- 底本
- Greek Anthology, Vol. 4. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:10.46-10.56
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
帕拉达斯的一组讽刺与哲理短诗,论及沉默的修养、哀恸中的饮食、讼师转任法官之弊、愤怒的正当防卫、喀耳刻神话的理性化解读、中庸之美、良机的价值、宙斯的残暴本质、肥胖致死的教训、惧内者的自欺以及妇人贞操的难测。
Palladas ἡ μεγάλη παίδευσις ἐν ἀνθρώποισι σιωπή· μάρτυρα Πυθαγόραν τὸν σοφὸν αὐτὸν ἔχω, ὅς, λαλέειν εἰδὼς, ἑτέρους ἐδίδασκε σιωπᾷν, φάρμακον ἡσυχίης ἐγκρατὲς εὑρόμενος.
帕拉达斯 沉默对于凡人而言是极大的教益; 我以睿智的毕达哥拉斯本人为证, 他深谙言谈之道,却教导他人保持沉默, 找到了宁静的强效良药。
Palladas ἔσθιε, πῖνε, μύσας ἐπὶ πένθεσιν οὐ γὰρ ἔοικεν γαστέρι πενθῆσαι νεκρόν1 Ὅμηρος ἔφη· καὶ γὰρ ὁμοῦ θάψασαν ὀλωλότα δώδεκα τέκνα σίτου μνησαμένην τὴν Νιόβην παράγει.
帕拉达斯 尽管闭起双眼,在悲痛中吃喝吧;因为正如荷马所言, 肚腹去为死者哀悼是不相宜的; 荷马甚至描绘了尼俄柏在埋葬了同时丧命的 十二个儿女之后,亦想起了饮食。
Palladas μήποτε δουλεύσασα γυνὴ δέσποινα γένοιτο, ἐστὶ παροιμιακόν. τῷδε δʼ ὅμοιον ἐρῶ· μήτε δίκην δικάσειεν ἀνὴρ γεγονὼς δικολέκτης, μηδʼ ὅταν Ἰσοκράτους ῥητορικώτερος ᾖ. πῶς γὰρ ὁ μισθαρνεῖν εἰθισμένος οὐδὲν ἑταίρας σεμνότερον, δικάσαι μὴ ῥυπαρῶς δύναται;
帕拉达斯 “曾为奴仆的妇人切莫成为女主人”, 这是一句谚语。对此我也要说一句类似的话: 曾充当诉讼掮客之人切莫审理案件, 即便他比伊索克拉底更为雄辩。 因为一个习惯于获取不比妓女更体面的酬劳之人, 怎能不污浊地断案?
Palladas καὶ μύρμηκι χολὴν καὶ σέρφῳ φασὶν ἐνεῖναι· εἶτα χολὴν μὲν ἔχει ζῷα τὰ φαυλότατα, ἐκκεῖσθαι δʼ ἐμὲ πᾶσι χολὴν μὴ ἔχοντα κελεύεις, ὡς μηδὲ ψιλοῖς ῥήμασιν ἀνταδικεῖν τοὺς ἔργοις ἀδικοῦντας; ἀποφράξαντα δεήσει λοιπὸν ὁλοσχοίνῳ τὸ στόμα, μηδὲ πνέειν.
帕拉达斯 人们说,哪怕蝼蚁与飞蚋体内亦有胆汁; 既然连最微不足道的生灵都怀有怒气, 你却要我毫无脾气地暴露于所有人面前, 甚至不许我用单纯的言语去反击 那些以实际行动侵犯我的人吗?那接下来岂不是 要用灯心草塞住嘴巴,连气也不准喘了。
Palladas τὴν Κίρκην οὔ φημι, καθὼς εἴρηκεν Ὅμηρος, ἀντʼ ἀνδρῶν ποιεῖν ἢ σύας ἠὲ λύκους τοὺς αὐτῇ προσιόντας· ἑταίρα δʼ οὖσα πανοῦργος, τοὺς δελεασθέντας πτωχοτάτους ἐποίει· τῶν δʼ ἀνθρωπείων ἀποσυλήσασα λογισμῶν,2 εἶτʼ ἀπὸ τῶν ἰδίων μηδὲν ἔχοντας ἔτι ἔτρεφεν ἔνδον ἔχουσα δίκην ζῴων ἀλογίστων. ἔμφρων δʼ ὢν Ὀδυσεύς, τὴν νεότητα φυγών, οὐχ Ἑρμοῦ, φύσεως δʼ ἰδίας ἐμφύντα λογισμὸν εἶχε γοητείας φάρμακον ἀντίπαλον.
帕拉达斯 我并不认为喀耳刻如荷马所言, 是将接近她的男子 变成了猪或狼;她其实是个狡黠的荡妇, 让那些受其诱惑者沦为赤贫; 她剥夺了他们的人类理性, 将耗尽了自身全部家产的他们, 如无理性的畜生一般豢养在闺中。 而聪明的奥德修斯摆脱了少不更事的鲁莽, 凭借的并非赫耳墨斯,而是自身天性中根植的理性, 以此作为对抗巫术的解药。
Palladas ὁ φθόνος οἰκτιρμοῦ, κατὰ Πίνδαρον, ἐστιν ἀμείνων οἱ βασκαινόμενοι λαμπρὸν ἔχουσι βίον τοὺς δὲ λίαν ἀτυχεῖς οἰκτείρομεν. ἀλλά τις εἴην μήτʼ ἄγαν εὐδαίμων, μήτʼ ἐλεεινὸς ἐγώ. ἡ μεσότης γὰρ ἄριστον, ἐπεὶ τὰ μὲν ἄκρα πέφυκεν κινδύνους ἐπάγειν, ἔσχατα δʼ ὕβριν ἔχει.
帕拉达斯 照品达的说法,遭人嫉妒胜过受人同情; 受嫉妒之人过着荣耀显赫的生活, 而极度不幸之人则招致我们的怜悯。但我宁愿 做一个既不过分富有,亦不可怜之人。 因为中庸乃是至善,高处天生 招致危险,而底层则伴随屈辱。
Palladas εὖγε λέγων, τὸν Καιρὸν ἔφης θεόν, εὖγε, Μένανδρε, ὡς ἀνὴρ Μουσῶν καὶ Χαρίτων τρόφιμος πολλάκι γὰρ τοῦ σφόδρα μεριμνηθέντος ἄμεινον προσπεσὸν εὐκαίρως εὗρέ τι ταὐτόματον.
帕拉达斯 说得好,你将“良机”称作神明,说得好,米南德啊, 真不愧是缪斯与美惠女神哺育之人; 因为适时的偶遇往往能带来 比煞费苦心的谋划更为优越的成果。
Palladas εἰ τοὺς ἀνδροφόνους εὐδαίμονας ὄντας ὁρῶμεν, οὐ πάνυ θαυμάζω· τοῦ Διός ἐστι γέρας. τὸν γὰρ γεννήσαντα μεμισηκὼς καὶ ἐκεῖνος κτεῖνεν ἄν, εἰ ὁ Κρόνος θνητὸς ἐτύγχανεν ὤν· ἀντὶ δὲ τοῦ κτεῖναι σὺν τοῖς Τιτῆσι κολάζει, δέσμιον, ὡς λῃστήν, εἰς τὸ βάραθρον ἐνείς.
帕拉达斯 若我们见到杀人凶手享尽荣华, 我一点也不奇怪,这本是宙斯的特权。 宙斯亦憎恨生身之父,若克洛诺斯 恰好是有死之躯,宙斯早将他斩杀; 他虽未弑父,却将父亲与提坦神一同惩处, 如强盗般捆绑起来,打入深渊。
Palladas οὐ ποιεῖ θάνατον μόνον ἡ φθίσις· ἀλλὰ τὸν αὐτὸν καὶ πολλὴ παχύτης πολλάκις εἰργάσατο. τοῦδʼ ὁ τυραννήσας Διονύσιος Ἡρακλείας τῆς ἐν τῷ Πόντῳ μάρτυς, ὁ τοῦτο παθών.
帕拉达斯 并非只有消耗性虚损能致人于死地;过度 的肥胖也常常造成同样的结局。 曾称霸本都赫拉克利亚的僭主狄奥尼修斯 便是明证,他正遭受了此种下场。
Palladas ἂν πάνυ κομπάζῃς προστάγμασι μὴ ὑπακούειν τῆς γαμετῆς, ληρεῖς· “οὐ γὰρ ἀπὸ δρυὸς εἶ, οὐδʼ ἀπὸ πέτρης,”3 φησὶν ὃ θʼ οἱ πολλοὶ κατʼ ἀνάγκην πάσχομεν, ἢ πάντες, καὶ σὺ γυναικοκρατῇ. εἰ δʼ, οὐ σανδαλίῳ, φὴς, “τύπτομαι, οὐδʼ, ἀκολάστου οὔσης μοι γαμετῆς, χρή με μύσαντα φέρειν” δουλεύειν σε λέγω μετριώτερον, εἴ γε πέπρασαι σώφρονι δεσποίνῃ μηδὲ λίαν χαλεπῇ.
帕拉达斯 你若大言不惭地夸口绝不顺从妻子的号令, 纯属胡言。正如古人所说,“你并非生于橡树, 亦非生于岩石”,我们多数人乃至所有人所不得不承受的命运, 你同样在承受,受着妇人的统治。 若你说:“我并未挨拖鞋抽打,亦无需 因妻子放荡而闭目隐忍”, 那我便说你只是受役于较为温和的境遇,如果你当真 被卖给了一位端庄而不过分严酷的女主人。
Palladas οὐδὲν σωφροσύνης τεκμήριόν ἐστι πρόδηλον· τοῖς ἐμπαιζομένοις ἀνδράσι ταῦτα λέγω. οὔτε τὸ δύσμορφον πάντως ἀνύποπτον ὑπάρχει, οὔτʼ ἀκολασταίνειν πᾶσα πέφυκε καλή, καὶ γάρ τις διὰ τὴν ὥραν τοῖς πολλὰ διδοῦσιν οὐχ ἕπεται· πολλὰς δʼ ἔστι γυναῖκας ἰδεῖν οὐχὶ καλὰς τὴν ὄψιν, ὀπυιομένας ἀκορέστως, καὶ τοῖς χ;χρησαμένοις πολλὰ χαριζομένας. οὐκ εἴ τις συνάγει τὰς ὀφρύας, οὐδὲ γελῶσα φαίνεται, ὀφθῆναί τʼ ἀνδράσιν ἐκτρέπεται, σωφροσύνης τρόπος οὗτος ἐχέγγυος· ἀλλά τις εὕροι μαχλάδα μὲν κρύβδην τὴν πάνυ σεμνοτάτην, τὰς δʼ ἱλαρὰς καὶ πᾶσι φιλανθρώπως προσιούσας σώφρονας, εἰ σώφρων ἐστὶ γυνή τις ὅλως. ἡλικίᾳ τοίνυν τάδε κρίνεται; ἀλλʼ Ἀφροδίτης οἴστρων εἰρήνην οὐδὲ τὸ γῆρας ἔχει. ὅρκοις λοιπὸν ἄγει τε πεποίθαμεν ἀλλὰ μεθʼ ὅρκον ζητεῖν ἔστι θεοὺς δώδεκα και † νερεου.
帕拉达斯 贞洁并无显而易见的凭证; 我这话是对那些被愚弄的丈夫们说的。 容貌丑陋者未必全无可疑, 貌美如花者亦非天生皆好淫乱; 有的妇人不从 因其美貌而出资丰厚之徒;亦可见许多妇人 容颜欠佳,却贪得无厌地交欢, 向与之苟合者大献殷勤。 并非谁蹙起双眉、不露笑颜、 避开男子的目光, 这便是贞操的可靠保证;人们往往会发现 最端庄肃穆的女子暗中是个荡妇, 而和颜悦色、待所有人皆和蔼可亲的女子反倒 守身如玉——如果世上当真还有贞洁女子的话。 那么此事可依年龄判定吗?然而即便是老年, 亦无法脱离阿芙洛狄忒之狂热的纠缠。 剩下的唯有寄托于誓言与敬畏,然而发誓之后, 人们还得去另寻十二主神乃至更多的神明。
- 10.47οὐ γὰρ ἔοικεν γαστέρι πενθῆσαι νεκρόν
化用自荷马《伊利亚特》第19卷第225行(奥德修斯语)。γαστέρι(与格)依附于无人称动词 ἔοικεν 或不定式 πενθῆσαι,充当关涉与格或逻辑主语,意指让肚腹受饥来哀悼死者是不合常理的。
- 10.50τῶν δʼ ἀνθρωπείων ἀποσυλήσασα λογισμῶν
τῶν ἀνθρωπείων λογισμῶν 为分词 ἀποσυλήσασα 所支配的分离属格(genitive of separation)。该动词的宾语为下一行的阳性宾格分词 μηδὲν ἔχοντας(指被诱惑的男子们),全句意为“剥夺了他们的人类理性之后”。
- 10.55οὐ γὰρ ἀπὸ δρυὸς εἶ, οὐδʼ ἀπὸ πέτρης
源自荷马史诗(《奥德赛》19.163;《伊利亚特》22.126)的著名谚语。“你非生于橡树或岩石”意指“你也是有血有肉的凡人”,以此作为后文解释为何凡是男人都逃不脱受妻子支配之宿命的依据。
