← 希腊诗选

希腊诗选 卷四

§10.72-10.88

戏梦人生与顺应命运的喟叹

帕拉达斯与保卢斯·西伦蒂阿里乌斯感叹人生如戏与命运的捉弄,抒发对时光飞逝与肉身牢笼的悲叹,劝喻人们以智慧、超然与笑对苦难的态度来求得内心的安宁。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
72

​Palladas σκηνὴ πᾶς ὁ βίος καὶ παίγνιον· ἢ μάθε παίζειν, τὴν σπουδὴν μεταθείς, ἢ φέρε τὰς ὀδύνας.

帕拉达斯 人生全是一场戏剧与游戏:要么抛开严肃, 学会嬉戏玩耍,要么忍受痛苦。

​Palladas εἰ τὸ φέρον σε φέρει, φέρε καὶ φέρου·1 εἰ δʼ ἀγανακτεῖς καὶ σαυτὸν λυπεῖς, καὶ τὸ φέρον σε φέρει.

帕拉达斯 若载着你的命运载着你,你且承受并任其承载;但你若愤慨抱怨、 自苦其身,那载着你的依然载着你。

​Paulus Silentiarius μήτε βαθυκτεάνοιο τύχης κουφίζεο ῥοίζῳ, μήτε σέο γνάμψῃ φροντὶς ἐλευθερίην. πᾶς γὰρ ὑπʼ ἀσταθέεσσι βίος πελεμίζεται αὔραις, τῇ καὶ τῇ θαμινῶς ἀντιμεθελκόμενος. ἡ δʼ ἀρετὴ σταθερόν τι καὶ ἄτροπον, ἧς ἔπι μούνης κύματα θαρσαλέως ποντοπόρει βιότου.

保卢斯·西伦蒂阿里乌斯 既莫因富足命运的骤风而轻浮忘形, 亦莫让忧虑折损你的自由。 因为一切生命皆被飘忽不定的微风所动摇, 频频被拉扯于此处与彼处之间。 而美德乃是稳固且不可动摇之物;唯有立于其上, 方可勇敢地航行于人生的波涛之上。

75

​Palladas ἠέρα λεπταλέον μυκτηρόθεν ἀμπνείοντες ζώομεν, ἠελίου λαμπάδα δερκόμενοι, πάντες ὅσοι ζῶμεν κατὰ τὸν βίον ὄργανα δʼ ἐσμέν, αὔραις ζῳογόνοις πνεύματα δεχνύμενοι. εἰ δέ τις οὖν ὀλίγην παλάμῃ σφίγξειεν ἀυτμήν, ψυχὴν συλήσας εἰς Ἀίδην κατάγει. οὕτως οὐδὲν ἐόντες, ἀγηνορίῃ τρεφόμεσθα, πνοιῆς ἐξ ὀλίγης ἠέρα βοσκόμενοι.

帕拉达斯 我们从鼻孔中吸入微薄的气息, 便活在世间,仰望着太阳的火炬—— 凡在人世间活着的所有人皆是如此。我们不过是乐器, 凭借带来生命的微风接收气息。 若有人在手掌中捏住这微弱的吐息, 便夺走灵魂,将其押入哈得斯。 我们如此虚无,却靠着傲慢滋养自身, 仅从微薄的喘息中吞食空气维生。

​Paulus Silentiarius οὐ τὸ ζῆν χαρίεσσαν ἔχει φύσιν, ἀλλὰ τὸ ῥῖψαι φροντίδας ἐκ στέρνων τὰς πολιοκροτάφους. πλοῦτον ἔχειν ἐθέλω τὸν ἐπάρκιον· ἡ δὲ περισσὴ θυμὸν ἀεὶ κατέδει χρυσομανὴς μελέτη. ἔνθεν ἐν ἀνθρώποισιν ἀρείονα πολλάκι δήεις καὶ πενίην πλούτου, καὶ βιότου θάνατον. ταῦτα σὺ γινώσκων κραδίης ἴθυνε κελεύθους, εἰς μίαν εἰσορόων ἐλπίδα, τὴν σοφίην.

保卢斯·西伦蒂阿里乌斯 活着本身并不具有愉悦的本性,唯有将染白鬓角的 忧虑从胸中抛却,方显可贵。 我但愿拥有足以维生的财富;过度的、 嗜金如狂的挂虑总是吞噬心神。 因此在世人之中,你常会发现贫困胜于财富, 死亡胜于生存。 你既明晓这些,便当端正心中的道路, 放眼于唯一的希望——智慧。

​Palladas τίπτε μάτην, ἄνθρωπε, πονεῖς καὶ πάντα ταράσσεις, κλήρῳ δουλεύων τῷ κατὰ τὴν γένεσιν; τούτῳ σαυτὸν ἄφες, τῷ δαίμονι μὴ φιλονείκει σὴν δὲ τύχην στέργων, ἡσυχίην ἀγάπα· μᾶλλον ἐπʼ εὐφροσύνην δὲ βιάζεο, καὶ παρὰ μοίρην, εἰ δυνατόν, ψυχὴν τερπομένην μετάγειν.

帕拉达斯 人啊,既然沦为出生时命运签条的奴隶, 你又何必徒劳劳碌、扰乱一切? 将自身托付于此吧,切莫与神明争胜; 甘心承受你的命运,安享宁静; 更当勉力寻求欢欣,若有可能, 纵使违逆命运,亦当引度灵魂去享受快乐。 帕拉达斯

​Palladas ῥῖπτε γόους, μὴ κάμνε, πόσον χρόνον ἐνθάδε μίμνων, ὡς πρὸς ἐκεῖνον ὅλον τὸν μετὰ ταῦτα βίον. πρὶν τοίνυν σκώληκα βαλεῖν τύμβοις τε ῥιφῆναι, μὴ δαμάσῃς ψυχὴν ζῶν ἔτι κρινομένην,

抛掉哀哭吧,休要烦忧;想想比起此后那漫长的永恒, 你在此地逗留的时光何其短暂! 因此,在生蛆并被投入坟墓之前, 切莫在尚且活着之时折磨那受审的灵魂。

​Palladas νυκτὸς ἀπερχομένης γεννώμεθα ἦμαρ ἐπʼ ἦμαρ, τοῦ προτέρου βιότου μηδὲν ἔχοντες ἔτι, ἀλλοτριωθέντες τῆς ἐχθεσινῆς διαγωγῆς, τοῦ λοιποῦ δὲ βίου σήμερον ἀρχόμενοι. μὴ τοίνυν λέγε σαυτὸν ἐτῶν, πρεσβῦτα, περισσῶν τῶν γὰρ ἀπελθόντων σήμερον οὐ μετέχεις.

帕拉达斯 随着黑夜离去,我们日复一日地重生, 不再拥有往昔生命的任何点滴; 我们与昨日的作为已然疏离, 今天正开启余下的生命。 因此,老人啊,莫要自称为年高岁迈之人; 因为对于逝去的岁月,你今日并未分有一丝一毫。

80

​Palladas παίγνιόν ἐστι Τύχης μερόπων βίος, οἰκτρός, ἀλήτης, πλούτου καὶ πενίης μεσσόθι ῥεμβόμενος. καὶ τοὺς μὲν κατάγουσα πάλιν σφαιρηδὸν ἀείρει, τοὺς δʼ ἀπὸ τῶν νεφελῶν εἰς ἀίδην κατάγει.

帕拉达斯 凡人的生命是命运女神的玩物,可怜,流落, 徘徊于财富与贫困之间。 她将某些人打落,又如抛球般将其高高托起; 将另一些人从云端直坠哈得斯。

​Palladas ὦ τῆς βραχείας ἡδονῆς τῆς τοῦ βίου·2 τὴν ὀξύτητα τοῦ χρόνου πενθήσατε. ἡμεῖς καθεζόμεσθα καὶ κοιμώμεθα, μοχθοῦντες ἢ τρυφῶντες· ὁ δὲ χρόνος τρέχει, τρέχει καθʼ ἡμῶν τῶν ταλαιπώρων βροτῶν, φέρων ἑκάστου τῷ βίῳ καταστροφήν.

帕拉达斯 噫,这短暂的人生欢愉! 当为时间的飞逝而哀恸。 我们坐卧安眠, 或辛劳或享乐;然而时间在奔跑, 它奔向我们这些可怜的凡人, 给每个人的生命带来灭顶之灾。

​Palladas ἄρα μὴ θανόντες τῷ δοκεῖν ζῶμεν μόνον,3 Ἕλληνες ἄνδρες, συμφορᾷ πεπτωκότες ὄνειρον εἰκάζοντες εἶναι τὸν βίον; ἢ ζῶμεν ἡμεῖς, τοῦ βίου τεθνηκότος;

帕拉达斯 希腊的男人们啊,我们莫非已经死去,仅在表象上活着, 沦落于灾难之中, 将生命视作一场幻梦? 还是说我们依然活着,而真正的生活早已死去?

​Palladas καὶ τὸ φρονεῖν πλουτεῦντι περίστασις, ὄχλος, ἀνάγκη † ζώνη ποικίλη καὶ κολάκων ἀνάγκη.

帕拉达斯 对于富人而言,纵使明智亦成了困境、负担与羁绊; ……杂色的腰带与阿谀奉承之徒的逼迫。

​Palladas δακρυχέων γενόμην, καὶ δακρύσας ἀποθνῄσκω· δάκρυσι δʼ ἐν πολλοῖς τὸν βίον εὗρον ὅλον. ὦ γένος ἀνθρώπων πολυδάκρυτον, ἀσθενές, οἰκτρόν, φαινόμενον κατὰ γῆς, καὶ διαλυόμενον,

帕拉达斯 我流着泪降生,流着泪死去; 在重重泪水中,我洞悉了整个人生。 啊,多泪、软弱、可怜的人类, 显现于大地之上,随即又消解散尽!

85

​Palladas πάντες τῷ θανάτῳ τηρούμεθα, καὶ τρεφόμεσθα ὡς ἀγέλη χοίρων σφαζομένων ἀλόγως.

帕拉达斯 我们全都被看守着留给死亡, 宛如一群被毫无道理宰杀的猪猡般受人饲养。

​Palladas οὐ δαψιλῶς μέν, ἀλλʼ ὅμως κἀγὼ τρέφω παῖδας, γυναῖκα, δοῦλον, ὄρνιθας, κύνα· κόλαξ γὰρ οὐδεὶς τοὺς ἐμοὺς πατεῖ δόμους.

帕拉达斯 虽不丰裕,但我同样供养着 儿女、妻子、奴仆、禽鸟与家犬; 因为绝无谄媚之徒踏足我的家门。

​Palladas ἂν μὴ γελῶμεν τὸν βίον τὸν δραπέτην, τύχην τε πόρνην ῥεύμασιν κινουμένην, ὀδύνην ἑαυτοῖς προξενοῦμεν πάντοτε, ἀναξίους ὁρῶντες εὐτυχεστέρους.

帕拉达斯 我们若不嘲笑这逃亡的生命, 若不嘲笑那随波逐流的娼妓般的命运, 眼见不肖之徒反倒更为亨通, 便会时刻自寻烦恼。

​Palladas σῶμα, πάθος ψυχῆς, ᾅδης, μοῖρʼ, ἄχθος, ἀνάγκη, καὶ δεσμὸς κρατερός, καὶ κόλασις βασάνων. ἀλλʼ ὅταν ἐξέλθῃ τοῦ σώματος, ὡς ἀπὸ δεσμῶν τοῦ θανάτου, φεύγει πρὸς θεὸν ἀθάνατον.

帕拉达斯 肉体乃是灵魂的受难、阴府、命运、重负、束缚, 是坚固的枷锁,是酷刑的折磨。 但当灵魂脱离肉体,宛如挣脱了 死亡的枷锁,便逃向那不朽的神灵。

语法注3 条
  1. 10.73εἰ τὸ φέρον σε φέρει, φέρε καὶ φέρου

    围绕词根 φερ- 构成的多重同根词词形变化(polyptoton)。中性分词 τὸ φέρον 意为“承载者/命运”,动词 φέρει 意为“承载/载运”,主动命令式 φέρε 意为“忍受”,中被动命令式 φέρου 意为“被承载/任凭摆布”。

  2. 10.81ὦ τῆς βραχείας ἡδονῆς τῆς τοῦ βίου

    感叹词 ὦ 之后的属格为“感叹属格(genitive of exclamation)”,用以对生命转瞬即逝的微末欢愉表达悲叹。

  3. 10.82ἄρα μὴ θανόντες τῷ δοκεῖν ζῶμεν μόνον

    语气小词组合 ἄρα μή 引导带有疑虑或担忧的疑问句(“难道我们竟是……”)。τῷ δοκεῖν 是带冠词不定词的与格,用作限定或方式状语(“在表象上、看似”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:10.72-10.88