- 底本
- Greek Anthology, Vol. 4. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:10.107-10.126
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本组格言短诗探讨了神意与无常命运、节制与安贫、交友与婚娶育儿的艰难,以及唯有借美酒方能慰藉的虚妄人生。
Euripides θεοῦ μὲν οὐδεὶς ἐκτὸς εὐτυχεῖ βροτός. φεῦ τῶν βροτείων ὡς ἀνώμαλοι τύχαι· οἱ μὲν γὰρ εὖ πράσσουσι, τοῖς δὲ συμφοραὶ σκληραὶ πάρεισιν εὐσεβοῦσι πρὸς θεούς.
欧里庇得斯 没有凡人离开神明还能享有幸运。 呜呼,凡人的命运何其参差不齐! 因为有些人生活顺遂,另一些人虽敬奉诸神, 却有严酷的灾祸临头。
Anonymi Epigrammatici Ζεῦ βασιλεῦ, τὰ μὲν ἐσθλὰ καὶ εὐχομένοις καὶ ἀνεύκτοις ἄμμι δίδου· τὰ δὲ λυγρὰ καὶ εὐχομένων ἀπερύκοις.1
佚名诗人短诗 宙斯王啊,无论我们祈求与否,皆将善事赐予 我们;而毁灭之事,纵然有人祈求亦当予以摒弃。
Anonymi Epigrammatici πᾶς λόγος ἐστὶ μάταιος ὁ μὴ τετελεσμένος ἔργῳ καὶ πᾶσα πρᾶξις τὸν λόγον ἀρχὸν ἔχοι
佚名诗人短诗 凡未能以行动落实之言,皆属虚妄; 愿一切行动皆以理性为向导。
Aeschylus οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν μάλιστα μὲν λέοντα μὴ πόλει τρέφειν· ἢν δʼ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν.2
埃斯库罗斯 绝不可在城邦中豢养狮子的幼崽; 首先便不应在城邦中养狮; 可一旦养大了一只,便只得顺从其天性。
Anonymi Epigrammatici ὁ φθόνος αὐτὸς ἑαυτὸν ἑοῖς βελέεσσι δαμάζει.
佚名诗人短诗 嫉妒以其自备的箭矢克制自身。
Anonymi Epigrammatici οἶνος καὶ τὰ λοετρὰ καὶ ἡ περὶ Κύπριν ἐρωὴ ὀξυτέρην πέμπει τὴν ὁδὸν3 εἰς ἀίδην.
佚名诗人短诗 美酒、沐浴以及关于阿佛洛狄忒的激情冲动, 加速了通往哈得斯的旅途。
Theognis οὐκ ἐθέλω πλουτεῖν, οὐκ εὔχομαι· ἀλλά μοι εἴη ζῆν ἐκ τῶν ὀλίγων μηδὲν ἔχοντα κακόν.
忒俄格尼斯 我不求富有,亦不作此祈愿;但愿我能 依凭微薄的资财度日,不受任何灾殃。
Anonymi Epigrammatici ἦ κρίσις ἐστὶ κάτω καὶ Τάνταλος· οὐδὲν ἀπιστῶ, τῇ πενίῃ μελετῶν τὴν ὑπὸ γῆν κόλασιν.
佚名诗人短诗 地下确有审判与坦塔罗斯;我丝毫不加怀疑, 因我正在贫困中领受这地下的惩罚。
Anonymi Epigrammatici Ζῆσον λογισμῷ, καὶ μένεις ἀνενδεής.
佚名诗人短诗 依理性而生活,你便永无欠缺。
Anonymi Epigrammatici ἄδηλον οὐκ ἔστι γήμας, ὅστις οὐ χειμάζεται, λέγουσι πάντες, καὶ γαμοῦσιν εἰδότες.
佚名诗人短诗(作者不详) “凡娶妻者无不饱受风浪侵袭”, 人皆如是说,却明知故娶。
Phocylides γνήσιός εἰμι φίλος, καὶ τὸν φίλον ὡς φίλον οἶδα, τοὺς δὲ κακοὺς διόλου πάντας ἀποστρέφομαι· οὐδένα θωπεύω πρὸς ὑπόκρισιν· οὓς δʼ ἄρα τιμῶ, τούτους ἐξ ἀρχῆς μέχρι τέλους ἀγαπῶ.
福库利得斯 我是真诚的朋友,知朋友当为朋友; 而对于恶人,我全数避而远之。 我绝不为伪饰而阿谀迎合;凡我敬重之人, 我自始至终皆予以关爱。
Anonymi Epigrammatici πῶς γενόμην; πόθεν εἰμί; τίνος χάριν ἦλθον; ἀπελθεῖν; πῶς δύναμαί τι μαθεῖν, μηδὲν ἐπιστάμενος; οὐδὲν ἐὼν γενόμην πάλιν ἔσσομαι ὡς πάρος ἦα· οὐδὲν καὶ μηδὲν τῶν μερόπων τὸ γένος. ἀλλʼ ἄγε μοι Βάκχοιο φιλήδονον ἔντυε νᾶμα· τοῦτο γάρ ἐστι κακῶν φάρμακον ἀντίδοτον.
佚名诗人短诗 我如何出生?我从何而来?为何而至?只为离去? 我一无所知,又何以学得什么? 我从虚无中生出,又将归于从前的虚无; 能言的凡人类别无他物,本是一场虚无。 来吧,为我注满巴克科斯那嗜乐的甘泉; 因为此物方是众般祸患的解毒良药。
Anonymi Epigrammatici σώματα πολλὰ τρέφειν, καὶ δώματα πόλλʼ ἀνεγείρειν ἀτραπὸς εἰς πενίην ἐστὶν ἑτοιμοτάτη.
佚名诗人短诗 蓄养众多人口,营建许多房屋, 乃是通向贫困最便捷的近道。
Nonnus πᾶσα γυνὴ φιλέει πλέον ἀνέρος· αἰδομένη δὲ κεύθει κέντρον ἔρωτος, ἐρωμανέουσα καὶ αὐτή.
农诺斯 凡女子所爱皆甚于男子;然而出于羞怯, 她掩藏起爱情的刺芒,纵使自身亦为情狂。
Rarus οὐχ οὕτω βλάπτει μισεῖν ὁ λέγων ἀναφανδόν, ὥσπερ ὁ τὴν καθαρὰν ψευδόμενος φιλίαν. τὸν μὲν γὰρ μισοῦντα προειδότες ἐκτρεπόμεσθα, τὸν δὲ λέγοντα φιλεῖν οὐ προφυλασσόμεθα. ἐχθρὸν ἐγὼ κρίνω κεῖνον βαρύν, ὅς ποτε λάθρῃ τὴν ἀπὸ τῆς φιλίας πίστιν ἔχων ἀδικεῖ.
拉鲁斯 公然直言憎恨之人造成的危害, 远不如伪称纯洁友谊之人。 因为预先得知憎恨之人,我们尚可避开; 但对于口称爱怜之人,我们却疏于防范。 我判定那暗中利用友谊所生之信任 而行不义之人,才是最沉重的仇敌。
Pseudo-lucianus πολλὰ τὸ δαιμόνιον δύναται, κἂν ᾖ παράδοξα· τοὺς μικροὺς ἀνάγει, τοὺς μεγάλους κατάγει· καὶ σοῦ τὴν ὀφρὺν καὶ τὸν τῦφον καταπαύσει, κἂν ποταμὸς χρυσοῦ νάματά σοι παρέχῃ. οὐ θρύον, οὐ μαλάχην ἄνεμός ποτε, τὰς δὲ μεγίστας ἢ δρύας ἢ πλατάνους οἶδε χαμαὶ κατάγειν.
伪琉善 神力威能广大,纵然匪夷所思; 它擢升微贱者,贬抑显达者; 即便黄金之河为你注满流水, 它亦必将摧折你的傲岸与浮夸。 暴风绝不懂得将芦苇或锦葵扫倒, 却深谙如何将最大的橡树与悬铃木折伏于地。
Aesopus et aesopica πῶς τις ἄνευ θανάτου σε φύγοι, βίε; μυρία γάρ σευ λυγρά· καὶ οὔτε φυγεῖν εὐμαρὲς, οὔτε φέρειν. ἡδέα μὲν γάρ σου τὰ φύσει καλά, γαῖα, θάλασσα, ἄστρα, σεληναίης κύκλα καὶ ἠελίου· τἆλλα δὲ πάντα φόβοι τε καὶ ἄλγεα· κἤν τι πάθῃ τις ἐσθλόν, ἀμοιβαίην ἐκδέχεται νέμεσιν.
伊索及伊索寓言诗 若非借由死亡,人何以逃脱你,人生啊?因为你那 悲惨之事数不胜数;既难以逃离,亦难以承受。 你天生之美物固然令人欣悦:大地、海洋、 星辰,以及月亮与太阳的周行; 而其余一切皆是恐惧与痛苦;人纵然遭逢 何种福泽,紧随其后的便是相应的惩罚。
Glycon πάντα γέλως, καὶ πάντα κόνις, καὶ πάντα τὸ μηδέν· πάντα γὰρ ἐξ ἀλόγων ἐστὶ τὰ γινόμενα.
格吕孔 一切皆是戏谑,一切皆是尘土,一切皆是虚无; 因为凡所生成之物,皆出于无理性。
Anonymi Epigrammatici φροντίδες οἱ παῖδες· μέγα μὲν κακόν, εἴ τι πάθοιεν εἰσὶ δὲ καὶ ζῶντες φροντίδες οὐκ ὀλίγαι. ἡ γαμετή, χρηστὴ μὲν ἔχει τινὰ τέρψιν ἐν αὐτῇ, ἡ δὲ κακὴ πικρὸν τὸν βίον ἀνδρὶ φέρει.
佚名诗人短诗 子女乃忧患之源;他们若遭遇什么祸事,固是大恶, 而即使他们活着,亦有无尽的操劳。 妻子若贤良,本身自含几分乐趣; 但若是恶妻,则为丈夫带来凄苦的人生。
Anonymi Epigrammatici πρᾶγμα μὲν ἐσθʼ ὁ φίλος πάνυ δύσκολον εἰσὶ δὲ πολλοί, καὶ σχεδὸν οἱ πάντες, μέχρι προσηγορίας.
佚名诗人短诗 朋友实属极难求之事;而众多之人, 甚至几乎所有人,皆不过徒有虚名。
Anonymi Epigrammatici χρησαμένῳ θεράπων ὁ χρήσιμὸς ἐστʼ ἀγαθόν τι· αὐτάρκης δὲ κακὸν τῶνδʼ ὁ πονηρότερος.
奴仆对于雇佣者而言,若有用则是一件好事; 但其中独断专行者乃是恶害,此等人尤为险恶。
- 10.108καὶ εὐχομένων ἀπερύκοις
与前半句的与格“καὶ εὐχομένοις καὶ ἀνεύκτοις”(无论祈求与否之人)相对照,此处 εὐχομένων 为属格。因动词 ἀπερύκω(驱逐、抵御)可支配夺格性/分离属格,故最自然之解为“即便来自祈祷者(我们),亦当予以驱逐/远离”。另一种可能为主语省略的独立属格(表让步:“纵使人们为之祈求”),但依动词支配关系,视作与 ἀπερύκοις 连用的分离属格更为妥帖。
- 10.110ἢν δʼ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν
不定词 ὑπηρετεῖν 既可理解为承接开篇否定句 οὐ χρὴ 中省去的肯定意义 χρὴ(应当),亦可理解为用作祈使语气的独立不定词(infinitive for imperative)。无论何种分析,皆表达“当顺应其习性”的应当/必然之意。
- 10.112ὀξυτέρην πέμπει τὴν ὁδὸν
形容词 ὀξυτέρην 处于表语位置(位于冠词 τὴν 之前),作宾语 τὴν ὁδὸν 的述语性宾格(predicative accusative),表结果或状态,意为“使通往哈得斯的旅途变得更迅速(加速了去往冥府的进程)”。
