← 希腊诗选

希腊诗选 卷三

§9.774-9.790

题咏雕像工艺品及浴场神庙等建筑

收录多首题咏雕像、水晶雕刻、刺绣织锦、日晷与水钟、浴场、祭坛、客舍、命运女神赞歌及以弗所阿耳忒弥斯神庙等艺术与建筑的短诗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
774

​Glaucus ἁ βάκχα Παρία μέν, ἐνεψύχωσε δʼ ὁ γλύπτας τὸν λίθον1 ἀνθρῴσκει δʼ ὡς βρομιαζομένα. ὦ Σκόπα, ἁ θεοποιὸς ἄπιστον ἐμήσατο τέχνα θαῦμα, χιμαιροφόνον θυιάδα μαινομέναν.

格劳库斯 这位巴克科斯信女虽是帕罗斯大理石所制,雕刻家却赋予了顽石以灵魂;她跳跃飞腾,宛若受了布罗米俄斯的感召而发狂。斯科帕斯啊,你那创造神祇的技艺构思出不可思议的奇迹,造就了这位斩杀牝羊、狂乱奔放的迈纳斯。 格劳库斯

775

​Glaucus ἡ βάκχη Κρονίδην Σάτυρον θέτο·2 εἰς δὲ χορείαν θρῴσκει μαινομένων ὡς βρομιαζόμενος,

巴克科斯信女令克罗诺斯之子化作了萨堤洛斯;他跃入狂乱者的队列起舞,宛若受了布罗米俄斯的感召。

​Diodorus Ζεύξιδος ἡ χροιή τε καὶ ἡ χάρις· ἐν δέ με μικρῇ κρυστάλλῳ τὸ καλὸν δαίδαλον Ἀρσινόῃ γράψας τοῦτʼ ἔπορεν Σατυρήϊος. εἰμὶ δʼ ἀνάσσης εἰκὼν, καὶ μεγάλης λείπομαι οὐδʼ ὀλίγον.

狄奥多罗斯 这里有宙克西斯的色泽与韵致;萨堤瑞俄斯将我这件精美的造物刻于小巧的水晶之中,赠予阿尔西诺埃。我是王后的画像,丝毫不逊于那位尊贵的妇人。

​Philippus ἴδʼ ὡς ὁ πῶλος χαλκοδαιδάλῳ τέχνᾳ κορωνιῶν ἕστηκε· δριμὺ γὰρ βλέπων ὑψαυχενίζει, καὶ διηνεμωμένας κορυφῆς ἐθείρας οὐρίωκεν ἐς δρόμον. δοκέω, χαλινοὺς εἴ τις ἡνιοστρόφος ἐναρμόσῃ γένυσσι κἀπικεντρίσῃ, ὁ σὸς πόνος, Λύσιππε, καὶ παρʼ ἐλπίδας τάχʼ ἐκδραμεῖται·3 τᾷ τέχνᾳ γὰρ ἐμπνέει·

菲利普斯 看那马驹凭借精湛的青铜铸造之术,傲然昂首挺立!它目光锐利,高扬着颈项,顶上的鬃毛迎风飘拂,仿佛随时准备奔向赛道。我想,若有驭者将辔头勒入它的双颌并施以马刺,吕西普斯啊,你的劳作之作即便出人意料,也必将迅捷飞驰而出;因为技艺赋予了它呼吸。

​Philippus γαῖαν τὴν φερέκαρπον ὅσην ἔζωσε περίχθων ὠκεανὸς4 μεγάλῳ Καίσαρι πειθομένην, καὶ γλαυκήν με θάλασσαν ἀπηκριβώσατο Καρπὼ κερκίσιν ἱστοπόνοις πάντʼ ἀπομαξαμένη· Καίσαρι δʼ † ακείνου χάρις ἤλθομεν ἦν γὰρ ἀνάσσης δῶρα φέρειν τὰ θεοῖς καὶ πρὶν ὀφειλόμενα.

菲利普斯 环绕大地的俄刻阿诺斯所包围、臣服于伟大凯撒的全部沃土与我这灰蓝色的海洋,卡耳珀皆以辛劳织造的梭子将万象临摹无遗,织就得精妙绝伦;我们作为……的厚礼来到凯撒面前;因为王后理当献上昔日亦应归于诸神的礼物。

​Anonymi Epigrammatici εἰς βάσιν τοῦ ὡρολογίου τοῦ εἰς τὴν ἁψῖδα τὴν κειμένην εἰς τὴν βασιλικήν δῶρον Ἰουστίνοιο τυραννοφόνου βασιλῆος καὶ Σοφίης ἀλόχου, φέγγος ἐλευθερίης, ὡράων σκοπίαζε σοφὸν σημάντορα χαλκὸν αὐτῆς ἐκ μονάδος μέχρι δυωδεκάδος, ὅντινα συληθέντα Δίκης θρόνον ἡνιοχεύων εὗρεν Ἰουλιανὸς χερσὶν ἀδωροδόκοις.

佚名题辞(题大殿拱券上的时钟基座) 作为诛灭僭主的君王尤斯廷及其王后索菲娅——自由之光的赠礼,请凝视这青铜的指针,它从第一时刻起直至第十二时刻,聪敏地指示着时辰;当它被盗之后,尤里安努斯以不收贿赂之手执掌正义的宝座,将其寻回。

780

​Anonymi Epigrammatici εἰς ὡρολόγιον ὠρανὸν ἁ χωροῖσα σοφὰ λίθος, ἁ διὰ τυτθοῦ γνώμονος ἀελίῳ παντὶ μερισδομένα.

佚名题辞(题日晷) 容纳天空的智慧之石,借着微小的晷针,随着整轮太阳的运行而分度。

​Anonymi Epigrammatici εἰς κάγκελον οἰκίας ἢν κλείσῃς μʼ, ἀνέῳγα· καὶ ἢν οἴξῃς μʼ ἐπικλείσεις.5˘ τοῖος ἐὼν τηρεῖν σὸν δόμον οὐ δύναμαι.

佚名题辞(题宅邸栅栏门) 你若将我关上,我却是通透的;你若将我打开,反而会将我关上。我这般模样,实难守卫你的家宅。

​Paulus Silentiarius εἰς ὡρολόγιον ἐνθάδε μιστύλλουσι δρόμον Φαεθοντίδος αἴγλης ἀνέρες ὡράων ἀμφὶ δυωδεκάδι· ὕδασι δʼ ἠελίοιο ταλαντεύουσι κελεύθους, ἐς πόλον ἐκ γαίης μῆτιν ἐρεισάμενοι.

保卢斯·西伦提阿利乌斯(题水钟) 在此处,人们将法厄同光芒的行径细分为十二个时辰;他们以水权衡太阳的轨迹,将智慧从大地径直通达天穹。

​Anonymi Epigrammatici εἰς Ἑρμαφρόδιτον ἐν λουτρῷ ἱστάμενον ἀνδράσιν Ἑρμῆς εἰμι, γυναιξὶ δὲ Κύπρις ὁρῶμαι ἀμφοτέρων δὲ φέρω σύμβολά μοι τοκέων. τοὔνεκεν οὐκ ἀλόγως με τὸν Ἑρμαφρόδιτον ἔθεντο ἀνδρογύνοις λουτροῖς παῖδα τὸν ἀμφίβολον.

佚名题辞(题立于浴场的赫马佛洛狄忒斯像) 于男子而言我是赫尔墨斯,于女子而言我被视作库普里斯;我身上带有双亲两者的印记。因此,人们将我赫马佛洛狄忒斯这双重性别的童子置于男女混用的浴场,绝非无端之举。

​Anonymi Epigrammatici εἰς λουτρὸν μικρόν μὴ νεμέσα βαιοῖσι χάρις βαιοῖσιν ὀπηδεῖ· βαιὸς καὶ Παφίης ἔπλετο κοῦρος Ἔρως.

佚名题辞(题小型浴场) 莫要责难细小微物;优美本就伴随着微小。帕菲亚的童子厄洛斯当初也是这般娇小。

785

​Anonymi Epigrammatici εἰς καμάραν τοῦ φόρου πρὸς τὴν δύσιν Μηνᾶς χρύσεον ἔργον ἐδείματο πᾶσιν ὁδίταις, κυδαίνων πτολίεθρον ἐριχρύσων βασιλήων.

佚名题辞(题广场朝西的拱门) 迈纳斯为所有过客建造了这一金色造物,使黄金满溢的君王之城增光添彩。

​Anonymi Epigrammatici τόνδε καθιδρύσαντο θεῷ περικαλλέα βωμόν, λευκῆς καὶ Πτελεοῦ μέσσον ὅρον θέμενοι ἐνναέται, χώρης σημήιον ἀμμορίης δὲ αὐτὸς ἄναξ μακάρων ἐστὶ μέσος Κρονίδης.

佚名题辞 居民们以白杨与普忒勒俄斯之间为界,为神祇建立了这座极尽优美的祭坛;作为共有土地的标志,福佑的诸神之王克罗诺斯之子亲自屹立于中央。

​Sophronius εἰς τόπον ἐπιξενουμένων ὁ πρὶν ἀλωόμενος καὶ ἀνέστιον ἴχνος ἐλαύνων, εἴτʼ ἀφʼ ὁδοιπορίης, εἴτʼ ἀπὸ ναυτιλίης, ἐνθάδε νῦν προσιὼν στῆσον, ξένε, σὸν πόδα δεῦρο, ναιετάειν ἐθέλων, οἶκον ἕτοιμον ἔχων. εἰ δέ με καὶ τίς ἔτευξεν ἀνακρινέοις, πολιῆτα Εὐλόγιος, Φαρίης ἀρχιερεὺς ἀγαθός.

索弗罗尼俄斯(题客舍) 昔日流浪、脚步无家可归之人,无论因陆行还是航海而疲惫,异乡人啊,如今走向此处停下你的脚步吧,若你愿留宿,已有现成的居所迎候。你若询问是谁建造了我,同城之人啊,乃是法罗斯岛仁善的大主教欧洛吉俄斯。

​Anonymi Epigrammatici ὄλβιον ἀνθρώποισιν ἔχει φάος ἄμβροτος αἰὼν σῇσιν ὑπʼ ἐννεσίῃσ’, εὐγενέτειρα Τύχη. νεύματι γὰρ σῷ πάντα φέρει κλέος ᾧ ποτε χειρὶ δεξιτερῇ παρέχῃς αὐχένα θεσπέσιον.6 τούτῳ καὶ βασιλῆες ἀμύμονες ἁρμόζονται, καὶ λογίων ἀγέλης ἄμβροτοι ἡγεμόνες· καὶ νῆες λιμένεσσι σαώτερον ἀμπαύονται σὴν διʼ ἀρηγοσύνην σῳζόμεναι πελάγει· καὶ πόλιες χαίρουσιν ἀκύμονες, ἠδέ τε λαοί, καὶ θαλερῶν πεδίων λείμακες ἀμβρόσιοι. τοὔνεκα σὸν θεράποντα πρὸς ὄλβιον ἀθρήσασα

佚名题辞 出身高贵的命运女神啊,在你的引领之下,不朽的时间为凡人保全了福泽的光华。凭你的首肯,万物皆将荣耀带给那蒙你右手垂顾神圣项颈之人。无可指摘的君王服从于此人,学者群体不朽的领袖亦与他契合;船舶因你的庇佑在海中得救,更为安稳地停歇于港湾;城池无灾无难欢欣雀跃,万民也是如此,丰沃原野上神圣的草场亦复如是。因此,垂顾你那富足的仆人吧……

​Anonymi Epigrammatici τέκτονά με σκοπίαζε σοφῶν κοσμήτορα μύθων, ἰθύνοντα τέχνην εὐεπίης κανόνι.

佚名题辞 请视我为修饰精妙话语的工匠,以善言之规矩端正技艺之人。 安提帕特

790

​Antipater τίς ποκʼ ἀπʼ Οὐλύμποιο μετάγαγε παρθενεῶνα, τὸν πάρος οὐρανίοις ἐμβεβαῶτα δόμοις, ἐς πόλιν Ἀνδρόκλοιο, θοῶν βασίλειαν Ἰώνων, τὰν δορὶ καὶ Μούσαις αἰπυτάταν Ἔφεσον; ἦ ῥα σὺ φιλαμένα, Τιτυοκτόνε, μέζον Ὀλύμπου τὰν τροφόν, ἐν ταύτᾳ τὸν σὸν ἔθευ θάλαμον.

究竟是谁将昔日稳居天上宫阙的处女神殿,从奥林匹斯迁至安德罗克罗斯之城——那迅捷伊奥尼亚人的王都、在戈矛与缪斯之中至高挺立的以弗所?斩杀提堤俄斯之神啊,定是你爱抚育自己的土地甚于奥林匹斯,才将你的闺房安设于此。

语法注6 条
  1. 9.774ἐνεψύχωσε δʼ ὁ γλύπτας τὸν λίθον

    主语 ὁ γλύπτας 紧接连词 δέ 之后,宾语 τὸν λίθον 随后。此处与前句的 ἁ βάκχα Παρία μέν 形成 μέν...δέ 的对比结构,凸显“虽为顽石却被雕刻家赋予生命”这一艺术咏叹的经典程式。

  2. 9.775ἡ βάκχη Κρονίδην Σάτυρον θέτο

    双重宾格结构:Κρονίδην 为直接宾格,Σάτυρον 为补足宾格,中动动词 θέτο 意为“使……成为……”。指涉宙斯化身为萨堤洛斯以诱惑安提俄佩的神话典故。

  3. 9.777δοκέω, χαλινοὺς εἴ τις ἡνιοστρόφος ἐναρμόσῃ γένυσσι κἀπικεντρίσᾐ, ὁ σὸς πόνος, Λύσιππε, καὶ παρʼ ἐλπίδας τάχʼ ἐκδραμεῖται

    δοκέω 充当插入语(“我想/依我看”)。主要句式由条件从句(εἴ τις... ἐναρμόσῃ κἀπικεντρίσῃ,后期诗歌中 εἰ 常接虚拟式)和将来直陈式的主句归结节(τάχʼ ἐκδραμεῖται)构成,主语是抽象转喻 ὁ σὸς πόνος(“你的心血造物”)。

  4. 9.778ὅσην ἔζωσε περίχθων ὠκεανός

    关系代词 ὅσην 的先行词为前置的名词短语 γαῖαν τὴν φερέκαρπον,构成范围限定从句(“环绕大地的俄刻阿诺斯所包围的一切产粮土地”)。περίχθων 作为定语修饰 ὠκεανός。

  5. 9.781ἢν κλείσῃς μʼ, ἀνέῳγα· καὶ ἢν οἴξῃς μʼ ἐπικλείσεις

    对称的对句结构,表达格子门(κάγκελος)的视觉与物理佯谬。关上栅栏门时,因其网眼通透而等同于“敞开”(ἀνέῳγα 为不及物完成时);敞开栅栏门时,门页却被推向一边封闭(ἐπικλείσεις)。

  6. 9.788ᾧ ποτε χειρὶ δεξιτερῇ παρέχῃς αὐχένα θεσπέσιον

    关系代词 ᾧ 兼含先行词(“凡蒙你……之人”)。παρέχῃς 为现在虚拟式,与 ποτε 连用表示普遍或反复条件。句式为 παρέχω + 宾格(αὐχένα)+ 与格(ᾧ)+ 工具与格(χειρὶ δεξιτερῇ),意为“以右手向其俯就/托付神圣颈项”,象征降下庇佑与恩宠。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.774-9.790