- 底本
- Greek Anthology, Vol. 3. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.791-9.808
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本组题辞收录了阿波罗尼德斯题海滨神殿诗、安提帕特赞尼基阿斯画作、尤里安努斯咏米隆铜牛的一组短诗、穆塞利奥斯献建缪斯馆的题铭、马尔基安努斯、尤斯廷与索菲娅的雕像铭文、日晷诗,以及居鲁士描写博斯普鲁斯海滨别墅壮景的诗篇。
Apollonides μητρὶ περιστεφέος σηκοῦ, Κυθέρεια, θαλάσσῃ κρηπῖδας βυθίας οἴδματι πηξαμένη·1 χαίρει δʼ ἀμφὶ σὲ πόντος, ἐπὶ ζεφύροιο πνοῇσιν ἀφρὸν ὑπὲρ νώτου κυάνεον γελάσας. εἵνεκα δʼ εὐσεβίης, νηοῦ θʼ ὃν ἐγείρατο σεῖο Πόστουμος, αὐχήσῃ μέζον, † αφλοισι Πάφου.
阿波罗尼德斯 库忒瑞亚啊,你在大海母亲的波涛之中立下深海的基础,筑成了周围环绕的圣所;大海环绕着你欢欣雀跃,乘着西风的气息,在水背上绽裂出深青色的泡沫而微笑。因着波斯图穆斯的虔敬与他为你建起的殿堂,你将获得超越帕福斯的荣耀。
Antipater Νικίεω πόνος οὗτος· ἀειζώουσα Νεκυία ἤσκημαι πάσης ἠρίον ἡλικίης· δώματα δʼ Αἰδωνῆος ἐρευνήσαντος Ὁμήρου γέγραμμαι κείνου πρῶτον ἀπʼ ἀρχετύπου.
安提帕特 此乃尼基阿斯的辛劳之作:我作为永生的《招魂曲》,被绘作世世代代凡人的墓碑;自荷马探访了哈得斯的居所之后,我首先由那最初的蓝本描摹而成。
Julianus εἰς τὴν Μύρωνος βοῦν πόρτιν τήνδε Μύρωνος ἰδὼν, τάχα τοῦτο βοήσεις· ἢ φύσις ἄπνοός ἐστιν, ἢ ἔμπνοος ἔπλετο τέχνη.
尤里安努斯(题米隆的铜牛) 看见米隆这头小母牛,你或许会惊呼:“要么自然失去了呼吸,要么技艺拥有了生命。”
Julianus εἰς τὸ αὐτό βουκόλε, πῇ προθέειν με βιάζεαι; ἴσχεο νύσσων οὐ γάρ μοι τέχνη καὶ τόδʼ ὄπασσεν ἔχειν.
尤里安努斯(同题) 牧牛人啊,你何苦逼迫我向前奔跑?住手莫刺,因为技艺并未赐予我奔跑的能力。
Julianus εἰς τὸ αὐτό ἢ χαλκὸν ζώωσε Μύρων σοφός, ἢ τάχα πόρτιν χάλκωσε ζωὰν ἐξ ἀγέλας ἐρύσας.
尤里安努斯(同题) 要么是智慧的米隆让青铜化作了生灵,要么是他从牛群中牵出活生生的小牛,将它镀铸成了青铜。
Julianus εἰς τὸ αὐτό Πλάστα Μύρων, σέο πόρτιν ὁδοιπόρος ἦλθεν ἐλάσσων χαλκοῦ δὲ ψαύσας, φὼρ κενὸς ἐξεφάνη·2
尤里安努斯(同题) 雕塑家米隆啊,行路之人走来企图牵走你的小牛,但一摸到青铜,便显出了空手而归的窃贼原形。
Julianus εἰς τὸ αὐτό εἰσορόων με λέων χαίνει στόμα, χερσὶ δʼ ἀείρει γειοπόνος ζεύγλην, ἀγρονόμος κορύνην.
尤里安努斯(同题) 雄狮望着我张开血口,农人双手举起牛轭,牧夫也举起了他的棍棒。
Julianus εἰς τὸ αὐτό τλῆθι, Μύρων τέχνη σε βιάζεται· ἄπνοον ἔργον. ἐκ φύσεως τέχνη· οὐ γὰρ φύσιν εὕρετο τέχνη.
尤里安努斯(同题) 忍耐吧,米隆;技艺迫使你止步:这是无生命的杰作。技艺源自自然,因为技艺并不能发明自然。
Anonymi Epigrammatici ἐν τῷ πορφυρῷ κίονι τῷ ὄντι εἰς τὸ Φιλαδέλφιον εὔνους μὲν βασιλεῖ Μουσήλιος· ἔργα βοῶσιν δημόσια· σθεναρὴν πράγματα πίστιν ἔχει. Μουσεῖον Ῥώμῃ δʼ ἐχαρίσσατο, καὶ βασιλῆος εἰκόνα θεσπεσίην ἐντὸς ἔγραψε δόμων, τιμὴν μουσοπόλοις, πόλεως χάριν, ἐλπίδα κούρων, ὅπλα δὲ τῆς ἀρετῆς, χρήματα τοῖς ἀγαθοῖς.
佚名题辞(题菲拉德尔菲翁的斑岩圆柱) 穆塞利奥斯忠于君王;公共建筑昭示着这一点;事实拥有强大的忠信。他将一座缪斯神殿赠予罗马,并在殿堂之内描摹了君王神圣的肖像——这是给奉侍缪斯之人的荣耀,给城邦的恩泽,给青年的希望,美德的铠甲,善人的财富。
Anonymi Epigrammatici ἐν τῷ αὐτῷ ταῦτα λόγοις ἀνέθηκεν ἑκὼν Μουσήλιος ἔργα, πιστεύων καθαρῶς ὡς Θεός ἐστι Λόγος.
佚名题辞(同题) 穆塞利奥斯心甘情愿将这些作品奉献给言语之学,坚纯地笃信上帝即是“道”(罗格斯)。
Anonymi Epigrammatici ἐν τῷ αὐτῷ Μουσείου τὰ μὲν αὐτὸς ἐτεύξατο, πολλὰ δὲ σώσας ἑστῶτα σφαλερῶς, ἵδρυσεν ἀσφαλέως.
佚名题辞(同题) 缪斯神殿的部分殿宇由他亲手建造,而许多原本摇摇欲坠的部分,他也予以挽救并稳固地确立。
Anonymi Epigrammatici εἰς εἰκόνα Μαρκιανοῦ βασιλέως μορφὴν τήνδʼ ὁράᾳς ζωῷ ἐναλίγκιον ἵππῳ, Μαρκιανὸν φορέοντι, βροτῶν βασιλῆα γενέθλης· δεξιτερὴν δʼ ἐτάνυσσε, θέοντα δὲ πῶλον ἐπείγει δυσμενέος καθύπερθεν, ὅτις κεφαλῇ μιν ἀείρει.3
佚名题辞(题马尔基安努斯皇帝雕像) 你见到的这一雕像宛如一匹活马,驮载着凡人之王马尔基安努斯;他伸出右手,驱赶着奔马踏在以头将其托起的敌寇之上。
Anonymi Epigrammatici εἰς εἰκόνα Σοφίας Αὐγούστης ἐν τῇ εἰσόδῳ τοῦ Ζευξίππου Αὐσονίων δέσποιναν Ἰουλιανὸς πολιοῦχος ὡς σοφίης μεστὴν ἄνθετο τὴν Σοφίην.
佚名题辞(题宙克西普斯入口处的索菲娅皇后像) 城邦守护者尤里安努斯将奥索尼亚的女主人索菲娅立像于此,赞美她满怀智慧。
Anonymi Epigrammatici εἰς στήλην Ἰουστίνου βασιλέως Ἰουστίνον κατὰ χρέος τὸν δεσπότην Ἰουλιανὸς ὕπαρχος, ὡς εὐεργέτην.
佚名题辞(题尤斯廷皇帝石碑) 执政长官尤里安努斯依其职责,为施恩的主上尤斯廷建碑。
Anonymi Epigrammatici εἰς στήλην Ἄρεως κεχωσμένην ἐν Θρᾴκᾐ εἰσόκε θούριος οὗτος ἐπὶ χθονὶ κέκλιται Ἄρης, οὔποτε Θρηικίης ἐπιβήσεται ἔθνεα Γότθων.
佚名题辞(题埋藏于色雷斯的阿瑞斯石柱) 只要这位勇猛的阿瑞斯横卧于大地之上,哥特人的部族便永远无法践踏色雷斯的土地。
Anonymi Epigrammatici εἰς ὡρολόγιον κῆπος ἔην ὅδε χῶρος· ἀπὸ σκιερῶν δὲ πετήλων νυκτοφανὴς τελέθων ἔσκεπεν ἠέλιον. νῦν δὲ παναιγλήεντα καὶ εὔδιον εὗρε τελέσσαι Σέργιος αὐτόπτης μυστιπόλος Τριάδος, ἔνθα λίθος στατὸς οὗτος ἀειδίνητον ἀνάγκην ἑπτάκις ἀγγέλλει ἄντυγος οὐρανίης.
佚名题辞(题日晷) 此地曾是一处园林;茂密的林荫曾使这里暗如长夜,遮蔽了阳光。 但如今亲眼见证三位一体奥秘的司祭谢尔盖找到了将此地化作光明澄澈之所的妙法,在此处,这块直立的石标七次昭告天宇圆环永恒旋转的法则。
Anonymi Epigrammatici μηχανικὴ Φαέθοντα βιάζεται ἁρμονικοῖσι γνώμοσιν ἀγρεύειν τὸν δρόμον ἠελίου· βαιὸς δʼ ἀμφιέπει λίθος ἄντυγας Ἠριγενείης ὡρονόμῳ σοφίῃ καὶ σκιόεντι τύπῳ. Σεργίου ἀρχιερῆος ἐπουρανίῃσιν ἐφετμαῖς τοῦτο συνειργάσθη ἔργον ἐπιχθονίων.4
佚名题辞 机械之术迫使法厄同借着匀称的指针捕捉太阳的行径;微小的石头凭着掌管时辰的智慧与阴影的印记,守护着晨生者〔曙光女神〕的轮轨。遵照大主教谢尔盖源自上天的指令,凡人完成了这一工程。
Flavius Cyrus εἰς τὴν Μαξιμίνου οἰκίαν Δείματο Μαξιμίνος νεοπηγέος ἔνδοθι Ῥώμης, αὐταῖς ἠιόνεσσι θεμείλια καρτερὰ πήξας, ἀγλαΐη δέ μοι ἀμφὶς ἀπειρεσίη τετάνυσται. τῇ καὶ τῇ καὶ ὄπισθεν ἔχω πτόλιν ἀλλὰ καὶ ἄντην πάνθʼ ὁρόω γαίης Βιθυνηίδος ἀγλαὰ ἔργα. ἡμετέροις δʼ ὑπένερθεν ἐρισθενέεσσι θεμέθλοις πόντος ἁλὸς προχοῇσι κυλίνδεται εἰς ἅλα δῖαν, τόσσον ἐπιψαύων, ὁπόσον χθονὸς ἄκρα διῆναι. πολλάκι δʼ ἐξ ἐμέθεν τις ἑὸν μέγα θυμὸν ἰάνθη βαιὸν ὑπερκύψας, ἐπεὶ εἴσιδεν ἄλλοθεν ἄλλα, δένδρεα, δώματα, νῆας, ἅλα, πτόλιν, ἠέρα, γαῖαν.
弗拉维乌斯·居鲁士(题马克西米努斯宅邸) 马克西米努斯在新建的罗马城内筑室,将坚固的基石扎在海滩之上,无尽的壮丽铺展在我的周围。我左右及身后皆是城池,而正前方又能饱览比提尼亚大地的所有盛景。在我们巍峨的基石之下,浩瀚的咸潮奔涌汇入神圣的大海,其触碰仅止于濡湿陆地的边缘。常常有人从我高处稍稍探出身来,放眼望见四面八方的诸般景致:树木、房屋、舟楫、海洋、城邦、云气与大地,胸中便泛起无尽的欣喜。
- 9.791μητρὶ περιστεφέος σηκοῦ, Κυθέρεια, θαλάσσῃ κρηπῖδας βυθίας οἴδματι πηξαμένη
μητρὶ... θαλάσσῃ 与分词 πηξαμένη 连用,作处所与格或间接宾语(“在大海母亲之中/向大海母亲”)。κρηπῖδας βυθίας 为直接宾格宾语,περιστεφέος σηκοῦ 则作 κρηπῖδας 的目的属格(“环绕圣所的基石”)。
- 9.796φὼρ κενὸς ἐξεφάνη
κενός 作为主格表语形容词与动词 ἐξεφάνη 结合,修饰主语 φώρ,表结果状态:“显出了落空/两手空空的窃贼原形”。
- 9.802ὅτις κεφαλῇ μιν ἀείρει
由 ὅτις(即 ὅστις)引导的关系从句,先行词为 δυσμενέος(“敌人”)。此句反映了罗马帝国晚期皇帝凯旋雕像的典型图像程式(被踏在脚下的蛮族以头或手托举战马的蹄足);附着词代词宾格 μιν 指战马(πῶλον)或皇帝本人。
- 9.807ἔργον ἐπιχθονίων
ἐπιχθονίων 作名词 ἔργον 的主格属格或所有属格(“凡人/大地居民的劳作”),与前句中的天命(ἐπουρανίῃσιν ἐφετμαῖς)形成对比。
