← 希腊诗选

希腊诗选 卷三

§9.755-9.773

斯库拉像与绘画及棋盘等各类器物

本组题辞咏及多种艺术品与器物,包括青铜斯库拉像、普拉克西特列斯的雕像、绘画、独石微雕、阿斯克勒庇阿德斯的铁饼、执政官利斧,以及蚊帐、双陆棋盘与其寓意人生、女儿的杯盏与盛残酒器等。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
755

​Anonymi Epigrammatici εἰς Σκύλλαν χαλκῆν εἰ μὴ χαλκὸς ἔλαμπεν, ἐμάνυε δʼ ἔργον ἄνακτος ἔμμεναι Ἡφαίστου δαιδαλέοιο τέχνας, αὐτὴν ἄν τις Σκύλλαν ὀίσσατο τηλόθι λεύσσων ἑστάμεν,1 ἐκ πόντου γαῖαν ἀμειψαμέναν τόσσον ἐπισσείει, τόσσον κότον ἀντία φαίνει, οἷον ἀπὸ πελάγευς συγκλονέουσα νέας.

佚名题辞(题青铜斯库拉) 若非青铜闪耀着光芒,表明它是技艺精湛的主宰赫淮斯托斯的造物,远望之人必定会以为本尊斯库拉正伫立于此,从海洋移步至陆地;她是如此猛烈地摇撼身躯,如此直面展现出忿怒,宛如在公海上粉碎着船只一般。

​Aemilianus τέχνας εἵνεκα σεῖο καὶ ἁ λίθος οἶδε βρυάζειν, Πραξίτελες· λῦσον, καὶ πάλι κωμάσομαι. νῦν δʼ ἡμῖν οὐ γῆρας ἔτʼ ἀδρανές, ἀλλʼ ὁ πεδητὰς Σειληνοῖς κώμων βάσκανός ἐστι λίθος.

埃米利阿努斯 普拉克西特列斯啊,因着你的技艺,连顽石也懂得狂欢;解开束缚吧,我将再次纵情作乐。但如今于我们而言,不再是衰老令人无力,而是那嫉妒的顽石充当了束缚西勒诺斯狂宴的枷锁。

​Simonides Ἰφίων τόδʼ ἔγραψε Κορίνθιος. οὐκ ἔνι μῶμος χερσίν, ἐπεὶ δόξας ἔργα πολὺ προφέρει.2

西摩尼德斯 科林斯的伊菲翁绘制了此作。他的双手无可挑剔,因为其作品远胜其声名。

​Simonides Κίμων ἔγραψε τὴν θύραν τὴν δεξιάν· τὴν δʼ ἐξιόντων δεξιὰν Διονύσιος.

西摩尼德斯 客蒙绘制了右侧的门;而狄奥尼修斯则绘制了走出之人右手边的门。

​Anonymi Epigrammatici εἷς λίθος, ἅρμʼ, ἐλατήρ, ἵπποι, ζυγόν, ἡνία, μάστιξ.

佚名题辞 一整块石头:战车、御者、骏马、挽轭、缰绳、皮鞭。

760

​Anonymi Epigrammatici εἷς λίθος, ἅρμʼ, ἐλατήρ, πῶλοι, ζυγός, ἡνία, Νίκη,

佚名题辞 一整块石头:战车、御者、驹马、挽轭、缰绳、胜利女神。

​Anonymi Epigrammatici εἰς βότρυν ἐκ χρωμάτων μικροῦ κατέσχον τὸν βότρυν τοῖς δακτύλοις, ὑπεραπατηθεὶς τῇ θέᾳ τῶν χρωμάτων.

佚名题辞(题彩绘葡萄) 因极度被色彩的表象所蒙骗,我差点用手指抓住了那串葡萄。

​Ablabius εἰς δίσκον Ἀσκληπιάδου Ἥφαιστός μʼ ἐτέλεσσε καμὼν χρόνον ἀλλὰ Κυθείρη ἀνδρὸς ἑοῦ θαλάμων εἵλετο λαθριδίως, Ἀγχίσῃ δʼ ἔπορεν κρυφίης μνημήιον εὐνῆς· καὶ μʼ Ἀσκληπιάδης εὗρε παρʼ Αἰνεάδαις.

阿布拉比俄斯(题阿斯克勒庇阿德斯的铁饼) 赫淮斯托斯历经长久劳作完成了我;但库忒瑞亚从丈夫的寝房中暗中取走了我,作为幽会之床的信物赠予安喀塞斯;阿斯克勒庇阿德斯在埃涅阿斯的后裔处发现了我。

​Julianus εἰς ἀρχοντικὸν πέλεκυν ἢν μὲν ἀλιτραίνῃς, πέλεκυν βλεφάροισι δοκεύεις· ἢν δὲ σαοφρονέῃς, ἄργυρός εἰμι μόνον.

尤利安努斯(题长官之斧) 你若为非作歹,在眼中所见的便是一柄利斧;你若克己守正,我便不过是一块白银。

​Paulus Silentiarius εἰς κωνωπεῶνα οὐ βριαρόν τινα θῆρα, καὶ οὔ τινα πόντιον ἰχθύν, οὐ πτερὸν ἀγρεύω πλέγμασιν ἡμετέροις, ἀλλὰ βροτοὺς ἐθέλοντας· ἀλεξήτειρα δὲ τέχνη ἀνέρα μυιάων κέντρον ἀλευόμενον ἐκ θαλίης ἀβρῶτα μεσημβριάοντα φυλάσσει, οὐδὲν ἀφαυροτέρη τείχεος ἀστυόχου. ὕπνου δʼ ἀστυφέλικτον ἄγω χάριν ἀλλὰ καὶ αὐτοὺς δμῶας μυιοσόβου ῥύομαι ἀτμενίης.

保卢斯·西伦提阿利乌斯(题蚊帐) 我不以网罗捕获凶猛的野兽,亦不捕海中的游鱼,不捕飞鸟的羽翼,而是捕获心甘情愿的凡人;防卫的技艺守护着躲避飞蝇螫刺、于宴饮后午睡之人不受啃噬,丝毫不弱于守卫城池的堡垒。我带来了安稳无虞的睡眠恩赐;更有甚者,我将奴仆自身也从驱蝇的劳作中解脱出来。

765

​Paulus Silentiarius εἰς τὸ αὐτό Καλλιγάμοις λέκτροις περικίδναμαι· εἰμὶ δὲ κεδνῆς δίκτυον οὐ Φοίβης, ἀλλʼ ἁπαλῆς Παφίης. ἀνέρα δʼ ὑπνώοντα μίτῳ πολύσπι καλύπτω, ζῳοφόρων ἀνέμων οὐδὲν ἀτεμβόμενον.

保卢斯·西伦提阿利乌斯(题同前) 我舒展在美满婚姻的床榻周围;我并非崇高福柏之网,而是温柔帕菲亚之网。我用纤细之线覆盖熟睡之人,丝毫不夺走滋养生命的微风。

​Agathias Scholasticus εἰς τὸ αὐτό πλέγμασι μὲν σκοπός ἐστι περισφίγξαι πετεηνῶν ἔθνεα καὶ ταχινοὺς ἔνδοθεν ὀρταλίχους· αὐτὰρ ἐγὼ σεύειν ἐπιτέρπομαι, οὐδὲ καλύπτω ἔνδοθεν, ἀλλʼ εἴργω μᾶλλον ἐπειγομένους. οὐδέ μέ τις λήσειε, καὶ εἰ βραχὺς ἔπλετο, κώνωψ ἡμετέρης διαδὺς3 πλέγμα λινοστασίης. ὄρνεά που σῴζω· μερόπεσσι δὲ λέκτρα φυλάσσω. ἦ ῥά τις ἡμείων ἐστὶ δικαιότερος;

阿加齐亚斯·斯科拉斯蒂库斯(题同前) 罗网之意在于自内紧紧束缚飞鸟族类与敏捷雏禽;然而我以驱逐为乐,非但不将其困于内,反而将争相涌入者拒于外。无论蚊蝇多么渺小,也休想穿透我亚麻编织的罗网而瞒过我。我保全了禽鸟,更为凡人守护床榻;难道还有谁比我更为公正?

​Agathias Scholasticus εἰς τάβλαν ἑζόμενος μὲν τῇδε παρʼ εὐλάιγγι τραπέζῃ παίγνια κινήσεις τερπνὰ βολοκτυπίης. μήτε δὲ νικήσας μεγαλίζεο, μήτε ἀπολειφθεὶς ἄχνυσο, τὴν ὀλίγην μεμφόμενος βολίδα. καὶ γὰρ ἐπὶ σμικροῖσι νόος διαφαίνεται ἀνδρός, καὶ κύβος ἀγγέλλει βένθος ἐχεφροσύνης.

阿加齐亚斯·斯科拉斯蒂库斯(题双陆棋盘) 坐在这光滑石面的棋盘旁,你将拨动掷骰作响的怡人游艺。然而莫要胜了便骄狂,莫要因落后而悲伤怨叹点数微薄。因为人的品性于细微处昭然显露,骰子正可揭示慎思的深浅。

​Agathias Scholasticus εἰς τὸ αὐτό παίγνια μὲν τάδε πάντα· τύχης δʼ ἑτερότροπος ὁρμὴ ταῖς ἀλόγοις ταύταις ἐμφέρεται βολίσιν καὶ βροτέου βιότου σφαλερὸν μίμημα νοήσεις, νῦν μὲν ὑπερβάλλων, νῦν δʼ ἀπολειπόμενος. αἰνέομεν δὴ κεῖνον, ὃς ἐν βιότῳ τε κύβῳ τε χάρματι καὶ λύπῃ μέτρον ἐφηρμόσατο.

阿加齐亚斯·斯科拉斯蒂库斯(题同前) 这一切皆是博戏;然而命运反复无常的势头正流转于这无理性的投掷之中,你将看到凡人脆弱生命的摹本,时而占尽上风,时而落于人后。我们称颂那在人生与骰子中,皆能对喜悦与悲哀节制有度之人。

​Agathias Scholasticus εἰς τὸ αὐτό τοῖς μὲν πρηϋνόοις τάδε παίγνια, τοῖς δʼ ἀκολάστοις λύσσα καὶ ἀμπλακίη καὶ πόνος αὐτόματος. ἀλλὰ σὺ μὴ λέξῃς τι θεημάχον ὕστατος ἕρπων, μηδʼ ἀναροιβδήσῃς ῥινοβόλῳ πατάγῳ. δεῖ γὰρ μήτε πονεῖν ἐν ἀθύρμασι, μήτε τι παίζειν ἐν σπουδῇ· καιρῷ δʼ ἴσθι νέμειν τὸ πρέπον.

阿加齐亚斯·斯科拉斯蒂库斯(题同前) 对性情温和者而言这是游艺,对放纵者而言却是癫狂、过失与自讨苦吃。当你落在最后时,切莫吐露逆神之辞,亦莫要粗重哼气发出响声。在儿戏中切莫劳神,在正事中亦不可戏谑;当知随遇施宜。

770

​Paulus Silentiarius εἰς ποτήριον οἰκείας θυγατρὸς παρθένου χεῖλος Ἀνικήτεια τὸ χρύσεον εἰς ἐμὲ τέγγει· ἀλλὰ παρασχοίμην καὶ πόμα νυμφίδιον.4

保卢斯·西伦提阿利乌斯(题其未嫁之女的杯子) 阿尼刻泰亚将她金色的唇浸入我之中;但愿我也能为她献上合卺的美酒!

​Julianus εἰς φιάλην ἔχουσαν κινουμένους ἰχθύας ὄντως Βάκχον ἔδεκτο Θέτις· νῦν μῦθος Ὁμήρου ὀψὲ μέν, ἀλλʼ εὗρεν πίστιν ἐτητυμίης.

尤利安努斯(题内有动鱼的浅杯) 忒提斯当真接纳了巴克科斯;如今荷马的传说虽晚,却终于找到了确凿的实据。

​Phocas Diaconus εἰς φιάλην ἐν ᾗ συνάγονται τὰ περιττά οἰνοχόῳ φίλον εἰμὶ μόνῳ δέπας, οὕνεκεν αὐτῷ Βάκχον ἀολλίζω τὸν περιλειπόμενον.

福卡斯执事(题盛纳残酒的浅杯) 我是唯有斟酒人所钟爱的杯皿,因为我为他收集起残余的巴克科斯。

​Palladas χαλκοτύπος τὸν Ἔρωτα μεταλλάξας ἐπόησε τήγανον, οὐκ ἀλόγως, ὅττι καὶ αὐτὸ φλέγει.

帕拉达斯 铜匠改造了厄洛斯,将他做成了一口煎锅;此举不无道理,因为煎锅本身也灼热如火。

语法注4 条
  1. 9.755αὐτὴν ἄν τις Σκύλλαν ὀίσσατο ... ἑστάμεν

    反事实条件句的主句,与前文条件从句 εἰ μὴ χαλκὸς ἔλαμπεν...(未完成过去时直陈式)相呼应。不定过去时直陈式 ὀίσσατο 与虚词 ἄν 连用,表示“本会以为”。宾格 αὐτὴν Σκύλλαν 用作不定式 ἑστάμεν(完成时不定式 ἑστηκέναι 的史诗形式)的逻辑主语。

  2. 9.757ἐπεὶ δόξας ἔργα πολὺ προφέρει

    动词 προφέρει 在此作不及物用法,意为“胜过、凌驾”。主语为 ἔργα,属格 δόξας 作比较属格(“比名声/声誉更……”),整句意为“其作品远胜其声名/预想”。

  3. 9.766οὐδέ μέ τις λήσειε ... διαδὺς

    动词 λανθάνω(祈愿语气 λήσειε)与不定过去时分词 διαδύς(滑过、钻过)连用的补充助动词分词句式。主语为 κώνωψ。不带 ἄν 的祈愿语气与否定词 οὐδέ 连用,表达强烈的可能性否定(“任何蚊子绝不可能潜行穿过而避开我”)。

  4. 9.770ἀλλὰ παρασχοίμην καὶ πόμα νυμφίδιον

    祈愿语气 παρασχοίμην 在独立句中表示愿望(愿望祈愿语气)。连词 ἀλλά 带有转折与祈使的语气,意为“但愿我也能奉上合卺之酒”,托杯皿之口拟人化地祈愿女儿将来的婚仪。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.755-9.773