← 希腊诗选

希腊诗选 卷三

§9.708-9.734

建筑与雕像赞辞及米隆之母牛像

前半部分赞颂波佐利的突堤海工、欧罗塔斯河雕像、孟菲斯金字塔及知名人物,后半部分则收录了多首赞叹米隆所铸青铜母牛栩栩如生、巧夺天工的机智题辞。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
708

​Philippus ἔζευξʼ Ἑλλήσποντον ὁ βάρβαρος ἄφρονι τόλμῃ, τοὺς δὲ τόσους καμάτους πάντας ἔλυσε χρόνος· ἀλλὰ Δικαιάρχεια διηπείρωσε θάλασσαν, καὶ βυθὸν εἰς χέρσου σχῆμα μετεπλάσατο· λᾶα, βαθὺ στήριγμα, κατερρίζωσε πέλωρον, χερσὶ Γιγαντείαις δʼ ἔστασε νέρθεν ὕδωρ. ἦν ἅλʼ ἀεὶ πλώειν διοδευομένη δʼ ὑπὸ ναύταις ἄστατος, εἰς πεζοὺς ὡμολόγησε μένειν.1

菲利普斯 蛮族的君王凭着狂妄的野心在赫勒斯滂海峡架桥,然而漫长的时光消弭了这一切劳苦;而狄凯阿耳基亚却使大海化作大陆,将深渊改塑成陆地的模样。她将巨石深深扎根作为依托,以巨人之手挡住下方奔涌的潮水。大海本是永远用来航行的,在水手的穿行下飘忽不定,如今却情愿为步行的旅人驻留止息。

​Philippus Εὐρώταν ὡς ἄρτι διάβροχον ἔν τε ῥεέθροις εἵλκυσ’ ὁ τεχνίτης ἐν πυρὶ λουσάμενον πᾶσι γὰρ ἐν κώλοις ὑδατούμενος ἀμφινένευκεν ἐκ κορυφῆς ἐς ἄκρους ὑγροβατῶν ὄνυχας. ἁ δὲ τέχνα ποταμῷ συνεπήρικεν· ἆ τίς ὁ πείσας χαλκὸν κωμάζειν ὕδατος ὑγρότερον;

菲利普斯 匠人从河床中拉出了欧罗塔斯河,宛如刚被水浸湿,又在烈火中沐浴而出;因为他在周身各肢体间皆如水波般弯曲流淌,从头顶直至踏湿行步的趾爪末梢皆倾垂而动。技艺同江河竞逐。啊,是谁说服了青铜,使它比水流舞动得更加轻灵润泽?

710

​Anonymi Epigrammatici εἰς τὰς ἐν Μέμφει πυραμίδας Ὄσσαν ἐπʼ Οὐλύμπῳ καὶ Πήλιον ὑψωθέντα ψευδὴς ἱστορίης ῥῆσις ἀνεπλάσατο· πυραμίδες δʼ ἔτι νῦν Νειλωίδες ἄκρα μέτωπα κύρουσιν χρυσέοις ἀστράσι Πληιάδων.

佚名题辞(题孟菲斯的金字塔) 堆叠在奥林匹斯山上的奥萨山与高耸的珀利翁山,不过是荒诞传说的虚妄言辞;然而尼罗河畔的金字塔直到如今,其高峻的额头仍与昴星团的金星交接碰撞。

Ζenobius αὐτὴν Γραμματικὴν ὁ ζωγράφος ἤθελε γράψαι· Βίκτορα δὲ γράψας, τὸν σκοπόν, εἶπεν, ἔχω.

芝诺比乌斯 画师本想描绘文法学本身;但他画出了维克托之后,便说道:“我已实现了自己的目标。”

​Metrodorus αὐτὸν Ἰωάννην ὁ γέρων ὅτʼ ἐδέξατο θεσμός, εἶπεν ἀνηβήσας· αὖθις ἔχω σε, Σόλων.

梅特罗多洛斯 当年迈的律法迎来约翰本人时,便返老还童并说道:“梭伦啊,我又重新拥有了你。”

​Anonymi Epigrammatici εἰς τὴν Μύρωνος βοῦν βοίδιόν εἰμι Μύρωνος, ἐπὶ στήλης δʼ ἀνάκειμαι. βουκόλε, κεντήσας εἰς ἀγέλην μʼ ἄπαγε.

佚名题辞(题米隆的青铜母牛) 我是米隆的小牛,立在石座之上。牧牛人啊,请用刺棒驱赶我,将我带回牛群中去吧。

​Anonymi Epigrammatici τίπτε, Μύρων, μὲ τὸ βοίδιον ἐνταυθοῖ παρὰ βωμοῖς ἔστασας; οὐκ ἐθέλεις εἰσαγέμεν μέγαρον;

佚名题辞 米隆啊,为何将我这头小牛立在此处的祭坛旁?难道你不愿将我带入内殿之中?

715

​Anacreon βουκόλε, τὰν ἀγέλαν πόρρω νέμε, μὴ τὸ Μύρωνος βοίδιον ὡς ἔμπνουν βουσὶ συνεξελάσῃς.

阿那克里翁 牧牛人啊,且把你的牛群赶往远处放牧吧,免得你把米隆的小牛当作有呼吸的生灵,同牛群一并驱赶。

​Anacreon Βοίδιον οὐ χοάνοις τετυπωμένον, ἀλλʼ ὑπὸ γήρως χαλκωθὲν σφετέρῃ ψεύσατο χειρὶ Μύρων.2

阿那克里翁 这头小牛绝非由熔炉铸成,而是因年迈自然化为青铜,米隆却谎称是他亲手制作的。

​Euenus ἢ τὸ δέρας χάλκειον ὅλον βοῒ τᾷδʼ ἐπίκειται ἔκτοθεν, ἢ ψυχὴν ἔνδον ὁ χαλκὸς ἔχει.

欧厄诺斯 要么是这头牛的外表覆着整层青铜之皮,要么是这青铜内部蕴藏着活的灵魂。

​Euenus αὐτὸς ἐρεῖ τάχα τοῦτο Μύρων “οὐκ ἔπλασα ταύταν τὰν δάμαλιν, ταύτας δʼ εἰκόνʼ ἀνεπλασάμην.”

欧厄诺斯 米隆自己或许很快就会这样说:“我并没有塑造这头小母牛,我只是重现了她的形貌。”

​Leonidas οὐκ ἔπλασέν με Μύρων, ἐψεύσατο· βοσκομέναν δὲ ἐξ ἀγέλας ἐλάσας, δῆσε βάσει λιθίνῳ.

列奥尼达斯 米隆并没有塑造我,他撒了谎;他趁我正在吃草时将我从牛群中赶出,将我拴在石基座上。

720

​Antipater εἰ μή μου ποτὶ τᾷδε Μύρων πόδας ἥρμοσε πέτρᾳ, ἄλλαις ἂν νεμόμαν βουσὶν ὁμοῦ δάμαλις.

安提帕特 若非米隆将我的蹄子固定在这块岩石上,我本会同其他牛儿一道在草地上漫步放牧。

​Antipater Μόσχε, τί μοι λαγόνεσσι προσέρχεαι; τίπτε δὲ μυκᾷ; ἁ τέχνα μαζοῖς οὐκ ἐνέθηκε γάλα.

安提帕特 牛犊啊,你为何靠近我的两胁?你为何鸣叫?技艺可没有在我的乳房里注入乳汁。

​Antipater ἡ βοῦς ἐξ ἀρότου νέον ἤλυθε, καὶ διὰ τοῦτο ὀκνεῖ, κοὐκ ἐθέλει βῆμʼ ἐπίπροσθεν ἄγειν.

安提帕特 这头母牛刚从耕作归来,正因如此她才步履迟疑,不愿再向前迈进一步。

​Antipater τὰν δάμαλιν, βουφορβέ, παρέρχεο, μηδʼ ἀπάνευθε συρίσδῃς· μαστῷ πόρτιν ἀπεκδέχεται.

安提帕特 放牧牛群者啊,走过这头小母牛身边吧,莫在远处吹笛;她正在乳旁等候她吃奶的牛犊。

​Antipater ἁ μόλιβος κατέχει με καὶ ἁ λίθος· εἵνεκα δʼ ἂν σεῦ, πλάστα Μύρων, λωτὸν καὶ θρύον ἐδρεπόμαν.3

安提帕特 铅与石头将我紧紧束缚;但若凭着你啊,雕塑家米隆,我本该正在草地上啃食甘草与水草。

​Antipater ἁ δάμαλις, δοκέω, μυκήσεται· ἦ ῥʼ ὁ Προμηθεὺς οὐχὶ μόνος, πλάττεις ἔμπνοα καὶ σὺ Μύρων.

安提帕特 我想,这头母牛将要发出鸣叫。看来普罗米修斯并非绝无仅有,米隆啊,你亦能塑造富有生息的万物。

725

​Anonymi Epigrammatici βοῦν ἰδίαν ποτὲ βουσὶ Μύρων μιχθεῖσαν ἐζήτει· εὗρε μόλις δʼ αὐτὴν, τὰς βόας ἐξελάσας.

佚名题辞 米隆曾四处寻找混入牛群中的自家母牛;直到把牛群赶散,他才勉强将她认出。

​Anonymi Epigrammatici ἁ βοῦς ἁ τίκτουσ’ ἀπὸ γαστέρος ἔπλασε τὰν βοῦν ἁ δὲ Μύρωνος χεὶρ οὐ πλάσεν, ἀλλʼ ἔτεκεν.

佚名题辞 生下小牛的母牛是从腹中孕育了母牛,而米隆的双手并非塑造了她,而是赋予了她生命。

​Anonymi Epigrammatici καὶ χαλκῆ περ ἐοῦσα λάλησεν ἂν ἁ κεραὴ βοῦς, εἲ οἱ σπλάγχνα Μύρων ἔνδον ἐτεχνάσατο.

佚名题辞 纵然身为青铜,这只有角的母牛也本可以开口说话,倘若米隆曾在她腹内精心雕琢了内脏。

​Antipater ἁ δάμαλις, δοκέω, μυκήσεται· ἢν δὲ βραδύνῃ, χαλκὸς ὁ μὴ νοέων αἴτιος, οὐχὶ Μύρων.

安提帕特 我想,这头母牛将要鸣叫;若她有所迟滞,那也是毫无灵知的青铜之过,绝非米隆的过失。

​Anonymi Epigrammatici πηκτόν μοί τις ἄροτρον ἐπʼ αὐχένι καὶ ζυγὰ θέσθω· εἵνεκα γὰρ τέχνας σεῖο, Μύρων, ἀρόσω.

佚名题辞 来人啊,把坚固的犁与轭套在我的脖颈上吧;米隆啊,因着你的技艺,我定能耕耘垄亩。

730

​Demetrius ἤν μʼ ἐσίδῃ μόσχος, μυκήσεται· ἢν δέ γε ταῦρος, βήσεται· ἢν δὲ νομεύς, εἰς ἀγέλαν ἐλάσει.

德米特里乌斯 小牛若见我,必会发出鸣叫;公牛若见我,必欲与我交配;若是牧人看见我,必会将我驱入牛群。

​Anonymi Epigrammatici ὧδε Μύρων μʼ ἔστησε τὸ βοίδιον οἱ δὲ νομῆες βάλλουσίν με λίθοις, ὡς ἀπολειπόμενον.

佚名题辞 米隆就这样将我这头小牛立在此地;然而牧人们却向我投掷石块,以为我是掉队的牛。

​Marcus Argentarius βουκόλον ἢν ἐσίδῃς τὸν ἐμόν, ξένε, τοῦτʼ ἔπος αὐτῷ εἶπον, ὅθʼ ὁ πλάστης ὧδὲ μʼ ἔδησε Μύρων.

马尔库斯·阿尔根塔利乌斯 旅人啊,若你见到我的牧牛人,请替我向他说一句话:雕塑家米隆将我拴在了这里。

​Anonymi Epigrammatici τὰν βοῦν τάνδε Μύρων, ξεῖνʼ, ἔπλασεν, ἃν ὅδε μόσχος ὡς ζῶσαν σαίνει, ματέρα δερκόμενος.

佚名题辞 异乡人啊,米隆塑造了这头母牛;而眼前这头小牛正凝望着母亲,仿佛她是活物一般向她依恋摇尾。

​Dioscorides ταῦρε, μάτην ἐπὶ μόσχον ἐπείγεαι· ἔστι γὰρ ἄπνους ἀλλὰ σ’ ὁ βουπλάστας ἐξαπάτησε Μύρων.

狄奥斯科里得斯 公牛啊,你徒劳地向这头小牛奔去;因为她并没有气息,乃是塑牛名匠米隆将你蒙骗了。

语法注3 条
  1. 9.708ἦν ἅλʼ ἀεὶ πλώειν διοδευομένη δʼ ὑπὸ ναύταις ἄστατος, εἰς πεζοὺς ὡμολόγησε μένειν.

    句中 ἦν ἅλα πλώειν 为非人称结构,意为“海本是常被航行的”。后半句的 ἄστατος 为主格阴性单数形容词,修饰拟人化的 ἅλς(大海);εἰς πεζοὺς(为了步行者)修饰不定式 μένειν(驻留、保持稳定),形象地表达原本动荡的海水如今如同陆地般静止。

  2. 9.716ὑπὸ γήρως χαλκωθὲν σφετέρῃ ψεύσατο χειρὶ Μύρων.

    动词 ψεύσατο 搭配工具与格 σφετέρῃ χειρί,表示“谎称出自自己的手”。分词 χαλκωθέν(化为青铜的)修饰 βοίδιον,构成了这首诗的核心讽喻:小牛并非出自熔炉铸造,而是年老自然铜化,米隆却冒领为己作。

  3. 9.724εἵνεκα δʼ ἂν σεῦ, πλάστα Μύρων, λωτὸν καὶ θρύον ἐδρεπόμαν.

    由 ἄν 与未完成过去时直陈式 ἐδρεπόμαν 构成的非真实条件句(反事实虚拟),承接前句“铅与石将我固定”,表达“若非受困于基座,仅凭着你(米隆)赋予的逼真生命,我本该在草地上吃草了”。εἵνεκα σεῦ 在此充当反事实推想的假设条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.708-9.734