜘蛛一面吐丝,一面将他倒悬而挂。 索西帕特罗斯则大喊道:“为我加冕吧!若我 被看见,便算我输;因为我不过是一缕气息。”
Lucillius Βουλόμενός ποθʼ ὁ λεπτὸς ἀπάγξασθαι Διόφαντος, νῆμα λαβὼν ἀράχνης αὑτὸν ἀπηγχόνισεν.
卢基利乌斯 干瘪的狄奥凡托斯昔日欲自缢, 取了一根蛛丝,便将自己吊死。
Lucillius εἰς ἰατρούς πρίν σ’ ἐναλείψασθαι, Δημόστρατε, χαῖρʼ, ἱερὸν φῶς, εἰπὲ τάλας· οὕτως εὔσκοπός ἐστι Δίων. οὐ μόνον ἐξετύφλωσεν Ὀλυμπικόν, ἀλλὰ διʼ αὐτοῦ εἰκόνος ἧς εἶχεν τὰ βλέφαρʼ ἐξέβαλεν.2
卢基利乌斯(题医者) 德摩斯特拉托斯啊,可怜的人,在你敷上药膏前, 且道一声“永别了,神圣的光明”;狄翁的手法是如此百发百中。 他不仅弄瞎了奥林匹科斯,甚至通过他, 把他所拥有的画像的眼睑也剔除了。
Lucillius τοῦ λιθίνου Διὸς ἐχθὲς ὁ κλινικὸς ἥψατο Μάρκος· καὶ λίθος ὢν καὶ Ζεύς, σήμερον ἐκφέρεται.
卢基利乌斯 昨日坐堂医马尔库斯触碰了石刻宙斯像; 尽管它是顽石且为宙斯,今日却已出殡送葬。
Lucillius Ἑρμογένην τὸν ἰατρὸν ὁ ἀστρολόγος Διόφαντος εἶπε μόνους ζωῆς ἐννέα μῆνας ἔχειν. κἀκεῖνος γελάσας, τί μὲν ὁ Κρόνος ἐννέα μηνῶν, φησί, λέγει, σὺ νόει·3 τἀμὰ δὲ σύντομά σοι. εἶπε, καὶ ἐκτείνας μόνον ἥψατο· καὶ Διόφαντος ἄλλον ἀπελπίζων, αὐτὸς ἀπεσκάρισεν.
卢基利乌斯 占星术士狄奥凡托斯曾对医生赫尔摩革涅斯说, 他的寿数只剩九个月。 后者笑着说: “克洛诺斯对于九个月说了什么, 你自去领会;但我的手段对你却是立竿见影。” 说完,他仅仅伸出手碰了他一下;狄奥凡托斯 断定旁人性命无望之际,自己已蹬腿咽了气。
Lucillius ἤν τινʼ ἔχῃς ἐχθρόν, Διονύσιε, μὴ καταράσῃ τὴν Ἶσιν τούτῳ, μηδὲ τὸν Ἁρποκράτην, μηδʼ εἴ τις τυφλοὺς ποιεῖ θεός, ἀλλὰ Σίμωνα· καὶ γνώσῃ, τί θεός, καὶ τί Σίμων δύναται,
卢基利乌斯 狄奥尼修斯啊,若你有仇敌,切莫向他 祈降伊西斯之咒,亦莫祈降哈尔波克拉特斯之咒, 即便有弄瞎人的神明也莫去祈求,只需唤来西蒙; 你便可知神明有何能耐,西蒙又有何能耐。
Lucillius εἰς Ἄϊδος κατέπεμψε πάλαι ποτέ, δέσποτα Καῖσαρ, ὡς λόγος, Εὐρυσθεὺς τὸν μέγαν Ἡρακλέα· νῦν δʼ ἐμὲ Μηνοφάνης ὁ κλινικός· ὥστε λεγέσθω κλινικὸς Εὐρυσθεύς, μηκέτι Μηνοφάνης.
卢基利乌斯 凯撒陛下啊,据传说,在昔日, 欧律斯透斯将伟大的赫拉克勒斯打发至冥府; 如今坐堂医墨诺凡涅斯却将我打发至冥府;因此, 且呼〔他〕为坐堂医欧律斯透斯,莫再呼为墨诺凡涅斯。
Straton ἰητρὸς Καπίτων Χρύσην ἐνέχρισεν, ὁρῶντα ὀκτὼ μὲν μακρὸν πύργον ἀπὸ σταδίων, ἄνδρα δʼ ἀπὸ σταδίου, διὰ δώδεκα δʼ ὄρτυγα πηχῶν, φθεῖρα δʼ ἀπὸ σπιθαμῶν καὶ δύο δερκόμενον. νῦν δʼ ἀπὸ μὲν σταδίου πόλιν οὐ βλέπει, ἐκ δὲ διπλέθρου καιόμενον κατιδεῖν τὸν φάρον οὐ δύναται· ἵππον ἀπὸ σπιθαμῆς δὲ μόλις βλέπει, ἀντὶ δὲ τοῦ πρὶν ὄρτυγος οὐδὲ μέγαν στρουθὸν ἰδεῖν δύναται. ἂν δὲ προσεγχρίσας αὐτὸν φθάσῃ, οὐδʼ ἐλέφαντα οὐκέτι μήποτʼ ἴδῃ4 πλησίον ἑσταότα.
斯特拉顿 医生卡皮托为克律塞斯敷药,此人从前 能在八斯塔德之外望见高塔, 在一斯塔德外辨认男子,在十二肘外看清鹌鹑, 在两拃之外甚至能察见虱子。 如今在一斯塔德外他连城池都看不见,在两普勒特隆外 亦无法看清燃烧的灯塔; 在一拃之外他勉强能看见马匹,比起从前的 鹌鹑,如今他连庞大的鸵鸟都无法看清。 若医生赶着再给他敷上一剂药,即便是近旁站立的 大象,他也将永无可能再次得见。
Callicter Οὔτʼ ἔκλυσεν Φείδων μʼ, οὔθʼ ἥψατο ἀλλὰ πυρέξας ἐμνήσθην αὐτοῦ τοὔνομα, κἀπέθανον.
卡利克特 斐冬未曾为我灌肠,亦未曾碰我;但我发烧之时 想起了他的名字,便一命呜呼。
Callicter ἰητρὸς τὴν γραῦν εἴτʼ ἔκλυσεν, εἴτʼ ἀπέπνιξεν, οὐδεὶς γινώσκει· δαιμόνιον τὸ τάχος. ὁ ψόφος ἦν κλυστῆρος ἐν οὔασι, καὶ στεφανοῦτο ἡ σορός, οἱ δʼ ἄλλοι τὸν φακὸν ηὐτρέπισαν.
卡利克特 医生是为那老妪灌了肠,还是将她憋死, 无人知晓;那速度真乃神速。 灌肠器的声响尚留在耳畔,灵柩 已被饰以花冠,其他人已备好了悼亡的扁豆羹。
Callicter ὀρθῶσαι τὸν κυρτὸν ὑποσχόμενος Διόδωρον Σωκλῆς τετραπέδους τρεῖς ἐπέθηκε λίθους τοῦ κυρτοῦ στιβαροὺς ἐπὶ τὴν ῥάχιν ἀλλὰ πιεσθεὶς τέθνηκεν, γέγονεν δʼ ὀρθότερος κανόνος.
卡利克特 索克勒斯许诺将驼背的狄奥多罗斯矫直, 便将三块沉重的四尺巨石 置于驼背者的脊梁之上;但他被重压碾碎 而死,身躯变得比尺子还要笔直。
Callicter χειρουργῶν ἔσφαξεν Ἀκεστορίδην Ἀγέλαος· ζῶν γὰρ χωλεύειν, φησίν, ἔμελλε τάλας.
卡利克特 阿革拉奥斯在施行手术时将阿刻斯托里得斯宰杀; 他说:“因为他若活着, 可怜的人便注定要成为跛子。”
Callicter πέντʼ ἰητρὸς Ἄλεξις ἅμʼ ἔκλυσε, πέντʼ ἐκάθηρε, πέντʼ ἴδεν ἀρρώστους, πέντʼ ἐνέχρισε πάλιν καὶ πᾶσιν μία νύξ, ἓν φάρμακον, εἷς σοροπηγός, εἷς τάφος, εἷς Ἀίδης, εἷς κοπετὸς γέγονεν.
卡利克特 医生亚历克西斯同时给五人灌肠,给五人通便, 探视五名病患,又给五人涂抹药膏; 对所有人而言,同一夜幕,同一服药,同一个棺材匠, 同一座坟墓,同一个哈得斯,同一种哀号。
Hedylus Ἆγις Ἀρισταγόρην οὔτʼ ἔκλυσεν, οὔτʼ ἔθιγʼ αὐτοῦ· ἀλλʼ ὅσον εἰσῆλθεν, κᾤχετʼ Ἀρισταγόρης. ποῦ τοίην ἀκόνιτος ἔχει φύσιν; ὦ σοροπηγοί, Ἆγιν καὶ μίτραις βάλλετε καὶ στεφάνοις.
赫杜洛斯 阿吉斯未曾给阿里斯塔戈拉斯灌肠,亦未曾碰触他; 不过刚刚进门,阿里斯塔戈拉斯便已魂归西天。 何处的乌头草会有这般效力?棺材匠们啊, 快将束带与花环抛向阿吉斯吧!
Nicarchus II α. ξεῖνε, τί μὰν πεύθῃ; β. τίνες ἐν χθονὶ τοῖσδʼ ὑπὸ τύμβοις; α. οὓς γλυκεροῦ φέγγους Ζώπυρος ἐστέρισεν, Δᾶμις, Ἀριστοτέλης, Δημήτριος, Ἀρκεσίλαος, Σώστρατος, οἵ τʼ ὀπίσω μέχρι Παραιτονίου. κηρύκιον γὰρ ἔχων ξύλινον, καὶ πλαστὰ πέδιλα, ὡς Ἑρμῆς, κατάγει τοὺς θεραπευομένους.
尼卡科斯二世 甲:异乡人,你究竟在探问什么?乙:在这些坟冢下的泥土中安息者是谁? 甲:是那些被佐皮罗斯剥夺了甘美光明的亡魂: 达米斯、亚里士多德、德米特里乌斯、阿尔刻西拉奥斯、 索斯特拉托斯,以及其后远至佩拉托尼翁的所有死者。 因他手持一根木质使者杖,脚踏仿制的凉鞋, 宛若赫尔墨斯,将受诊治的患者悉数引渡至黄泉。
Anonymi Epigrammatici ἰητρὸς Κρατέας καὶ Δάμων ἐνταφιαστὴς κοινὴν ἀλλήλοις θέντο συνωμοσίην. καὶ ῥʼ ὁ μὲν οὓς κλέπτεσκεν ἀπʼ ἐνταφίων τελαμῶνας εἰς ἐπιδεσμεύειν5 πέμπε φίλῳ Κρατέᾳ· τὸν δʼ ἀπαμειβόμενος Κρατέας εἰς ἐνταφιάζειν πέμπεν ὅλους αὐτῷ τοὺς θεραπευομένους.
佚名 医生克拉忒阿斯与入殓师达蒙 彼此订立了共同的密谋。 达蒙将从尸衣上盗来的裹尸布 送给挚友克拉忒阿斯用于包扎伤口; 克拉忒阿斯投桃报李,将受诊治的病人 一个不落地整具送去供他入殓安葬。
- 11.110λεπτεπιλεπτότερος
由 λεπτός 叠加复合而成的滑稽比较级(λεπτός + ἐπί + λεπτότερος),意为“薄中之薄、极瘦中之更瘦者”。
- 11.112διʼ αὐτοῦ εἰκόνος ἧς εἶχεν τὰ βλέφαρʼ ἐξέβαλεν
διʼ αὐτοῦ 既可解作“经由他”,亦可取夸张之意“穿透他本人(波及画像)”。εἰκόνος ἧς εἶχεν 处发生关系代词吸引(关系代词顺从了先行词 εἰκόνος 的属格),相当于 εἰκόνος ἣν εἶχεν。
- 11.114τί μὲν ὁ Κρόνος ἐννέα μηνῶν, φησί, λέγει, σὺ νόει
在间接疑问句 τί... λέγει 中,ἐννέα μηνῶν 作时间或指涉属格(“关于九个月”)。主句祈使动词 σὺ νόει(“你自去琢磨”)置于句末。
- 11.117οὐκέτι μήποτʼ ἴδῃ
否定副词 οὐκέτι 与强意否定句式 οὐ μή(此处为 οὐκέτι μήποτʼ + 不定过去时虚拟式 ἴδῃ)叠加,表达极强烈的未来否定:“将再也决不可能看见”。
- 11.125εἰς ἐπιδεσμεύειν
介词 εἰς 直接接不定式(未带冠词)用以表目的(“为了包扎”),属于晚期希腊语习语。末行的 εἰς ἐνταφιάζειν 亦为相同句构。
