← 希腊诗选

希腊诗选 卷四

§10.24-10.45

航海祈愿与劝诫节制的箴言

在克里纳戈拉斯与安提帕特祈求航行平安的诗篇之后,一系列警句诗探讨了适度生活、神明的鉴察、时间的相对性、真假友谊、心灵财富以及人类卑微的起源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
24

​Crinagoras φρὴν ἱερὴ μεγάλου Ἐνοσίχθονος, ἔσσο καὶ ἄλλοις ἠπίη, Αἰγαίην οἳ διέπουσιν ἅλα· κἠμοὶ γὰρ Θρήικι διωκομένῳ ὑπʼ ἀήτῃ ὤρεξας πρηεῖʼ ἀσπασίῳ λιμένας.

克里纳戈拉斯 伟大震地者的圣洁心怀啊,愿你也对横渡 爱琴海的其他人显出温和慈悲; 因为当我也受色雷斯狂风逼迫之时, 温和的你向欣喜的我伸出了港湾。

25

​Antipater Φοῖβε, Κεφαλλήνων λιμενοσκόπε, θῖνα Πανόρμου ναίων, τρηχείης ἀντιπέρην Ἰθάκης, δός με διʼ εὐπλώτοιο πρὸς Ἀσίδα κύματος ἐλθεῖν, Πείσωνος δολιχῇ νηὶ συνεσπόμενον καὶ τὸν ἐμὸν βασιλῆα τὸν ἄλκιμον εὖ μὲν ἐκείνῳ ἵλαον, εὖ δʼ ὕμνοις ἄρτισον ἡμετέροις.1

安提帕特 福玻斯啊,注视着凯法利尼亚人港湾的守护者,居住在 崎岖伊萨卡对岸的帕诺尔摩斯之滨的神啊, 求你允准我伴随皮索的修长海船, 破开畅行的波涛前往亚细亚; 使我英勇的君王对他心怀善意, 亦对我们的颂歌深表嘉许。

​Pseudo-lucianus ὡς τεθνηξόμενος τῶν σῶν ἀγαθῶν ἀπόλαυε, ὡς δὲ βιωσόμενος φείδεο σῶν κτεάνων. ἔστι δʼ ἀνὴρ σοφὸς οὗτος, ὃς ἄμφω ταῦτα νοήσας φειδοῖ καὶ δαπάνῃ μέτρον ἐφηρμόσατο.

伪卢奇安 当如将死之人般享用你的财富, 又当如长存之人般爱惜你的财货。 懂得这两条道理,并在节俭与耗费之间 建立合宜尺度的人,方是智者。

​Pseudo-lucianus ἀνθρώπους μὲν ἴσως λήσεις ἄτοπόν τι ποιήσας, οὐ λήσεις δὲ θεοὺς οὐδὲ λογιζόμενος.

伪卢奇安 行了非分之事,你或许能瞒过凡人, 但即便在心思意念中,你也瞒不过诸神。

​Pseudo-lucianus τοῖσι μὲν εὖ πράττουσιν πᾶς ὁ βίος βραχύς ἐστιν, τοῖς δὲ κακῶς μία νὺξ ἄπλετός ἐστι χρόνος.

伪卢奇安 对于顺遂之人而言,整个一生都是短暂的; 但对于受难之人而言,单单一个夜晚便是无尽的时光。

​Pseudo-lucianus οὐχ ὁ Ἔρως ἀδικεῖ μερόπων γένος, ἀλλʼ ἀκολάστοις ψυχαῖς ἀνθρώπων ἔσθʼ ὁ Ἔρως πρόφασις.

伪卢奇安 厄罗斯并未伤害有话语能力的人类, 厄罗斯只是凡人放荡灵魂的托辞而已。

30

​Anonymi Epigrammatici ὠκεῖαι χάριτες γλυκερώτεραι· ἢν δὲ βραδύνῃ, πᾶσα χάρις κενεή, μηδὲ λέγοιτο χάρις.

佚名短诗作者 迅疾的恩惠更为甜美;若是迟缓拖沓, 任何恩惠皆属虚妄,甚至不配被称为恩惠。

​Pseudo-lucianus θνητὰ τὰ τῶν θνητῶν, καὶ πάντα παρέρχεται ἡμᾶς ἢν δὲ μή, ἀλλʼ ἡμεῖς αὐτὰ παρερχόμεθα.

伪卢奇安 凡人之物皆为有死之物,一切都在弃我们而去; 即便不然,也是我们在弃它们而去。

​Palladas πολλὰ μεταξὺ πέλει κύλικος, καὶ χείλεος ἄκρου,

帕拉达斯 在酒杯与唇沿之间,往往会生出许多变故。

​Anonymi Epigrammatici ἐσθλὰ λέγειν αἰεὶ πάντας, καλὸν αἰσχρὰ δέ, δεινόν, κἂν ὦσιν τούτων ἄξιοι ὧν λέγομεν.

佚名短诗作者 始终赞美所有人是美好的,但恶语中伤则是可憎的, 哪怕他们确应承受我们所说的话语。

​Palladas εἰ τὸ μέλειν δύναταί τι, μερίμνα καὶ μελέτω σοι· εἰ δὲ μέλει περὶ σοῦ δαίμονι, σοὶ τί μέλει; οὔτε μεριμνήσεις δίχα δαίμονος, οὔτʼ ἀμελήσεις· ἀλλʼ ἵνα σοί τι μέλῃ, δαίμονι τοῦτο μέλει.2

帕拉达斯 若是忧虑能有所助益,你便去忧虑并放在心上吧; 但若神明顾念于你,你又何须放在心上? 脱离神明,你既不能忧虑,亦不能懈怠; 因为你无论将何事挂怀,这本身皆出自神明的顾念。

35

​Pseudo-lucianus εὖ πράττων, φίλος εἶ θνητοῖς, φίλος εἶ μακάρεσσι, καί σευ ῥηιδίως ἔκλυον εὐξαμένου· ἢν πταίσῃς, οὐδεὶς ἔτι σοι φίλος, ἀλλʼ ἅμα πάντα ἐχθρά, Τύχης ῥιπαῖς συμμεταβαλλόμενα.

伪卢奇安 顺遂之时,你是凡人的朋友,亦是诸神的朋友, 只要你祈祷,他们便乐意倾听; 可一旦跌倒,便再无人是你的朋友,一切顷刻间 化为仇敌,随着命运的骤变而翻云覆雨。

​Pseudo-lucianus οὐδὲν ἐν ἀνθρώποισι Φύσις χαλεπώτερον εὗρεν ἀνθρώπου καθαρὰν ψευδομένου φιλίην οὐ γὰρ ἔθʼ ὡς ἐχθρὸν προφυλασσόμεθʼ, ἀλλʼ ἀγαπῶντες ὡς φίλον, ἐν τούτῳ πλείονα βλαπτόμεθα.

伪卢奇安 在世人当中,自然未曾造出比伪装 纯洁友谊之人更为凶险的存在; 因为我们不再像对仇敌那样防备他,反而像对朋友般 爱戴他,因此受到更大的伤害。

​Pseudo-lucianus ἡ βραδύπους βουλὴ μέγʼ ἀμείνων ἡ δὲ ταχεῖα αἰὲν ἐφελκομένη τὴν μετάνοιαν ἔχει.

伪卢奇安 步履迟缓的深思远为更善;而急促的思虑, 总是拖带着悔恨。

​Dionysius ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι.

狄俄尼修斯 有恋爱的时节,有婚嫁的时节,亦有歇止的时节。

​Anonymi Epigrammatici θησαυρὸς μέγας ἔστʼ ἀγαθὸς φίλος, Ἡλιόδωρε τῷ καὶ τηρῆσαι τοῦτον ἐπισταμένῳ.

佚名短诗作者 益友乃是莫大的财富,赫利奥多罗斯啊, 对于懂得如何保有这财富的人而言。

40

​Theognis μή ποτε, τὸν παρεόντα παρεὶς φίλον, ἄλλον ἐρεύνα, δειλῶν ἀνθρώπων ῥήμασι πειθόμενος.

泰奥格尼斯 切莫舍弃眼前的挚友而另寻他人, 轻信了卑劣小人的谗言。

​Pseudo-lucianus πλοῦτος ὁ τῆς ψυχῆς πλοῦτος μόνος ἐστὶν ἀληθής· τἆλλα δʼ ἔχει λύπην πλείονα τῶν κτεάνων. τόνδε πολυκτέανον καὶ πλούσιον ἐστι δίκαιον κλῄζειν, ὃς χρῆσθαι τοῖς ἀγαθοῖς δύναται. εἰ δέ τις ἐν ψήφοις κατατήκεται, ἄλλον ἐπʼ ἄλλῳ σωρεύειν αἰεὶ πλοῦτον ἐπειγόμενος, οὗτος ὁποῖα μέλισσα πολυτρήτοις ἐνὶ σίμβλοις μοχθήσει, ἑτέρων δρεπτομένων τὸ μέλι.

伪卢奇安 灵魂的财富是唯一真实的财富; 其余的东西带来的痛苦远胜过其财资。 唯有能够善用所得福泽之人, 方配被称为家产丰饶与富有者; 若有人在算筹前日渐消沉,一心只急于 让财富在财富上不断累加, 他便如同一只在千孔蜂巢中辛勤劳作的蜜蜂, 甘甜的蜜糖最终却为他人所采摘。

​Pseudo-lucianus ἀρρήτων ἐπέων γλώσσῃ σφραγὶς ἐπικείσθω· κρείσσων γὰρ μύθων ἢ κτεάνων φυλακή.

伪卢奇安 对于不可言说之言,当在舌上施加封印; 因为守口如瓶远胜于看守财物。

​Anonymi Epigrammatici ἓξ ὧραι μόχθοις ἱκανώταται αἱ δὲ μετʼ αὐτὰς γράμμασι δεικνύμεναι ζῆθι λέγουσι βροτοῖς.3

佚名短诗作者 六个时辰已极适于辛劳劳作;其后由字母 所标示的时刻, 正向凡人宣告: “活着吧!”

​Palladas ἢν ὁ φίλος τι λάβῃ, δόμινε φράτερ εὐθὺς ἔγραψεν ἢν δʼ αὖ μή τι λάβῃ, τὸ φράτερ εἶπε μόνον ὤνια γὰρ καὶ ταῦτα τὰ ῥήματα. αὐτὰρ ἔγωγε οὐκ ἐθέλω δόμινε, οὐ γὰρ ἔχω δόμεναι.

帕拉达斯 若是朋友得到了什么, 他立即写下:“我的主人兄弟”; 但若是他一无所获,便单单称一声: “兄弟”。 因为连这些言辞亦是待价而沽的。至于我, 并不想要“主人”〔这称呼〕;因为我身无长物,无以赠予。

45

​Palladas ἂν μνήμην, ἄνθρωπε, λάβῃς, ὁ πατήρ σε τί ποιῶν ἔσπειρεν, παύσῃ τῆς μεγαλοφροσύνης. ἀλλʼ ὁ Πλάτων σοὶ τῦφον ὀνειρώσσων ἐνέφυσεν, ἀθάνατόν σε λέγων καὶ φυτὸν οὐράνιον. ἐκ πηλοῦ γέγονας· τί φρονεῖς μέγα; τοῦτο μὲν οὕτως εἶπʼ ἄν τις,4 κοσμῶν πλάσματι σεμνοτέρῳ. εἰ δὲ λόγον ζητεῖς τὸν ἀληθινόν, ἐξ ἀκολάστου λαγνείας γέγονας καὶ μιαρᾶς ῥανίδος.

帕拉达斯 凡人啊,若你记起父亲因何种行为 播下你的种子,你便会止息内心的傲慢。 然而柏拉图在梦幻中将虚妄的狂妄注入你的灵魂, 称你为不朽的存在与天国的幼苗。 你由泥土所造,何必自命不凡?有人或许 会这般言说,用更庄严的虚构来美化你; 但若你探求真实的道理,你乃是生于 放荡的淫欲与污秽的水滴。

语法注4 条
  1. 10.24καὶ τὸν ἐμὸν βασιλῆα τὸν ἄλκιμον εὖ μὲν ἐκείνῳ / ἵλαον, εὖ δʼ ὕμνοις ἄρτισον ἡμετέροις

    祈使动词 ἄρτισον(使之协调、安排)支配宾语 τὸν ἐμὸν βασιλῆα,并通过谓语性形容词 ἵλαον(好意的、慈悲的)分别支配两个相对的与格 ἐκείνῳ(指代皮索)与 ὕμνοις ἡμετέροις(对于我们的颂歌),表达“使君王既善待彼者,又嘉许吾歌”之意。

  2. 10.34ἀλλʼ ἵνα σοί τι μέλῃ, δαίμονι τοῦτο μέλει

    连词 ἵνα 在此并非引入普通的表目的状语从句,而是引出一个相当于名词从句或结果从句的结构,充当主句 τοῦτο 所指代的内容,即“至于你挂怀何事,这本身乃是神明所顾念的”。

  3. 10.43γράμμασι δεικνύμεναι / ζῆθι / λέγουσι βροτοῖς

    此处包含基于希腊字母记数法的文字游戏:第7至第10小时依次由字母 Ζ (7)、Η (8)、Θ (9)、Ι (10) 表示,合在一起正好拼成动词命令式 ζῆθι(活着吧!)。分词 δεικνύμεναι 修饰前行的代词主语 αἱ(即那些钟点),作谓语动词 λέγουσι 的主语。

  4. 10.45τοῦτο μὲν οὕτως / εἶπʼ ἄν τις

    带有 ἄν 与不定过去时直陈语气 εἶπε(在 ἄν 前省音作 εἶπʼ)的过去潜在结构,意为“有人或许会这般言说”。此句与下文的条件句 εἰ δὲ λόγον ζητεῖς τὸν ἀληθινόν(但若你探求真实的道理)形成鲜明的修辞对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:10.24-10.45