← 希腊诗选

希腊诗选 卷四

§10.57-10.71

论死亡必然与聚财虚妄的劝谕短诗

帕拉达斯、阿加提亚斯与马其顿尼乌斯二世的一组讽刺与劝谕短诗。诗人们论及肚腹对节制的破坏、赤条条生死的虚妄、死亡作为苦难终结的慰藉、聚敛财富的徒劳、命运女神的荒谬与无常、对男色风气的批判、自愿受希望蒙蔽的人生享乐,以及对潘多拉瓮神话的反思与调侃。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
57

​Palladas γαστέρα μισήσειε θεὸς καὶ βρώματα γαστρός· εἵνεκα γὰρ τούτων σωφροσύνα λύεται.

帕拉达斯 愿神厌弃肚腹以及肚腹的食物; 因为正因这些,节制才荡然无存。

​Palladas γῆς ἐπέβην γυμνός, γυμνός θʼ ὑπὸ γαῖαν ἄπειμι· καὶ τί μάτην μοχθῶ, γυμνὸν ὁρῶν τὸ τέλος;

帕拉达斯 我赤条条来到世间,亦赤条条归入尘土之下; 既然看到结局赤条条一片,我又何苦枉费心机?

​Palladas Προσδοκίη θανάτου πολυώδυνός ἐστιν ἀνίη· τοῦτο δὲ κερδαίνει θνητὸς ἀπολλύμενος. μὴ τοίνυν κλαύσῃς τὸν ἀπερχόμενον βιότοιο· οὐδὲν γὰρ θανάτου δεύτερόν ἐστι πάθος.

帕拉达斯 对死亡的预期乃是痛楚万分的折磨; 而有死之躯正是借由毁灭而免受此苦、从中获益。 因此,切莫为离开人世之人悲泣; 因为死后便再无第二种苦痛。 帕拉达斯

60

​Palladas πλουτεῖς· καὶ τί τὸ λοιπόν; ἀπερχόμενος μετὰ σαυτοῦ τὸν πλοῦτον σύρεις, εἰς σορὸν ἑλκόμενος; τὸν πλοῦτον συνάγεις δαπανῶν χρόνον οὐ δύνασαι δὲ ζωῆς σωρεῦσαι μέτρα περισσότερα.

你腰缠万贯;但那又如何?离世之际,被拖入石棺之中时, 难道你能把财富一同带走? 你耗费时光聚敛财富,却绝无可能 为自己积聚更多的生命尺度。

​Palladas φεύγετε τοὺς πλουτοῦντας, ἀναιδέας, οἰκοτυράννους, μισοῦντας πενίην μητέρα σωφροσύνας.

帕拉达斯 远离那些家中的暴君、厚颜无耻的富人吧, 他们憎恶清贫——那节制之母。

​Palladas οὐ λόγον, οὐ νόμον οἶδε Τύχη, μερόπων δὲ τυραννεῖ, τοῖς ἰδίοις ἀλόγως ῥεύμασι συρομένη. μᾶλλον τοῖς ἀδίκοισι ῥέπει, μισεῖ δὲ δικαίους, ὡς ἐπιδεικνυμένη τὴν ἄλογον δύναμιν.

帕拉达斯 命运女神既不知理性,亦不知法度,任凭自身的狂流 盲目摆布,肆意支配凡人。 她偏袒不义之人,仇视正直之士, 仿佛以此炫耀她那蛮横盲目的权能。

​Palladas μηδέποτε ζήσας ὁ πένης βροτὸς οὐδʼ ἀποθνῄσκει· καὶ ζῆν γὰρ δοκέων, ὡς νέκυς ἦν ὁ τάλας. οἱ δὲ τύχας μεγάλας καὶ χρήματα πολλὰ λαχόντες, οὗτοι τὸν θάνατον πτῶσιν ἔχουσι βίου.1

帕拉达斯 贫穷的凡人从未真正活过,亦未曾真正死去; 因为这可怜之人即便看似活着,也宛如一具死尸。 而那些获得宏大福运与丰厚财富之人, 唯有对他们而言,死亡才成了生命的倾覆。

​Agathias Scholasticus ἦ ῥά γε ποῦ τὸ φρύαγμα τὸ τηλίκον; οἱ δὲ περισσοὶ πῆ ἔβαν ἐξαίφνης ἀγχίποροι κόλακες; νῦν γὰρ ἑκὰς πτόλιος φυγὰς ᾤχεο· τοῖς πρότερον δε οἰκτροῖς τὴν κατὰ σοῦ ψῆφον ἔδωκε Τύχη. πολλὴ σοί, κλυτοεργὲ Τύχη, χάρις, οὕνεχʼ ὁμοίως πάντας ἀεὶ παίζεις, κεἰσέτι τερπόμεθα..

阿加提亚斯·斯克拉斯蒂库斯 昔日那般不可一世的傲气究竟去了何方?身旁簇拥的 那群阿谀奉承之徒,为何转瞬之间散得精光? 如今你已远离城邑,沦为流亡之人;命运女神 将审判你的投票权,交给了昔日可怜的人们。 功勋卓著的命运女神啊,对你当致以深切的感激,因为你一视同仁地 戏弄着所有人,正因如此我们至今仍怡然自乐。

65

​Palladas πλοῦς σφαλερὸς τὸ ζῆν χειμαζόμενοι γὰρ ἐν αὐτῷ πολλάκι ναυηγῶν πταίομεν οἰκτρότερα. τὴν δὲ Τύχην βιότοιο κυβερνήτειραν ἔχοντες, ὡς ἐπὶ τοῦ πελάγους, ἀμφίβολοι πλέομεν, οἱ μὲν ἐπʼ εὐπλοΐην, οἱ δʼ ἔμπαλιν ἀλλʼ ἅμα πάντες εἰς ἕνα τὸν κατὰ γῆς ὅρμον ἀπερχόμεθα.

帕拉达斯 活着乃是一场凶险的航行;因为在其中饱受风暴侵袭, 我们所遭受的惨痛挫折往往甚于沉船之人。 我们以命运女神作为人生的舵手,宛如航行于汪洋之上, 怀着莫测的心情前行, 有的顺风顺水,有的坎坷颠簸;然而所有人最终都将一同 驶向地底之下唯一的港湾。

​Agathias Scholasticus εὖτέ τις ἐκ πενίης πλούτου τύχοι ἠδὲ καὶ ἀρχῆς, οὐκέτι γινώσκει, τίς πέλε τὸ πρότερον. τήν ποτε γὰρ φιλίην ἀπαναίνεται· ἀφρονέων δε τέρψιν ὀλισθηρῆς οὐ δεδάηκε Τύχης. ἦς ποτε γὰρ πτωχὸς ταλαπείριος· οὐκ ἐθέλεις δέ, αἰτίζων ἀκόλους, νῦν ἑτέροις παρέχειν. πάντα, φίλος, μερόπεσσι παρέρχεται· εἰ δʼ ἀπιθήσεις, ἔμπαλιν αἰτίζων μάρτυρα σαυτὸν ἔχοις.

阿加提亚斯·斯克拉斯蒂库斯 每当有人从贫贱中获得财富与显位, 便不再相认自己昔日究竟是谁。 他唾弃往日的友谊;愚蠢地 未曾参透变幻无常的命运女神那虚妄的恩宠。 你昔日曾是饱经苦难的乞丐;曾经乞讨 面包碎屑的你,如今却不愿施舍他人。 朋友啊,凡人的一切终将逝去;你若不信, 当来日再次行乞之时,你便可用自身作为明证。

​Macedonius II μνήμη καὶ Λήθη, μέγα χαίρετον ἡ μὲν ἐπʼ ἔργοις μνήμη τοῖς ἀγαθοῖς, ἡ δʼ, ἐπὶ λευγαλέοις.

马其顿尼乌斯二世 记忆与遗忘啊,向你们致以崇高的敬意:对善行 当铭记不忘,对惨痛的往事当彻底遗忘。

​Agathias Scholasticus καλὸν μὲν στυγόδεμνον ἔχειν νόον εἰ δʼ ἄρʼ ἀνάγκη, ἀρσενικὴ φιλότης μὴ ποτέ σε κλονέοι. θηλυτέρας φιλέειν ὀλίγον κακόν, οὕνεκα κείναις Κυπριδίους ὀάρους πότνα δέδωκε φύσις. δέρκεο τῶν ἀλόγων ζῴων γένος· ἦ γὰρ ἐκείνων οὐδὲν ἀτιμάζει θέσμια συζυγίης· ἄρσενι γὰρ θήλεια συνάπτεται· οἱ δʼ ἀλεγεινοὶ ἄνδρες ἐς ἀλλήλους ξεῖνον ἄγουσι γάμον.

阿加提亚斯·斯克拉斯蒂库斯 心怀厌弃床笫之念固然高尚;但若情势所迫, 愿男色之情爱绝不致将你扰乱。 喜爱女色罪过尚轻,因为尊严的自然 赋予了她们维纳斯的温存情话。 且看那无理性的禽兽之类;它们之中 无一亵渎结合的法度; 雄性与雌性相交媾;然而可悲的 男人们却在彼此之间结成畸形的婚配。

​Agathias Scholasticus τὸν θάνατον τί φοβεῖσθε, τὸν ἡσυχίης γενετῆρα, τὸν παύοντα νόσους καὶ πενίης ὀδύνας; μοῦνον ἅπαξ θνητοῖς παραγίνεται, οὐδέ ποτʼ αὐτὸν εἶδέν τις θνητῶν δεύτερον ἐρχόμενον αἱ δὲ νόσοι πολλαὶ καὶ ποικίλαι, ἄλλοτʼ ἐπʼ ἄλλον ἐρχόμεναι θνητῶν, καὶ μεταβαλλόμεναι.

阿加提亚斯·斯克拉斯蒂库斯 死亡乃是安息之父,能止息疾患与贫困的苦痛, 你们为何还要畏惧它? 它于凡人一生只降临一次,凡人中从未有谁 见过它二度来临; 而疾病繁多且形形色色,在凡人之间辗转更迭, 轮番袭来,变幻无穷。

70

​Macedonius II εἰ βίον ἐν μερόπεσσι Τύχης παίζουσιν ἑταῖραι ἐλπίδες ἀμβολάδην πάντα χαριζόμεναι, παίζομαι, εἰ βροτός εἰμι. βροτὸς δʼ εὖ οἶδα καὶ αὐτὸς θνητὸς ἐών δολιχαῖς δʼ ἐλπίσι παιζόμενος, αὐτὸς ἑκοντὶ γέγηθα πλανώμενος, οὐδὲ γενοίμην ἐς κρίσιν ἡμετέρην πικρὸς Ἀριστοτέλης.2 τὴν γὰρ Ἀνακρείοντος ἐνὶ πραπίδεσσι φυλάσσω παρφασίην, ὅτι δεῖ φροντίδα μὴ κατέχειν.

马其顿尼乌斯二世 若在凡人之中,命运女神的伴侣——希望之神们, 借由一再延宕而许诺给予一切,从而戏弄着人生, 既然我是凡人,我便亦被其玩弄。然而我自己深知自己是个 有死之躯;在这漫无止境的希望戏弄下, 我自愿甘受其蒙蔽而欢欣雀跃,绝不愿 在评判自身时成为一个苛刻的亚里士多德。 因为我将阿那克里翁的劝诫谨记于心胸: 万不可让忧虑羁绊心神。

​Macedonius II Πανδώρης ὁρόων γελόω πίθον, οὐδὲ γυναῖκα μέμφομαι, ἀλλʼ αὐτῶν τὰ πτερὰ τῶν Ἀγαθῶν. ὡς γὰρ ἐπʼ Οὐλύμποιο μετὰ χθονὸς ἤθεα πάσης πωτῶνται, πίπτειν καὶ κατὰ γῆν ὄφελον.3 ἡ δὲ γυνὴ μετὰ πῶμα κατωχρήσασα παρειὰς ὤλεσεν ἀγλαΐην ὧν ἔφερεν χαρίτων.4 ἀμφοτέρων δʼ ἥμαρτεν ὁ νῦν βίος, ὅττι καὶ αὐτὴν γηράσκουσαν ἔχει, καὶ πίθος οὐδὲν ἔχει.

马其顿尼乌斯二世 望着潘多拉的瓮,我哑然失笑;我并不责怪 那个女人,反倒责怪众“善”本身的翅膀。 因为它们在走遍全大地的居所之后飞向奥林匹斯, 本该跌落于大地之上的。 那女人在揭开瓮盖之后面色苍白, 失却了她所承载的诸般魅力的光彩。 如今的生活两样皆空:既面对着女人的衰老, 而瓮中亦空无一物。

语法注4 条
  1. 10.63οὗτοι τὸν θάνατον πτῶσιν ἔχουσι βίου.

    双重宾格结构,τὸν θάνατον 为直接宾语,πτῶσιν 为补足语宾格(“他们以死亡作为生命的跌落/经历死亡为生命的覆灭”)。动词 ἔχουσι 在此表示体验、经历或视作。

  2. 10.70οὐδὲ γενοίμην ἐς κρίσιν ἡμετέρην πικρὸς Ἀριστοτέλης.

    愿望希求法动词 γενοίμην 结合否定词 οὐδέ(“我亦不愿成为……”)。介词短语 ἐς κρίσιν ἡμετέρην 作状语(“在关于我们自身的评判/认知中”),修饰表语 πικρὸς Ἀριστοτέλης。

  3. 10.71πίπτειν καὶ κατὰ γῆν ὄφελον.

    表示过去未实现愿望的结构(ὄφελον 搭配不定式 πίπτειν),意为“本应当落在大地之上(实际上却没有)”。承接 ὡς 引导的原因分句,主句表达与事实相反的惋惜与反讽。

  4. 10.71ὤλεσεν ἀγλαΐην ὧν ἔφερεν χαρίτων.

    先行词并入关系从句并发生格的同化(attraction)。底层结构为 ὤλεσεν ἀγλαΐην τῶν χαρίτων ἃς ἔφερεν(“她失去了她所承载的诸般魅力的光彩”),其中先行词 χαρίτων 被吸入从句,关系代词 ὧν 亦受其属格牵引同化。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:10.57-10.71