- 底本
- Greek Anthology, Vol. 3. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.687-9.707
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本组题辞赞颂了古典晚期的各类建筑与艺术名胜,包括城门、拱券、神庙、名泉、壁画与碑铭,最后以神圣树木与拟人化夸耀自身丰饶的斯特律蒙河的自述诗篇作结。
Anonymi Epigrammatici μορφὰς ὁ γράψας, ἤθελον καὶ τοὺς τρόπους· ἀνεσείρασε δέ μου τὴν ὄρεξιν ἡ τέχνη.1 κάλει δὲ μʼ Ἀλέξανδρον εὔλαλον, φίλος·
佚名题辞 描摹我形貌的人啊,我本亦希求你描摹我的品性;然而技巧却抑制了我的渴望。朋友,请称我为雄辩的亚历山大吧。
Anonymi Epigrammatici εἰς πύλην τοῦ Ἄργους τήνδε πύλην λάεσσιν ἐυξέστοις ἀραρυῖαν, ἀμφότερον, κόσμον τε πάτρῃ καὶ θάμβος ὁδίταις, τεῦξε Κλέης Κλεάδας ἀγανῆς πόσις εὐπατερείης, Λερναίων ἀδύτων περιώσιος ὀργιοφάντης, τερπόμενος δώροισιν ἀγασθενέων βασιλήων·
佚名题辞(题阿尔戈斯城门) 这座以精磨石料砌成的城门,既是故土的荣光,又是旅人的惊叹,乃是由出身名门的温良克莱厄之夫克莱阿达斯所建;他是勒耳那密室卓越的密仪传授者,因强大君王们的恩赐而喜悦。
Anonymi Epigrammatici εἰς τὴν Εὐγενίου πόρταν ἐν Βυζαντίῳ οὗτος Ἰουλιανὸς λαοσσόα τείχεα πήξας, στῆσε τρόπαιον, ἑῆς σύμβολον ἀγρυπνίης, σφάζειν ἀντιβίους ἐχθροὺς ἀπάνευθε μενοινῶν, ἢ πόλεως προπάροιθʼ ἐκκροτέειν πολέμους,
佚名题辞(题拜占庭的欧根尼乌斯门) 这位尤利安建造了护民的城墙,立起了战胜纪念碑,作为他彻夜警惕的象征,意在远距离斩杀强敌,抑或在城门之前决战克敌。
Anonymi Epigrammatici εἰς πόρταν τὴν ἐπιλεγομένην ξυλόκερκον ἐν Βυζαντίῳ Θευδόσιος τόδε τεῖχος ἄναξ, καὶ ὕπαρχος Ἑῴας Κωνσταντῖνος ἔτευξαν ἐν ἤμασιν ἑξήκοντα.
佚名题辞(题拜占庭名为克西罗克尔科斯的城门) 提奥多西大帝与东方近卫总督君士坦丁,在六十日内建成了这道城墙。 佚名题辞(题拜占庭的雷吉昂门)
Anonymi Epigrammatici εἰς πόρταν τοῦ Ῥησίου ἐν Βυζαντίῳ ἤμασιν ἑξήκοντα φιλοσκήπτρῳ βασιλῆϊ Κωνσταντῖνος ὕπαρχος ἐδείματο τείχεϊ τεῖχος·2
在六十日内,为那位尊崇王权的皇帝,总督君士坦丁在城墙之外又复建了城墙。
Anonymi Epigrammatici Βιβιανοῦ τόδε ἔργον, ὃν ἀντολίαι δύσιές τε μέλπουσιν γεραρῶς εἵνεκεν εὐνομίης.
佚名题辞 这是维维亚努斯的勋绩,东方与西方皆因良法而恭敬地歌颂他。
Anonymi Epigrammatici τόνδε Τύχης ἀνέγειρε δόμον Δημήτριος ἀρχὸς, τὴν πόλιν οἰκτείρας, ὡς πάις Ἱερίου· αὐτοῦ καὶ βουλῇ τάδʼ ἐδείματο, οὔτε πόληος οὔτε τι δημοτέροις χρήμασιν, ἀλλʼ ἰδίοις.
佚名题辞 身为希厄利乌斯之子,执政官德米特里乌斯因怜恤这座城邑而重建了这座福运女神的神庙;他凭自己的意愿建造了它,未曾动用城邦的资财,亦未分毫取自公帑,而是耗费了己产。
Anonymi Epigrammatici εἰς καμάραν Μεσσαλινοῖο γόνος τόδε θέσκελον ἔκτισε τόξον
佚名题辞(题拱券) 梅萨利努斯之子建造了这座神圣的穹拱。
Anonymi Epigrammatici εἰς λίθον ἀκοίτονον ὁρᾷς τὸ κάλλος ὅσσον ἐστὶ τῆς λίθου ἐν ταῖς ἀτάκτοις τῶν φλεβῶν εὐταξίαις.
佚名题辞(题有纹理之石) 你可看见这块石头的美丽有多么绝妙,就在它纹脉错乱无章中的井然条理之间。
Anonymi Epigrammatici εἰς ἁψῖδα ἐν τῇ βασιλικῇ ἐν Βυζαντίῳ Τετραπόροις ἁψῖσι πόλιν Θεόδωρος ἐγείρας, ἄξιός ἐστι πόλιν καὶ τέτρατον ἡνιοχεῦσαι.
佚名题辞(题拜占庭长方形廊厅中的拱券) 提奥多洛斯以四方通达的拱门使城邦焕发生机,他也完全配得上第四次执掌这座城邦的缰绳。 佚名题辞(题同座拱券的另一面)
Anonymi Epigrammatici εἰς ἕτερον μέρος τῆς αὐτῆς ἁψῖδος ἔπρεπε σοί, Θεόδωρε, Τύχης ἐυκίονα νηὸν ἔργου κοσμῆσαι θαύματι τοσσατίου, δῶρά τε κυδήεντα πορεῖν χ;χρυσάσπιδι Ῥώμῃ, ἥ σ’ Ὕπατον τεῦξεν, καὶ τρισέπαρχον ὁρᾷ.
提奥多洛斯啊,以如此宏大工程的奇迹来装点立柱巍峨的福运女神神庙,并将光荣的礼物奉献给那曾任命你为执政官、如今又见证你三任总督的金盾罗马,这对你而言正是相得益彰。
Anonymi Epigrammatici Μόψου τήνδʼ ἐσορᾷς κλεινὴν πόλιν, ἥν ποτε μάντις δείματο, τῷ ποταμῷ κάλλος ὑπερκρεμάσας.
佚名题辞 你眼前所见乃是先知昔日悬美景于河水之上所筑建的莫普索斯名城。
Anonymi Epigrammatici εἰς πηγὴν ὀνομαζομένην Ὀλυμπιάδα ἔνθεν Ἀλέξανδρος Μακεδὼν πίεν ἀγλαὸν ὕδωρ· μητρὸς δʼ εἶπε γάλακτι πανείκελα ῥεύματα πηγῆς, ᾗ καὶ Ὀλυμπιάδος πόρεν οὔνομα, σῆμα δὲ τοῦτο.
佚名题辞(题名为奥林匹亚斯的泉水) 马其顿的亚历山大曾在此饮用甘美的泉水;他说泉水的流淌全然宛如母亲的乳汁,因此赐予它“奥林匹亚斯”之名,而这便是纪念的标石。
Simonides γράψε Πολύγνωτος, Θάσιος γένος, Ἀγλαοφῶντος υἱός, περθομένην Ἰλίου ἀκρόπολιν.
西摩尼得斯 阿格拉奥芬之子、塔索斯人波利格诺托斯,绘制了惨遭洗劫的伊利昂卫城。
Anonymi Epigrammatici εἰς ναὸν τοῦ Διὸς κτισθέντα παρὰ τῶν Κεκροπιδῶν αὐτοῦ Ζηνὸς ὅδʼ οἶκος ἐπάξιος· οὐδʼ ἂν Ὄλυμπος μέμψεται οὐρανόθεν Ζῆνα κατερχόμενον.
佚名题辞(题刻克洛普斯后裔所建的宙斯神庙) 这间殿堂配得上宙斯本人;即便宙斯自苍穹降临,奥林匹斯山亦无可指责。 佚名题辞(题同座神庙)
Anonymi Epigrammatici εἰς τὸ αὐτό Κεκροπίδαι Διὶ τόνδʼ ἔθεσαν δόμον, ὡς ἀπʼ Ὀλύμπου νισσόμενος ποτὶ γᾶν, ἄλλον Ὄλυμπον ἔχοι.
刻克洛普斯的后裔为宙斯建起了这所宅邸,好让他在自奥林匹斯降至大地之时,亦能拥有另一座奥林匹斯。
Anonymi Epigrammatici Τεάρου ποταμοῦ κεφαλαὶ ὕδωρ ἄριστόν τε καὶ κάλλιστον παρέχονται πάντων ποταμῶν καὶ ἐπʼ αὐτὰς ἀπίκετο ἐλαύνων ἐπὶ Σκύθας στρατὸν ἀνήρ κάλλιστος καὶ ἄριστος πάντων ἀνθρώπων Δαρεῖος ὁ Ὑστάσπεος, Περσέων τε καὶ πάσης τῆς ἠπείρου βασιλεύς.
佚名题辞 忒阿洛斯河的源头供给着一切河流中最好、最美的水;而在率军征伐斯基泰人途中来到这些泉源旁的,正是全人类中最俊美、最优秀的男子——叙斯塔斯佩斯之子大流士,波斯人以及整个大陆的君王。
Anonymi Epigrammatici τήκει καὶ πέτρην ὁ πολὺς χρόνος ἀλλʼ ἀρετάων Ἀσκληπιοδότου τὸ κλέος ἀθάνατον, ὅσσα καὶ οἷα πόρεν γέρα πατρίδι· τοῖς ἐπὶ πᾶσι καὶ τόδε μετρείσθω κοῖλον ἔρεισμα θόλου.
佚名题辞 漫长的岁月甚至能融化巨石,然而阿斯克勒庇奥多托斯因其赐予祖国的诸多伟大殊荣,其美德的光辉永生不灭;在这所有的一切之上,愿这座圆顶的凹陷基座亦被计入其中。
Anonymi Epigrammatici δῶρον Τερμησσοῖο δικασπολίης χάριν ἁγνῆς· Εὐσέβιος θεράπων θῆκε θεῷ τὸ γέρας.
佚名题辞 因公正廉洁的司法而献上的特尔梅索斯之礼:侍从欧塞比乌斯将这份殊荣奉献给神明。
Antipater δένδρεον ἱερόν εἰμι· παρερχόμενός με φυλάσσευ πημαίνειν· ἀλγῶ, ξεῖνε, κολουομένη. μέμνεο, παρθένιός μοι ἔπι φλόος, οὐχ ἅπερ ὠμαῖς ἀχράσιν· αἰγείρων τίς γένος οὐκ ἐδάη; εἰ δὲ περιδρύψῃς με παρατραπίην περ ἐοῦσαν, δακρύσεις· μέλομαι καὶ ξύλον Ἠελίῳ.
安提帕特 我是神圣的树木;当你路过时,当心切莫伤害我;旅人啊,被砍截时我会感到痛苦。 请牢记,覆盖我身的是少女的树皮,绝非如野梨树那般粗粝;有谁不知黑杨的来历?然而即便我长在道旁,若你剥割我,你亦将垂泪;因为即便化作草木,我仍深得太阳神的怜爱。
Tullius Geminus εἰμὶ μὲν ἐν ποταμοῖς, πελάγει δʼ ἴσα μέτρα διώκω, Στρυμών, Ἠμαθίης τὸ γλυκερὸν πέλαγος· βένθος ὁμοῦ καὶ ἄρουρα διʼ ὕδατος· ἦ γὰρ ἐγείρω ὀμπνιακῶν χαρίτων ἡδύτερον τρίβολον.3 ἔστι καὶ Ἠμαθίης γόνιμος βυθός· ἄμμι δέ, Νεῖλε, κρείσσων ἔσθʼ ὁ φέρων τὸν στάχυν, οὐχ ὁ τρέφων.
图利乌斯·杰米努斯 我虽在江河之列,却拥有与大海匹敌的浩瀚,我乃斯特律蒙河,厄玛提亚的甘美之海;由于水流,既是渊薮又是沃野;因为我催生出的菱角比五谷的恩赐更为甘美。厄玛提亚的深水亦是丰产的;然而尼罗河啊,对我们而言,结出穗麦者,胜过仅仅滋养穗麦者。
- 9.687ἀνεσείρασε δέ μου τὴν ὄρεξιν ἡ τέχνη
此处使用了动词 ἀνασειράζω(勒缰绳制止)的隐喻表达。主语是 ἡ τέχνη(绘画技艺/艺术本身),宾语是 τὴν ὄρεξιν(欲望、希求)。这表明绘画艺术只能再现外在形貌(μορφάς),却受制于自身媒介而无法传达内在品性(τρόπους),就如同勒住缰绳抑制了说话者的渴望。
- 9.691τείχεϊ τεῖχος
此处将与格 τείχεϊ 与宾格 τεῖχος 并置,意为“在城墙之上(增建)城墙”,言简意赅地表现了君士坦丁堡狄奥多西城墙内外双重防壁的建筑构造特征。
- 9.707ὀμπνιακῶν χαρίτων ἡδύτερον τρίβολον
ὀμπνιακῶν χαρίτων 在此作比较级形容词 ἡδύτερον 的比较格属格。罕用词 ὀμπνιακός 意为“丰足的、滋养的”(常与德墨忒尔的谷物恩赐相关)。此处将河流特产的水生菱角(τρίβολος)与陆地上丰收的五谷相对比,声称其比谷物更为甘美。
