- 底本
- Greek Anthology, Vol. 3. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.809-9.827
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
汇集了题品达雕像、拜占庭君王(尤斯蒂尼安、尤斯廷与索菲娅)纪念建筑与雕像、基督教圣器(祭台布、圣盘、圣杯)、天体图银盘,以及歌咏潘神、泉边萨堤洛斯与沉睡厄洛斯等田园与神话题材的系列短诗。
Flavius Cyrus εἰς ἄγαλμα Πινδάρου Πίνδαρον ἱμερόεντα παρʼ ὕδασι Κῦρος ἐγείρει, οὕνεκα φορμίζων εἶπεν ἄριστον ὕδωρ.
弗拉维乌斯·居鲁士(题品达雕像) 居鲁士在流水之畔立起迷人的品达, 因为他弹奏着竖琴唱道: “水乃至善。”
Anonymi Epigrammatici οὗτος Ἰουστῖνος Σοφίῃ σχεδὸν ἀμφότεροι δὲ χρύσεον ἔργον ἔτευξαν ἀπʼ Ἀσσυρίοιο θριάμβου.
佚名题辞 此乃立于索菲娅身旁的尤斯廷;二人 从对亚述的胜利中铸就了这件金色的功业。
Anonymi Epigrammatici φαιδρὸν Ἰουστινιανὸς ἄναξ ἐμὲ χῶρον ἐγείρει, ἠελίῳ παρέχων θάμβος ἀνερχομένῳ. οὔποτε γὰρ τοιοῦτον ἐπὶ χθονὸς ἔδρακε κάλλος ὑψόθεν οὐρανίην οἶμον ἐπερχόμενος.
佚名题辞 尤斯蒂尼安君王筑起了光辉的我这处胜境, 令初升的旭日为之惊叹; 因它从高处巡行天路之时, 在大地上从未得见如此的美景。
Anonymi Epigrammatici εἰς Ἰουστῖνον θεῖον Ἰουστῖνον, καθαρὸν φρουρήτορα θεσμῶν, Δομνῖνος καθαροῖς ἐν προθύροισι Δίκης.1
佚名题辞(题尤斯廷) 多姆尼努斯将神圣的尤斯廷,法律的纯正护卫者, 安立于正义女神纯洁的门庭前。
Anonymi Epigrammatici εἰς Σοφίαν αὐτοῦ γυναῖκα τῆς Σοφίης τόδʼ ἄγαλμα Δίκης προπάροιθε θυράων οὐ γὰρ ἄνευθε δίκης ἔπρεπε τὴν σοφίην.2
佚名题辞(题其妻索菲娅) 索菲娅的这尊雕像立于正义女神的门扉之前; 因为智慧本不该脱离正义而存在。 佚名题辞(题浴室)
Anonymi Epigrammatici εἰς λουτρόν νύμφαι Νηιάδες, μετανάστιοι, οὐχ ἅμα πάσας εἴξειν ὠιόμην χεύμασιν ἡμετέροις· εἰ δὲ τόσην τὸ λοετρὸν ἔχει χάριν, οὐδὲν ὀνήσει ὁ φθόνος, εἰ Νύμφαι πᾶν ἀπέλειπον ὕδωρ.
迁徙而来的水仙奈阿得斯啊,我未曾料想你们所有人 竟会一同屈服于我们的水流; 但若这浴池拥有如此的恩宠,即使水仙们 舍弃了所有水流,嫉妒也绝无所用。
Anonymi Epigrammatici ξεῖνε, τί νῦν σπεύδεις ὁρόων ἀκεσώδυνον ὕδωρ; εὐφροσύνης τὸ λοετρὸν ἀπορρύπτει μελεδῶνας· μόχθον ἐλαφρίζει· τόδε γὰρ ποίησε Μιχαήλ, ὃς κρατερῆς βασιληίδος αὐλῆς ἡγεμονεύει.
佚名题辞 过客啊,既见此疗愈痛楚之泉,何故匆匆离去? 欣悦的浴池涤除忧烦, 减轻劳顿;因这是米海尔所建造, 他掌管着强盛王室的宫廷。
Anonymi Epigrammatici εἰς μινσώριον τῶν Εὐβούλου ἀντία Τηλεμάχοιο καὶ ἐγγύθι Πηνελοπείης τίπτε, πολυφράδμων, πολυταρβέα χεῖρα τιταίνεις; οὐκ ἐρέει μνηστῆρσι τεόν ποτε νεῦμα τιθήνη.
佚名题辞(题欧布卢斯家的大银盘) 在忒勒玛科斯对面、珀涅罗珀近旁, 多谋之人啊,为何伸出战战兢兢的手? 乳母绝不会将你的示意泄漏给求婚人。
Anonymi Epigrammatici εἰς ἐνδυτήν ἐν τῇ τραπέζῃ τῶν ἀχράντων θυμάτων πάθη τυθέντων τῶν ὑπὲρ Χριστοῦ γράφω· οὕσπερ γὰρ αἰτῶ πρὸς σκέπην ἔχειν Πέτρος φρικτοῦ τέθεικα τοῖς σκεπάσμασιν τόπου.
佚名题辞(题祭台布) 在陈设纯洁牺牲的祭台之上, 我描摹为基督而献身者的受难; 因为正是我彼得祈求得作护佑之人, 我将他们绘于这令人敬畏之地的覆幔上。 佚名题辞(题同处另一圣盘)
Anonymi Epigrammatici εἰς δίσκον ἄλλον ἐν τῷ αὐτῷ καὶ Πέτρος ἄλλος, τὸν τάφον τοῦ Κυρίου τὸν ζωοποιὸν εἰσιδεῖν μὴ συμφθάσας, ἔγλυψα δίσκον, μνήματος θείου τύπον, ἐν ᾧ τὸ Χριστοῦ σῶμα κύψας προσβλέπω.
作为另一位未能及时亲见 我主赐予生命的圣墓的彼得, 我雕造了圣盘,作为神圣墓穴的表象, 在其上俯身瞻仰基督的圣体。
Anonymi Epigrammatici εἰς ποτήριον ἐν τῷ αὐτῷ κρατὴρ νοητὸς Πνεύματος θείου βλύσει κατανύξεως ῥοῦν ἐγχέω ταῖς καρδίαις.
佚名题辞(题同处圣杯) 我乃属灵之杯,借神圣圣灵的涌流, 将悔罪的清流倾注入众人的心灵。
Anonymi Epigrammatici εἰς εἴσοδον τῆς Ἡριας τοῦτον Ἰουστινιανὸς ἀγακλέα δείματο χῶρον ὕδατι καὶ γαίῃ κάλλος ἐπικρεμάσας.
佚名题辞(题赫里亚的入口) 尤斯蒂尼安建起这片辉煌的名胜, 将美悬置于水与大地之上。
Anonymi Epigrammatici εἰς τὸ αὐτό κοίρανοι, ὑμετέρην ἀρετὴν κάρτος τε καὶ ἔργα αὐδήσει χρόνος αἰέν, ἕως πόλος ἀστέρας ἕλκῃ,
佚名题辞(同题) 诸位君王啊,只要天宇仍运转星辰, 时光将永不停息地颂扬你们的美德、威力和功业。
Anonymi Epigrammatici εἰς μινσώριον ἔχον ιβ ζώδια καὶ ἕτερα ἀργύρεος πόλος οὗτος, ὅπῃ Φαέθοντα Σελήνη δέρκεται ἀντιτύπων πιπλαμένη φαέων· ἀπλανέες δʼ ἑκάτερθε καὶ ἀντιθέοντες ἀλῆται ἀνδρομέης γενεῆς πᾶσαν ἄγουσι τύχην.
佚名题辞(题刻有黄道十二宫等的银盘) 此乃银铸的穹苍,月亮于此凝望太阳, 为反射的辉光所充盈; 两侧的恒星与逆行的行星, 引领着人类世代的全部命运。
Plato σιγάτω λάσιον Δρυάδων λέπας, οἳ τʼ ἀπὸ πέτρας κρουνοί, καὶ βληχὴ πουλυμιγὴς τοκάδων, αὐτὸς ἐπεὶ σύριγγι μελίζεται εὐκελάδῳ Πάν, ὑγρὸν ἱεὶς ζευκτῶν χεῖλος ὑπὲρ καλάμων αἱ δὲ πέριξ θαλεροῖσι χορὸν ποσὶν ἐστήσαντο3 Ὑδριάδες Νύμφαι, Νύμφαι Ἁμαδρυάδες.
柏拉图 让树仙德律阿得斯多林的山峦沉寂吧,还有岩间 奔流的泉水,以及产羔母羊纷乱的咩叫, 因为潘神正亲自用清脆的牧笛奏响乐音, 将润湿的嘴唇覆在排箫之上; 环绕四周,水仙许德里阿得斯与树仙哈玛德律阿得斯, 已迈开轻健的双足翩翩起舞。
Erycius Εὔστοχα θηροβολεῖτε, κυναγέται, οἱ ποτὶ ταύταν Πανὸς ὀρειώτα νισσόμενοι σκοπιάν, αἴτε λίνοις βαίνοιτε πεποιθότες, αἴτε σιδάρῳ, αἴτε καὶ ἰξευταὶ λαθροβόλῳ δόνακι· κἀμέ τις ὑμείων ἐπιβωσάτω· οἶδά ποδάγραν κοσμεῖν,4 καὶ λόγχαν, καὶ λίνα, καὶ καλάμους.
埃律基奥斯 前来潘神这处高山瞭望所的猎人们啊, 请准确地射取猎物, 无论你们是倚仗绳网前行,抑或是倚仗利刃, 或是作为捕鸟人手持隐秘出击的粘竿; 你们之中当有人呼唤我:我深知如何充实猎夹、 长矛、绳网与芦竿。
Anonymi Epigrammatici εἰς ὁλκὸν ὕδατος ἠρέμα καὶ δίχα ἤχου φερόμενον, ἐν ᾧ ἄγαλμα Πανὸς ἵστατο Πᾶνά με τὸν δυσέρωτα καὶ ἐξ ὑδάτων φύγεν Ἠχώ.
佚名题辞(题平静无声流淌的水渠及立于其中的潘神像) 从我这饱受单相思折磨的潘神身边,厄科甚至从水中逃遁而去。
Anonymi Epigrammatici εἰς Σάτυρον κρήνῃ ἐφεστῶτα, καὶ Ἔρωτα καθεύδοντα τὸν Βρομίου Σάτυρον τεχνήσατο δαιδαλέη χείρ, μούνη θεσπεσίως πνεῦμα βαλοῦσα λίθῳ. εἰμὶ δὲ ταῖς Νύμφαισιν ὁμέψιος· ἀντὶ δὲ τοῦ πρὶν πορφυρέου μέθυος λαρὸν ὕδωρ προχέω. εὔκηλον δʼ ἴθυνε φέρων πόδα, μὴ τάχα κοῦρον κινήσῃς, ἁπαλῷ κώματι θελγόμενον.
佚名题辞(题泉边的萨堤洛斯与沉睡的厄洛斯像) 一双灵巧的手雕凿了布罗米俄斯的萨堤洛斯, 独有它神妙地将呼吸赋予顽石。 我与水仙同伴;取代了昔日 紫红的美酒,如今我倾吐甘泉。 请放轻脚步前行,免得你骤然 惊动了那沉浸在甜美梦乡中的童子。
Ammonius εἰς τὸ αὐτό εἰμὶ μὲν εὐκεράοιο φίλος θεράπων Διονύσου, λείβω δʼ ἀργυρέων ὕδατα Ναϊάδων θέλγω δʼ ἠρεμέοντα νέον περὶ κώματι παῖδα
阿摩尼奥斯(同题) 我乃生有美角的狄奥尼索斯的忠实仆从, 倾泻着银色奈阿得斯的水流, 抚慰着在安眠中静卧的年幼童子。
- 9.812Δομνῖνος καθαροῖς ἐν προθύροισι Δίκης
题铭诗中常见的省略动词(如 ἔστησεν)的简练句式。主格主语 Δομνῖνος 支配前一行的宾格宾语“神圣的尤斯廷”(θεῖον Ἰουστῖνον),与格介词短语 καθαροῖς ἐν προθύροισι Δίκης 则表示安立的处所。
- 9.813οὐ γὰρ ἄνευθε δίκης ἔπρεπε τὴν σοφίην
非人称动词 ἔπρεπε 支配宾格加不定式结构,此处系动词 εἶναι 被省略。句中巧妙地运用了双关修辞(paronomasia),将皇后之名“索菲娅”与抽象名词“智慧”(sophia),以及“正义”(Dike / dike)并置对照。
- 9.823αἱ δὲ πέριξ θαλεροῖσι χορὸν ποσὶν ἐστήσαντο
在前面的祈使句 σιγάτω 以及由 ἐπεί 引导的原因从句(αὐτὸς ἐπεὶ... μελίζεται)之后,以 αἱ δέ 引出并列主句(指出新主语水仙们)。中间位不定过去时 ἐστήσαντο 生动地表现了音乐一响、众仙女便立即结队起舞的情景。
- 9.824οἶδά ποδάγραν κοσμεῖν
动词 κοσμεῖν 通常作“装点、整饬”解,在此处诗意地指使各种狩猎工具(陷阱、长矛、兽网、粘竿)获得斩获,即以猎物“充实/装点”之,使其得以发挥功效。
