- 底本
- Greek Anthology, Vol. 3. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.735-9.754
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
收录了赞叹米隆青铜母牛逼真神态的组诗,献给神明的青铜雕像题诗,以及题咏刻有牛、神祇与化身的宝石、戒指、酒勺和包孕水珠的水晶的警句。
Anonymi Epigrammatici σεῖο Μύρων, δαμάλει παρακάτθανε μόσχος ἀλαθείς, καὶ γάλα πιστεύων χαλκὸν ἔσωθεν ἔχειν.
佚名题辞 米隆啊,在你的母牛旁,牛犊迷途而死,竟以为那青铜内部含有乳汁。
Anonymi Epigrammatici ἄλλο φεῦ σὺ Μύρων, πλάσσας οὐκ ἔφθασας· ἀλλά σὲ χαλκός, πρὶν ψυχὴν βαλέειν, ἔφθασε πηγνύμενος.1
佚名题辞(又一首) 唉,米隆啊,你在塑造时未及完工;但在你注入灵魂之前,青铜先你一步凝固了。
Anonymi Epigrammatici χαλκείαν τύπτεις δάμαλιν μέγα σ’ ἤπαφε τέχνα, βουκόλε· τὰν ψυχὰν οὐ προσέθηκε Μύρων.
佚名题辞 你抽打的是一头青铜母牛;技艺将你深深欺骗了,牧牛人啊;米隆并未附加上灵魂。
Julianus ἐν βοῒ τᾷδʼ ἐμάχοντο Φύσις καὶ πότνια Τέχνα· ἀμφοτέραις δὲ Μύρων ἶσον ὄπασσε γέρας· δερκομένοις μὲν γὰρ Φύσιος κράτος ἥρπασε Τέχνα· αὐτάρ ἐφαπτομένοις ἡ Φύσις ἐστὶ φύσις.2
尤利安努斯 在这头母牛身上,“自然”与尊严的“技艺”相抗争;米隆赐予了二者平等的荣耀。因为在观看者眼中,“技艺”夺走了“自然”的权能;但在抚摸者手中,“自然”才是真正的自然。
Julianus ἤπαφε καὶ σὲ μύωπα Μύρων, ὅτι κέντρον ἐρείδεις πλευραῖς χαλκοχύτοις ἀντιτύποιο βοός. οὐ νέμεσις δὲ μύωπι· τί γὰρ τόσον; εἴ γε καὶ αὐτοὺς ὀφθαλμοὺς νομέων ἠπερόπευσε Μύρων.
尤利安努斯 米隆甚至欺骗了你这只牛虻,以致你把螫针刺向这头坚硬不移之牛的铸铜两胁。但不可归咎于牛虻;这有何大惊小怪?米隆甚至连牧人自己的双眼都蒙骗了。
Tullius Geminus ἡ βάσις ἡ κατέχουσα τὸ βοίδιον, ᾗ πεπέδηται· ἢν δʼ ἀφεθῇ ταύτης, φεύξεται εἰς ἀγέλην. μυκᾶται γὰρ ὁ χαλκός· ἴδʼ ὡς ἔμπνουν ὁ τεχνίτας θήκατο· κἂν ζεύξῃς ἄλλον, ἴσως ἀρόσει.
图利乌斯·杰米努斯 这是拘禁着小牛的基座,它被缚于其上;若从其上解脱,它便会奔向牛群。 因为这青铜正在哞叫;看那匠人如何将它造成有呼吸的模样!若是给它套上同伴,它或许还会耕田。
Anonymi Epigrammatici χάλκεος ἦς, ἐπὶ σοὶ δὲ γεωτόμος εἷλκεν ἄροτρον καὶ ζυγόδεσμα φέρων, ψευδομένα δάμαλι. ἀλλὰ Μύρων τέχνᾳ πανυπείροχος, ὅς σε διʼ ἔργων ἔμπνουν, ὥς τινα βοῦν ἐργάτιν εἰργάσατο.
佚名题辞 你本是青铜,耕者却拉着犁、带着挽绳来到你身上套缚,你这骗人的小母牛啊。然而米隆以技艺凌驾众人,通过手艺将你制造成有呼吸的活物,宛如一头耕牛。
Philippus ἄπαιρέ μου τένοντος, ὦ γεωπόνε, λέπαδνα, καὶ σίδαρον αὐλακεργάταν· χαλκὸν γὰρ ἁμῶν οὐκ ἐσάρκωσεν Μύρων, τέχνα δὲ ζωπόνησεν ὄψιν ἔμπνοον, ὡς πολλάκις με κἀπομυκᾶσθαι θέλειν· εἰς ἔργα δʼ οὐκ εἴασε, προσδήσας βάσει.
菲利普斯 农夫啊,从我颈项上取下皮带和开沟的铁犁吧;因为米隆并未使我们的青铜长出肉身,技艺却精巧塑出了呼吸的形貌,以致我常常想要哞叫;但他将我绑在基座上,不容我走向田作。
Theodoridas Θεσσαλαὶ αἱ βόες αἵδε· παρὰ προθύροισι δʼ Ἀθάνας ἑστᾶσιν, καλὸν δῶρον, Ἰτωνιάδος· πᾶσαι χάλκειαι, δυοκαίδεκα, Φράδμονος ἔργον, καὶ πᾶσαι γυμνῶν σκῦλον ἀπʼ Ἰλλυριῶν.
狄奥多里达斯 这些是色萨利的母牛;它们作为美好的献礼,立在伊托尼亚阿西娜的门廊前;共计十二头,皆为青铜铸造,是弗拉德蒙的作品,全都是从赤身的伊利里亚人手中夺得的战利品。
Leonidas ᾨγινόμοι Σώσων καὶ Σίμαλος, οἱ πολύαιγοι, οἷα βαθυσχίνων, ᾦ ξένε, % παρολκίδαν Ἑρμᾷ τυρευτῆρι καὶ εὔγλαγι τὸν χιμάραρχον χάλκεον εὐπώγωνʼ ὧδʼ ἀνέθεντο τράγον.
列奥尼达斯 牧羊繁多的放山羊者索松与西马洛斯,异乡人啊,从茂密的乳香丛中,向司乳酪而丰奶的赫尔墨斯神,如是献上了这尊长髯的美丽青铜公山羊——羊群的首领。
Anyte Θάεο τὸν Βρομίου κεραὸν τράγον, ὡς ἀγερώχως ὄμμα κατὰ λασιᾶν γαῦρον ἔχει γενύων, κυδιόων ὅτι οἱ θάμʼ ἐν οὔρεσιν ἀμφὶ παρῇδα βόστρυχον εἰς ῥοδέαν Ναῒς ἔδεκτο χέρα.
阿纽特 看那布罗米俄斯的角羊,它何等骄傲地将睥睨的目光越过毛茸茸的双颊,自豪于山中那水仙女曾屡屡用玫瑰色的双手揽起它颊边的卷毛。
Polemon I εἰς δακτύλιον ἑπτὰ βοῶν σφραγῖδα βραχὺς λίθος εἶχεν ἴασπις, ὡς μίαν, ὡς πάσας ἔμπνοα δερκομένας. καὶ τάχα κἂν † ἀπέρεψε τὰ βοίδια· νῦν δὲ κέκλειται τῇ χρυσῇ μάνδρᾳ τὸ βραχὺ βουκόλιον.
波勒蒙一世(题戒指) 一小块碧玉宝石刻着七头牛的印章,仿佛一头与全群都栩栩如生、目光如注。这些小牛几乎要四散逃逸了;而如今这小小的牛群被关在了金色的栅栏内。
Plato εἰκόνα πέντε βοῶν μικρὰ λίθος εἶχεν ἴασπις, ὡς ἤδη πάσας ἔμπνοα βοσκομένας. καὶ τάχα κἂν ἀπέφευγε τὰ βοίδια· νῦν δὲ κρατεῖται τῇ χρυσῇ μάνδρῃ τὸ βραχὺ βουκόλιον.
柏拉图 一小块碧玉石上刻有五头牛的图象,全如正在草地上活生生吃草一般。那些小牛几乎就要逃脱了;如今这小小的牛群却被约束在金色的围栏中。
Plato Junior εἰς Διόνυσον γεγλυμμένον ἐν ἀμεθύστῳ ἡ λίθος ἔστʼ ἀμέθυστος, ἐγὼ δʼ ὁ πότης Διόνυσος· ἢ νήφειν πείσῃ μʼ, ἢ μαθέτω μεθύειν.
小柏拉图(题雕于紫水晶上的狄奥尼索斯) 这块石头是不醉的紫水晶,而我是善饮的狄奥尼索斯;要么它说服我保持清醒,要么它自己学会沉醉。 奥伊诺马俄斯(题雕于酒杯上的厄洛斯)
Oenomaus εἰς Ἔρωτα ἐν καυκίῳ γεγλυμμένον ἐν κυάθῳ τὸν Ἔρωτα τίνος χάριν; ἀρκετὸν οἴνῳ αἴθεσθαι κραδίην μὴ πυρὶ πῦρ ἔπαγε.
为何在酒勺上雕刻厄洛斯?仅以酒来灼烧心灵已然足够;莫要火上浇油。
Archias εἰς βόας ἐν δακτυλίῳ τὰς βοῦς καὶ τὸν ἴασπιν ἰδὼν περὶ χειρὶ δοκήσεις τὰς μὲν ἀναπνείειν, τὸν δὲ χλοηκομέειν.
阿耳基亚斯(题戒指上的群牛) 若你看到手上所戴的群牛与碧玉,你会以为前者在呼吸吐纳,而后者正在青草葱茏。
Plato Junior ἁ σφραγὶς ὑάκινθος· Ἀπόλλων δʼ ἐστὶν ἐν αὐτῇ καὶ Δάφνη· ποτέρου μᾶλλον ὁ Λητοΐδας;
小柏拉图 这方印章是风信子石;阿波罗与达芙妮皆在其中;勒托之子更属于二者中的哪一个?
Asclepiades εἰμὶ Μέθη τὸ γλύμμα σοφῆς χερός, ἐν δʼ ἀμεθύστῳ γέγλυμμαι· τέχνης δʼ ἡ λίθος ἀλλοτρίη. ἀλλὰ Κλεοπάτρης ἱερὸν κτέαρ· ἐν γὰρ ἀνάσσης χειρὶ θεὸν νήφειν καὶ μεθύουσαν ἔδει.3
阿斯克勒庇阿德斯 我是能工巧匠所刻的“沉醉”,被雕琢在紫水晶之上;这石头本与此技艺相左。但我乃克利奥帕特拉神圣的珍藏;因为在女王的手中,神明即便沉醉,亦须保持清醒。
Claudius Claudianus εἰς κρύσταλλον ἔνδον ὕδωρ ἔχουσαν Χιονέη κρύσταλλος ὑπʼ ἀνέρος ἀσκηθεῖσα δεῖξεν ἀκηρασίοιο παναίολον εἰκόνα κόσμου, οὐρανὸν ἀγκὰς ἔχοντα βαρύκτυπον ἔνδοθι πόντον.
克劳狄乌斯·克劳狄安努斯(题包孕水珠的水晶) 经人力雕琢的雪白水晶,展现了无瑕宇宙变化多姿的图象——苍穹在怀抱中拥揽着深沉轰鸣的大海。
Claudius Claudianus α. εἴπʼ ἄγε μοι, κρύσταλλε, λίθῳ πεπυκασμένον ὕδωρ, τίς πῆξεν; β. Βορέης. α. ἢ τίς ἔλυσε; β. νότος,
克劳狄乌斯·克劳狄安努斯 甲:“来告诉我吧,水晶,这包裹在石中的水,是谁冰冻了你?” 乙:“北风。” 甲:“又是谁融化了你?” 乙:“南风。”
- 9.736πλάσσας οὐκ ἔφθασας· ἀλλά σὲ χαλκός, / πρὶν ψυχὴν βαλέειν, ἔφθασε πηγνύμενος
使用了动词 φθάνω(抢先、赶在前面)构成的精巧对比。前句 οὐκ ἔφθασας 表示“未能抢先完成(塑形)”;后句以 χαλκός 为主语,σέ 为宾格,“青铜以凝固(πηγνύμενος)先了你一步”,其中插入了不定式从句 πρὶν ψυχὴν βαλέειν(在注入灵魂之前),生动表现了艺术家与青铜材质在时间上的赛跑。
- 9.738ἡ Φύσις ἐστὶ φύσις
由带定冠词的主语 ἡ Φύσις(拟人化的大自然)与不带定冠词的表语名词 φύσις(本质、物理属性)构成的双关性判断句。前句指出视觉上“技艺(Τέχνα)”胜过了“自然”,后句则以触摸为准绳,指出此时“自然终究还是自然(现实的物理硬度)”,体现了感官之间的哲学性反差。
- 9.752θεὸν νήφειν καὶ μεθύουσαν ἔδει
非人称动词 ἔδει(应当、必须)引导的带不定式与宾格主语的结构。不定式 νήφειν(保持清醒)的主语是宾格 θεόν(神,此指拟人化的“酩酊女神”),καὶ μεθύουσαν 为让步分词,修饰 θεόν(“即使身为沉醉之神/即使处于酩酊中”)。全句构成了献给克利奥帕特拉女王的宫廷颂词:哪怕是醉酒女神,在女王手中也必须保持清醒。
