← 希腊诗选

希腊诗选 卷四

§10.89-10.106

论嫉妒傲慢与生命短暂的警句

帕拉达斯等诗人吟咏了命运的无常、富人的傲慢与嫉妒、生命的短暂与衰老、中庸与节俭的价值以及人人皆难逃死亡的必然。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
89

​Palladas εἰ θεὸς ἡ Φήμη, κεχολωμένη ἐστὶ καὶ αὐτὴ Ἕλλησι, σφαλεροῖς ἐξαπατῶσα λόγοις. φήμη δʼ, ἄν τι πάθῃς, ἀναφαίνεται εὐθὺς ἀληθής· πολλάκι καὶ Φήμην ἔφθασεν ἡ ταχυτής.

帕拉达斯 若风闻是女神,她亦对希腊人 大发雷霆,以虚妄之言加以蒙骗。 可你若遭逢什么灾祸,风闻便立刻显为真实; 疾速往往甚至超过了风闻女神本身。

90

​Palladas ὦ τῆς μεγίστης τοῦ φθόνου πονηρίας· τὸν εὐτυχῆ μισεῖ τις, ὃν θεὸς φιλεῖ. οὕτως ἀνόητοι τῷ φθόνῳ πλανώμεθα, οὕτως ἑτοίμως μωρίᾳ δουλεύομεν. Ἕλληνές ἐσμεν ἄνδρες ἐσποδωμένοι, νεκρῶν ἔχοντες ἐλπίδας τεθαμμένας· ἀνεστράφη γὰρ πάντα νῦν τὰ πράγματα.

帕拉达斯 噫,嫉妒那至极的恶毒! 凡人憎恨神所爱怜的得势之人。 我们就这般无知地受嫉妒所迷, 如此轻易地服膺于愚蠢。 我们希腊男儿已化为灰烬, 怀抱着死人深埋的希望; 因为如今一切事物皆已颠倒翻覆。

​Palladas ὅταν στυγῇ τις ἄνδρα, τὸν θεὸς φιλεῖ, οὗτος μεγίστην μωρίαν κατεισάγει· φανερῶς γάρ αὐτῷ τῷ θεῷ κορύσσεται, χόλον μέγιστον ἐκ φθόνου δεδεγμένος, δεῖ γὰρ φιλεῖν ἐκεῖνον, ὃν θεὸς φιλεῖ.

帕拉达斯 凡有人憎恶神所爱之人, 此人便招致了极大的愚妄; 因为他公然全副披挂与神明为敌, 因嫉妒而怀抱滔天之怒; 因为本当爱神所爱之人。 帕拉达斯题长官

​Palladas εἰς ἄρχοντα ἐπεὶ δικάζεις καὶ σοφιστεύεις λόγοις, κἀγὼ φέρω σοι τῆς ἐμῆς ἀηδόνος ἐπίγραμμα σεμνόν, ἄξιον παρρησίας· ὁ γὰρ σὲ μέλπων τῆς Δίκης ὕμνους χέει

既然你执掌审判并在言辞中展示智巧, 我亦从我的夜莺处为你呈上 一首庄重且堪当直言的短诗; 因为歌颂你的人,正是在倾吐献给正义女神的赞歌。

​Palladas βέλτερόν ἐστι Τύχης καὶ θλιβομένης ἀνέχεσθαι ἢ τῶν πλουτούντων τῆς ὑπερηφανίης.

帕拉达斯 忍受即便受压抑的命运女神, 亦胜过忍受富贵之人的傲慢。

​Palladas εἶναι νομίζω φιλόσοφον καὶ τὸν θεόν, βλασφημίαις τὸν εὐθὺς οὐ θυμούμενον, χρόνῳ δʼ ἐπαυξάνοντα τὰς τιμωρίας τὰς τῶν πονηρῶν καὶ ταλαιπώρων βροτῶν,

帕拉达斯 我认为神明也是一位哲人, 并不立即对亵渎之言动怒, 而是在漫长的时光中, 加重对恶人与苦难凡人的惩罚。

95

​Palladas μισῶ τὸν ἄνδρα τὸν διπλοῦν πεφυκότα, χρηστὸν λόγοισι, πολέμιον δὲ τοῖς τρόποις.

帕拉达斯 我憎恨生就两面派的人, 言辞友善,行事却与人为敌。

​Palladas ὅταν λογισμοῖς καταμάθω τὰ πράγματα, καὶ τὰς ἀκαίρους μεταβολὰς τὰς τοῦ βίου, καὶ ῥεῦμʼ ἄπιστον τῆς ἀνωμάλου Τύχης, πῶς τοὺς πένητας πλουσίους ἐργάζεται, καὶ τοὺς ἔχοντας χρημάτων ἀποστερεῖ, τότε κατʼ ἐμαυτὸν τῇ πλάνῃ σκοτούμενος μισῶ τὰ πάντα, τῆς ἀδηλίας χάριν. ποίῳ τρόπῳ γὰρ περιγένωμαι τῆς Τύχης, τῆς ἐξ ἀδήλου φαινομένης ἐν τῷ βίῳ, πόρνης γυναικὸς τοὺς τρόπους κεκτημένης;

帕拉达斯 每当我沉思默察世情、 人生无常的剧变、 以及变幻莫测的命运那难以信任的狂流—— 看她如何将穷人变为富翁, 又如何剥夺有产者的资财—— 那时我独自为迷惘所蒙蔽, 因这不可捉摸而憎恶一切。 因为我究竟能以何种方式战胜命运女神? 她在生命中于不可知处隐现, 兼备娼妓般的性情!

​Palladas λίτραν ἐτῶν1 ζήσας μετὰ γραμματικῆς βραχυμόχθου, βουλευτὴς νεκύων πέμπομαι εἰς ἀίδην.

帕拉达斯 以操持微苦的文法活过一磅岁月, 我作为亡灵的议员被遣入哈得斯。

​Palladas πᾶς τις ἀπαίδευτος φρονιμώτατός ἐστι σιωπῶν, τὸν λόγον ἐγκρύπτων, ὡς πάθος αἰσχρότατον.

帕拉达斯 每个无知之人只要保持沉默, 将话语如最丑陋的创疾般掩藏,便是最明智的。

​Palladas πολλάκι, Σέξστʼ, ἔστησα2 τεὴν φιλότητα καὶ ὕβριν καὶ πολὺ κουφοτέρην τὴν φιλότητα μαθών, λοιδορίην δὲ ῥέπουσαν, ἐχωρίσθην φιλότητος, μηκέτι βαστάζων ὕβριν ἀτιμοτάτην.

帕拉达斯 塞克斯图斯啊,我屡次权衡你的友谊与傲慢, 察知你的友谊远为轻微, 而侮慢却沉重下坠,我遂决然脱离这友谊, 不再忍受这至极受辱的傲慢。

100

​Antiphanes ἀνθρώποις ὀλίγος μὲν ὁ πᾶς χρόνος, ὅν ποτε δειλοὶ ζῶμεν, κἢν πολιὸν γῆρας ἅπασι μένῃ· τῆς δʼ ἀκμῆς καὶ μᾶλλον. ὅτʼ οὖν χρόνος ὥριος ἡμῖν, πάντα χύδην ἔστω, ψαλμός, ἔρως, προπόσεις. χειμὼν τοὐντεῦθεν γήρως βαρύς· οὐδὲ δέκα μνῶν3 στύσεις· τοιαύτη σ’ ἐκδέχετʼ ὀρχιπέδη.

安提帕奈斯 对人类而言,可怜的我们终究所活的全部时间本就短促, 纵使苍苍白发之年等待着所有人; 盛年之时更复如是。因此趁我们年富力强, 任一切倾泻而出吧:琴声、情爱、祝酒。 自此之后便是衰老的严冬;纵出十枚明那, 你亦无法勃起:如此严酷的胯下锁链正等着你。

​Bianor ἠνίδε καὶ χέρσου τὸ γεωτόμον ὅπλον ἐρέσσει4 καὶ τὸν ὑπουθατίαν μόσχον ἄγει δάμαλις, βούταν μὲν τρομέουσα διώκτορα, τὸν δὲ μένουσα νήπιον, ἀμφοτέρων εὔστοχα φειδομένη. ἴσχες, ἀροτροδίαυλε, πεδώρυχε, μηδὲ διώξῃς τὰν διπλοῖς ἔργοις διπλὰ βαρυνομέναν.

比亚诺尔 看啊,在荒地上推引着开土的器具, 母牛又在乳下带着哺乳的牛犊, 她既畏惧那驱赶的牧牛人,又等待着 幼弱的孩子,对两方皆巧加照料。 止步吧,往返耕耘掘土的人,休要驱赶 那承受双重劳苦、担负双重重荷的生灵。

​Lollius bassus μήτε με χείματι πόντος ἄγοι θρασύς, οὐδὲ γαλήνης ἀργῆς ἠσπασάμην τὴν πάλι νηνεμίην. αἱ μεσότητες ἄρισται· ὅπῃ δέ τε πρήξιες ἀνδρῶν, καὶ πάλι μέτρον ἐγὼ τἄρκιον ἠσπασάμην. τοῦτʼ ἀγάπα, φίλε Λάμπι, κακὰς δʼ ἔχθαιρε θυέλλας· εἰσί τινες πρηεῖς καὶ βιότου Ζέφυροι.

洛利乌斯·巴苏斯 愿狂暴的大海莫在风暴中裹挟我,我亦不曾 反过来欢迎那迟滞平息的死寂无风。 中庸乃是至善;无论人事的举措指向何方, 我一向欣然接受那足可维生的节度。 珍视此道吧,亲爱的兰皮斯,避开险恶的暴风; 人生中亦有某些和煦的西风拂过。

​Philodemus τὴν † προτερον θυμέλην μήτʼ ἔμβλεπε, μήτε παρέλθῃς· νῦν ἄπαγε δραχμῆς εἰς κολοκορδόκολα. καὶ σῦκον δραχμῆς ἓν γίνεται· ἢν δʼ ἀναμείνῃς, χίλια. τοῖς πτωχοῖς ὁ χρόνος ἐστὶ θεός.

菲洛德穆斯 休要注视往昔的祭坛,亦莫路过其旁; 如今且拿一德拉克马去买肚肠杂碎。 如今一枚无花果亦值一德拉克马;但若你等待, 便能得一千枚。对于穷人而言,时间便是神明。

​Crates χαῖρε θεὰ δέσποινʼ, ἀνδρῶν ἀγαθῶν ἀγάπημα, Εὐτελίη, κλεινῆς ἔγγονε Σωφροσύνης· σὴν ἀρετὴν τιμῶσιν ὅσοι τὰ δίκαιʼ ἀσκοῦσιν.

克拉特斯 致敬,女王般的女神,善人所钟爱之物, 节俭啊,显赫的节制之子; 凡践履正义之人皆尊崇你的美德。

105

​Simonides χαίρει τις Θεόδωρος, ἐπεὶ θάνον ἄλλος ἐπʼ αὐτῷ χαιρήσει. θανάτῳ πάντες ὀφειλόμεθα.

西摩尼得斯 某位泰奥多罗斯因我死去而欢喜;另一个凡人 亦将因他而欢喜。我们全都欠着死亡一笔债务。

​Anonymi Epigrammatici πολλοί τοι ναρθηκοφόροι, παῦροι δέ τε βάκχοι.

佚名诗人短诗 执杖者固然众多,真正的巴克科斯信徒却寥寥无几。

语法注4 条
  1. 10.97λίτραν ἐτῶν

    λίτρα(源自罗马重量单位 libra)在货币上相当于72个索利多(诺米斯马),在此借喻数字“七十二”,即“七十二年(的岁月)”。充当表示时间跨度的宾格。

  2. 10.99ἔστησα

    动词 ἵστημι 的第一人称单数第一不定过去时主动形态。从“立起”引申为“置于天平上称量”。宾语为 τεὴν φιλότητα καὶ ὕβριν,与后文中表示天平轻重倾斜的比喻(κουφοτέρην, ῥέπουσαν)紧密相连。

  3. 10.100οὐδὲ δέκα μνῶν

    δέκα μνῶν 为表示价格/代价的属格(genitive of price),修饰后面的动词 στύσεις,意为“即便花费十枚明那的高价”。

  4. 10.101ἐρέσσει

    原义为“划(船)”的动词 ἐρέσσω 在此被转借用于驱引或拉动犁具(τὸ γεωτόμον ὅπλον)。主语是后置的名词 δάμαλις(小母牛)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:10.89-10.106