← 希腊诗选

希腊诗选 卷四

§11.1-11.18

讥刺沉醉偷情与世间荒唐的讽刺短诗

收录尼卡尔库斯、卡利克特、阿米亚努斯等诸位诗人的讽刺与戏谑短诗,生动讥讽了打翻美酒与沉湎沉醉、贫者凄苦的婚姻与妻子偷情、虚妄的死后祭奠、厚颜无耻的食客、坚硬如石的卧榻、附庸风雅的改名及滑稽的生子谎言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

​Nicarchus II Ἑρμαίοις ἡμῖν Ἀφροδίσιος ἓξ χόας οἴνου αἴρων, προσκόψας πένθος ἔθηκε μέγα. οἶνος καὶ Κένταυρον ἀπώλεσεν ὡς ὄφελεν δὲ χἠμᾶς·1 νῦν δʼ ἡμεῖς τοῦτον ἀπωλέσαμεν.

尼卡尔库斯 在赫尔墨斯节上,阿佛洛狄西俄斯为我们搬运六客阿斯美酒, 却失足跌倒,酿成了巨大的悲痛。 “美酒连半人马亦能毁灭”—— 但愿它把我们也毁灭了!可如今却是我们把它毁灭了。

​Callicter Αἰσχυλίδα Θεόδωρε, τί μοι μεμάχηνται ἄριστοι; οὐ διακωλύσεις; πάντες ἔχουσι λίθους

卡利克特 埃斯库利得斯之子塞俄多洛斯啊,为何我们的勇士打起仗来了? 难道你不去阻拦?人人都手握石块!

​Anonymi Epigrammatici ἤθελον ἂν πλουτεῖν, ὡς πλούσιος ἦν ποτε Κροῖσος καὶ βασιλεὺς εἶναι τῆς μεγάλης Ἀσίης· ἀλλʼ ὅταν ἐμβλέψω Νικάνορα τὸν σοροπηγόν, καὶ γνῶ πρὸς τί ποιεῖ ταῦτα τὰ γλωσσόκομα, ἀκτήν που πάσσας καὶ ταῖς κοτύλαις ὑποβρέξας, τὴν Ἀσίην πωλῶ πρὸς μύρα καὶ στεφάνους.2

佚名诗人短诗 我也曾愿富有,正如克罗伊斯当年之富有, 并作大亚细亚的君王; 然而每当我注视棺匠尼卡诺尔, 明白他制造这些木棺究竟为了何物, 我便在某处撒上面粉,以杯盏微醺润喉, 将亚细亚换作香膏与花冠售卖殆尽。 帕梅尼翁

​Parmenion αὐτῷ τις γήμας πιθανὴν τῷ γείτονι,3 ῥέγχει καὶ τρέφεται· τοῦτʼ ἦν εὔκολος ἐργασία, μὴ πλεῖν, μὴ σκάπτειν, ἀλλʼ εὐστομάχως ἀπορέγχειν, ἀλλοτρίᾳ δαπάνῃ πλούσια βοσκόμενον,

某人娶了一个单单令邻人顺心的妻子,便鼾声大作 而得饱腹;这真是一桩轻松的营生, 不必航海,不必开垦,只在别人的耗费中饱食丰足, 舒坦安逸地打着响鼾。

5

​Callicter ὅστις ἔσω πυροὺς καταλαμβάνει οὐκ ἀγοράζων, κείνου Ἀμαλθείας ἁ γυνά ἐστι κέρας.

卡利克特 凡不用购买便在自家房中寻得小麦之人, 对于他而言,其妻便是阿玛尔忒亚的丰饶之角。

​Callicter πτωχοῦ ἐστι γάμος κυνέα μάχα, εὐθὺ κυδοιμός, λοιδορίαι, πλαγαί, ζημία, ἔργα, δίκαι.

卡利克特 穷人的婚姻犹如恶犬之争,顿生喧嚣, 谩骂、殴打、破财、劳役、诉讼连绵不绝。

​Nicarchus II οὐδεὶς τὴν ἰδίην συνεχῶς, Χαρίδημε, γυναῖκα βινεῖν ἐκ ψυχῆς τερπόμενος δύναται· οὕτως ἡ φύσις ἐστὶ φιλόκνισος, ἀλλοτριόχρως, καὶ ζητεῖ διόλου τὴν ξενοκυσθαπάτην.

尼卡尔库斯 哈里得摩斯啊,绝无一人能够持久地 发自肺腑欢悦地与自家妻子同床; 人的天性便是如此贪恋烤肉之香,渴望他人之肌肤, 时刻追逐对异己之妻的欺瞒私通。

​Anonymi Epigrammatici μὴ μύρα, μὴ στεφάνους λιθίναις στήλαισι χαρίζου, μηδὲ τὸ πῦρ φλέξῃς· ἐς κενὸν ἡ δαπάνη. ζῶντί μοι, εἴ τι θέλεις, χάρισαι· τέφρην δὲ μεθύσκων πηλὸν ποιήσεις, κοὐχ ὁ θανὼν πίεται.

佚名诗人短诗 切莫向石质的墓碑馈赠香油与花冠, 亦莫点燃祭火;此等开销尽属虚妄。 我若尚在人世,你有所愿便馈赠予我;若使骨灰沉醉, 你只化出泥浆,而亡人绝无法啜饮。

​Julius leonidas μὴ πάλι μοι μετὰ δόρπον, ὅτʼ οὐκέτι γαστέρα πείθω, οὔθατα καὶ χοίρων ἄντα τίθει τεμάχη· οὐδὲ γὰρ ἐργοπόνοισι μετὰ στάχυν ὄμβρος ἄκαιρος χρήσιμος, οὐ ναύταις ἐν λιμένι ζέφυρος.

尤利乌斯·莱奥尼达斯 晚餐之后,当我再也无法说服胃囊之时,切莫再度 将母猪之乳与猪肉切片呈于我前; 因为收割之后,不合时宜的暴雨对于辛劳的农夫毫无益处, 正如停泊港湾之中,西风对于水手亦无所用。

10

​Lucillius τὸν τοῦ δειπναρίου νόμον οἴδατε· σήμερον ὑμᾶς, Αὖλε, καλῶ καινοῖς δόγμασι συμποσίου. οὐ μελοποιὸς ἐρεῖ κατακείμενος· οὔτε παρέξεις οὔθʼ ἕξεις αὐτὸς πράγματα γραμματικά.

卢基利乌斯 你们深知寒舍便餐的规矩;奥卢斯啊,今日 我依酒会的新规邀请你们。 绝无躺卧朗诵诗歌的抒情诗人;你既不会向人施加、 亦不会自招语文学上的烦扰。

​Lucillius οὐκ ᾔδειν σε τραγῳδόν, Ἐπίκρατες, οὐδὲ χοραύλην, οὐδʼ ἄλλʼ οὐδὲν ὅλως, ὧν χορὸν ἔστιν ἔχειν ἀλλʼ ἐκάλουν σε μόνον σὺ δʼ ἔχων χορὸν οἴκοθεν ἥκεις ὀρχηστῶν, αὐτοῖς πάντα διδοὺς ὀπίσω. εἰ δʼ οὕτω τοῦτʼ ἐστί, σὺ τοὺς δούλους κατάκλινον, ἡμεῖς δʼ αὖ τούτοις πρὸς πόδας ἐρχόμεθα.

卢基利乌斯 厄庇克拉忒斯啊,我不知你是悲剧演员,还是合唱长笛手, 或是任何配拥有合唱队之人; 我原本单单邀请你一人,你却自自家带来了一队舞者, 将所有吃食向身后递送予他们。 倘若事情如此,你且让奴仆们斜倚榻上, 而我们反倒去侍立于他们的足下。

​Alcaeus οἶνος καὶ Κένταυρον, Ἐπίκρατες, οὐχὶ σὲ μοῦνον, ὤλεσεν, ἠδʼ ἐρατὴν Καλλίου ἡλικίην. ὄντως οἰνοχάρων ὁ μονόμματος, ᾧ σὺ τάχιστα τὴν αὐτὴν πέμψαις ἐξ Ἀίδεω πρόποσιν.

阿尔卡埃俄斯 美酒不仅毁灭了半人马,厄庇克拉忒斯啊,不仅毁灭了你, 亦毁灭了卡利亚斯惹人怜爱的青春。 那独眼之人诚然是个嗜酒的卡隆,愿你自哈得斯 尽快向他送回同样的敬酒。

​Ammianus Ἠὼς ἐξ ἠοῦς παραπέμπεται, εἶτʼ, ἀμελούντων ἡμῶν, ἐξαίφνης ἥξει ὁ πορφύρεος, καὶ τοὺς μὲν τήξας, τοὺς δʼ ὀπτήσας, ἐνίους δὲ φυσήσας, ἄξει πάντας ἐς ἓν βάραθρον.

阿米亚努斯 拂晓送走拂晓;随后,在我们疏忽大意之时, 那身披紫袍者(死神)便会骤然降临, 将某些人消融,将某些人炙烤,又将某些人 吹胀成水肿,驱赶所有人步入同一处深渊。

​Ammianus ἐχθὲς ἐπὶ ξενίαν κληθείς, ὅτε καιρὸς ὕπνου μοι, τύλῃ ἐπεκλίνθην Γοργόνος ἢ Νιόβης, ἣν οὐδεὶς ὕφηνεν, ἀπέπρισε δʼ, ἢ πελεκήσας ἐκ τῶν λατομιῶν ἤγαγεν εἰς τὰ Πρόκλου. ἐξ ἧς εἰ μὴ θᾶττον ἐπηγέρθην, Πρόκλος ἄν μοι τὴν τύλην στήλην ἢ σορὸν εἰργάσατο.4

阿米亚努斯 昨日我受邀赴宴,正值安寝之时, 我竟躺卧在戈耳工或倪俄伯的床褥之上, 那褥子绝非任何人所织,而是从采石场凿下或劈削, 运送至普罗克鲁斯的宅邸。 若非我从中迅速起身,普罗克鲁斯便会 把那床垫变成我的墓碑或石棺。

15

​Ammianus εἰ μὲν τοὺς ἀπὸ ἄλφα μόνους κέκρικας κατορύσσειν, Λούκιε, βουλευτὰς καὶ τὸν ἀδελφὸν ἔχεις· εἰ δʼ, ὅπερ εὔλογόν ἐστι, κατὰ στοιχεῖον ὁδεύεις, ἤδη, σοὶ προλέγω, Ὠριγένης λέγομαι.5

阿米亚努斯 卢基乌斯啊,若你判定只掩埋名字以阿尔法开头之人, 你还有议员以及你自己的兄弟; 但若如合乎情理那般,你依字母顺序推移, 我且提前告知于你,如今我的名字唤作俄利根。

​Ammianus Κύλλος καὶ Λεῦρος, δύο Θεσσαλοὶ ἐγχεσίμωροι· Κύλλος δʼ ἐκ τούτων ἐγχεσιμωρότερος.

阿米亚努斯 屈洛斯与莱乌罗斯,乃是两个嗜枪如命的色萨利人; 但在二人之中,屈洛斯尤为嗜枪发狂。

​Nicarchus II ἦν Στέφανος πτωχὸς κηπεὺς θʼ ἅμα· νῦν δὲ προκόψας πλουτεῖ, καὶ γεγένητʼ εὐθὺ Φιλοστέφανος, τέσσαρα τῷ πρώτῳ Στεφάνῳ καλὰ γράμματα προσθείς· ἔσται δʼ εἰς ὥρας Ἱπποκρατιππιάδης, ἢ διὰ τὴν σπατάλην Διονυσιοπηγανόδωρος· ἐν δʼ ἀγορανομίῳ παντὶ μένει Στέφανος.

尼卡尔库斯 斯特法诺斯原本贫寒,兼做园丁;如今他发迹 致富,立刻改名为斐洛斯特法诺斯, 在原本的“斯特法诺斯”之上增添了四个华美的字母; 到了来年,他便要唤作希波克拉提庇阿得斯, 或是因其奢靡而呼作狄奥尼西俄佩加诺多洛斯; 但在市集长官的登记册中,他处处依旧是斯特法诺斯。

​Nicarchus II οὐκ ἐν γαστρὶ λαβοῦσα Φιλαίνιον Ἡλιοδώρῳ θήλειαν τίκτει παῖδʼ ἀπὸ ταὐτομάτου. τοῦ δʼ ἐπὶ θηλείῃ λυπουμένου, ἓξ διαλείπει ἤματα, καὶ τίκτειν ἄρσενα παῖδʼ ἔφατο. οὕτως Βούβαστις καταλύεται· εἰ γὰρ ἑκάστη τέξεται ὡς αὐτή, τίς θεοῦ ἐστι λόγος;

尼卡尔库斯 菲莱尼翁未曾怀胎,便径自为赫利奥多洛斯 生下了一个女婴。 待丈夫因是女孩而满面愁容,她间隔了六日, 便声称自己又生下了一个男婴。 如此一来布巴斯提斯女神便可歇业;因为若每个妇人 皆如她一般生育,神明还有何用处?

语法注5 条
  1. 11.1ὡς ὄφελεν δὲ χἠμᾶς

    此处是由 ὄφελεν(ὀφείλω 的不定过去时形式)带宾格 ἡμᾶς(χἠμᾶς 乃 καὶ ἡμᾶς 的缩约)构成的表示过去未实现的愿望句,其后承前省略了不定式 ἀπολέσαι(源自前面的 ἀπώλεσεν),意为“美酒要是连我们也一同毁灭了该有多好!”。

  2. 11.3τὴν Ἀσίην πωλῶ πρὸς μύρα καὶ στεφάνους

    介词 πρός 接宾格表示交换或等价对价(“换取……”)。此处将统治整个亚细亚王国的巨大权势财富与眼前的寻欢之物“香膏与花冠”构成讽刺性的交换对比。

  3. 11.4αὐτῷ τις γήμας πιθανὴν τῷ γείτονι

    与格短语 αὐτῷ τῷ γείτονι 既可看作修饰形容词 πιθανήν(“容易顺从……的”、“讨……欢心的”),亦可视为动词 γήμας 的利益与格。意为“娶了一个单单顺从邻人(令邻人称心)的女人”,讽刺其放任妻子作他人情妇以换取寄生生活的丑态。

  4. 11.14τὴν τύλην στήλην ἢ σορὸν εἰργάσατο

    在与过去事实相反的条件句主句中(εἰ μὴ... ἐπηγέρθην, ... ἄν ... εἰργάσατο),动词 εἰργάσατο 支配双宾格结构:直接宾语 τὴν τύλην(床褥)与宾语补足语 στήλην ἢ σορόν(墓碑或石棺),意为“(普罗克鲁斯)定会把那床垫变成我的墓碑或石棺”。

  5. 11.15ἤδη, σοὶ προλέγω, Ὠριγένης λέγομαι

    基于希腊字母顺序从 ἄλφα (Α) 到 ὦ (Ω) 的机智讽刺。如果卢基乌斯按字母表顺序诛杀埋葬市民,叙述者便抢先宣称自己改名叫以 Ω 开头的“俄利根”(Ὠριγένης),以此将自己的死期推延到最后。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.1-11.18