- 底本
- Greek Anthology, Vol. 3. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.671-9.686
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
一组题赞公共建筑与名胜的短诗,涉及士麦那与亚历山大里亚的灯塔、拜占庭宅邸、狄奥多西陵柱、引水渠、喷泉及城市纪念碑。
Anonymi Epigrammatici εἰς φάρον ἐν τῇ αὐτῇ πόλει α. τίς τόσον ἔργον ἔτευξε; τίς ἡ πόλις; ἢ τὸ γέρας τί; β. ἀμβρόσιος Μυλασεὺς τὸν φάρον ἀνθύπατος.1
佚名题辞(题同城之灯塔) 甲:是谁造就了如此宏伟的功绩?这是哪座城邦?他的殊荣官衔为何? 乙:乃是来自米拉萨的尊贵资深执政官建造了这座灯塔。
Anonymi Epigrammatici εἰς τὴν αὐτὴν πόλιν εἰ τραφερῆς πάσης ἁλιτέρμονα κύκλον ὁδεύσῃς, οὒ ποτὲ μοί τινα χῶρον ἀρείονα τοῦδε νοήσεις, θέσκελον οἷον ἔτευξεν ἀγακλυτὸς Ἰωάννης, κυδαίνων βασίλειαν ὅλης χθονός· ἐκ ῥοθίων γὰρ τερπωλὴν ἀκόρητον ἐν ἄστεϊ θῆκεν Ὁμήρου.
佚名题辞(题同城) 即便你行遍整座陆地滨海的周界, 你也绝无法设想出有任何胜过此处的胜地, 正如名扬四海的约翰所建造的奇景一般, 他荣耀着全地之女王;因为在荷马的城中, 他从汹涌的波涛间化育出了无穷无尽的欢愉。
Anonymi Epigrammatici εἰς τὴν αὐτὴν πόλιν, εἰς τόπον τινά Ἱππολύτῃ καὶ τοῦτʼ Ἀσκληπιὸς ὤπασεν ἔργον
佚名题辞(题同城某处) 阿斯克勒庇俄斯亦将这项功业赐予了希波吕忒。
Anonymi Epigrammatici ἐν τῷ φάρῳ Ἀλεξανδρείας πύργος ἐγὼ ναύτῃσιν ἀλωομένοισιν ἀρήγων εἰμί, Ποσειδάωνος ἀπενθέα πυρσὸν ἀνάπτων, καί με πεσεῖν μέλλοντα βαρυγδούποισιν ἀήταις στῆσεν ἑοῖς καμάτοις Ἀμμώνιος, ὃς βασιλῆος ἐστὶ πατήρ κείνῳ δὲ μετʼ ἄγρια κύματα ναῦται χεῖρας ἀερτάζουσιν, ἅτε κλυτῷ Ἐννοσιγαίῳ.
佚名题辞(在亚历山大里亚的灯塔上) 我是一座援助漂泊水手的巨塔, 点燃波塞冬那免于悲苦的信标; 当我因狂风暴雨的重击而行将倾颓之时, 皇帝之父阿摩尼奥斯以其自身的辛劳 将我重新立起;在险恶的风浪之后,水手们 皆向他高举双手,宛如尊崇那位著名的震地之神。
Anonymi Epigrammatici εἰς τὸν φάρον ἐν Σμύρνῃ μηκέτι δειμαίνοντες ἀφεγγέα νυκτὸς ὁμίχλην, εἰς ἐμὲ θαρσαλέως πλώετε, ποντοπόροι. πᾶσιν ἀλωομένοις τηλαυγέα δαλὸν ἀνάπτω, τῶν Ἀσκληπιαδῶν μνημοσύνην καμάτων.
佚名题辞(题士麦那的灯塔) 勿再畏惧黑夜中无光的浓雾, 航海者们,请勇毅地向我驶来; 我为一切迷途之人点亮远照的火炬, 作为阿斯克勒庇俄斯后裔们辛劳劳绩的纪念碑。
Anonymi Epigrammatici εἰς πηγὴν ἐν τῷ Ὀλύμπῳ ὄρει ταῖς Προύσης Νύμφαις ὑποείκομεν ἀλλὰ καὶ αὐταὶ κρέσσονες ἡμείων χαίρετε Πυθιάδες· αἱ δʼ ἄλλαι πᾶσαι μετὰ Πύθια καὶ μετὰ Προῦσαν ἡμετέραις Νύμφαις εἴξατε Νηιάδες.
佚名题辞(题奥林波斯山上的泉水) 我们甘拜普鲁萨的水仙之下;而你们自身 亦胜过我们:向你们致敬,皮提亚的少女们! 但在皮提亚与普鲁萨之后,所有其余的 水仙女们,皆当退让我等的仙女。
Agathias Scholasticus εἰς οἶκον ἐν Βυζαντίῳ τεῦξέ με πολλὰ καμὼν Μουσώνιος οἶκον ἀγητὸν τηλίκον, ἀρκτῴοις ἄσθμασι βαλλόμενον. ἔμπης οὐκ ἀπέειπεν ἀφεγγέα δώματα Μοίρης, ἀλλά με καλλείψας ἐν χθονὶ ναιετάει. καὶ ῥʼ ὁ μὲν εἰς ὀλίγην κεῖται κόνιν ἡ δὲ περισσὴ τέρψις ἐπὶ ξείνοις ἀνδράσιν ἐκκέχυμαι.2
阿加提亚斯·斯科拉斯蒂库斯(题拜占庭的一座宅邸) 穆索尼奥斯历经千辛万苦,将我筑成一座令人赞叹的大宅, 巍峨宏敞,任由北风的呼啸吹拂。 然而,他终究未能抗拒命运女神那幽暗的府邸, 却将我遗留下来,自己栖居于地下; 如今他化作微尘安卧,而作为无尽之 欢愉的我,却为素昧平生的异乡人们倾尽所有。
Anonymi Epigrammatici ἐν κώμῃ τῆς Σμύρνης οἷον ἔτλης καὶ τοῦτον, Ἀγακλείδη, μέγαν ἆθλον, θυμῷ τολμητῇ κῦδος ἄριστον ἑλών νύμφης ἀρχαίης Βάσσης πολυκαγκέα χώρην ὕδασι καὶ λουτροῖς θῆκας ἀφνειοτέρην·
佚名题辞(在士麦那的一座村庄) 阿加克莱德斯啊,你竟亦承受了如此艰巨的伟业, 凭着无畏的胸魄赢得了至高无上的荣耀; 因为古代水仙巴塞那极度干涸的土地, 你用清泉与浴场使其变得更加丰饶富庶。
Anonymi Epigrammatici ἐν Ἄσσῳ πᾶσα μὲν Ἀξιόχῳ πόλις εὔχεται· ἄλλο γὰρ ἄλλης πῆμα παραστείχων, ὡς θεός, ἠκέσατο· ἔξοχα δὲ κραναῇ ῥόον ὕδατος ὤπασεν Ἄσσῳ, πολλῶν πετράων σκληρὰ μέτωπα τεμών. μηκέτι φεύγετε πάντες ἀποπρὸ θέοντες, ὁδῖται· πλημμύρω ψυχροῖς ὕδασιν Ἀξιόχου.
佚名题辞(在阿索斯) 所有的城邦皆向阿克西奥科斯祈愿感恩;因为他如神祇般 游历各方,医治了一座又一座城邑的疾苦; 特别是对崎岖陡峭的阿索斯,他劈开众多岩石坚硬的前额, 赐予了奔流不息的泉水。 行路的人们,再也无须四散奔逃远走; 我正充盈着阿克西奥科斯甘冽清凉的泉水。
Anonymi Epigrammatici εἰς παραθαλάσσιον κῆπον, ἐν ᾧ ἦν καὶ λουτρόν, ἐν Ἀντιοχείᾳ τὰς τρεῖς μοι Χάριτας λεύσσεις, ξένε· ποντομέδων γείτονος ἐκ πόντου τὴν μίαν εἰργάσατο· τὴν δʼ ἑτέρην ἐτέλεσσε φυτῶν εὔκαρπος ἀλωή· τὴν δʼ ὑπολειπομένην τοῦτο τὸ λουτρὸν ἔχει.
佚名题辞(题安提阿的一处临海且附设浴场的园林) 异乡人啊,你在我这里看到了三位美惠女神:大海的主宰 自邻近的汪洋中造就了其中一位; 果木丰美的果园则成就了另一位; 而余下的一位,则由这座浴场所拥戴。
Leontius Minotaurus εἰς κόγχην ἔχουσαν Ἀφροδίτην ἆ μέγα σοι, Διόνυσε, χαρίζομαι· εἰς ἐμὲ Κύπρις λούεται· ἐξ αὐτῆς σοὶ τὰ κύπελλα φέρω.
利昂提奥斯·米诺陶洛斯(题饰有阿佛洛狄忒的贝壳容器) 啊,狄俄倪索斯,我为你献上绝大的恩惠!因为库普里斯 正沐浴于我体内;我自她身上为你捧来酒杯。
Anonymi Epigrammatici εἰς τὸν τετράπλευρον κίονα τὸν ἐν Ἱπποδρόμῳ κίονα τετράπλευρον,3 ἀεὶ χθονὶ κείμενον ἄχθος, μοῦνος ἀναστῆσαι Θευδόσιος βασιλεὺς τολμήσας, Πρόκλον ἐπεκέκλετο, καὶ τόσος ἔστη κίων ἠελίοις ἐν τριακονταδύο,
佚名题辞(题赛马场中的四棱方尖碑) 这根四棱巨柱曾长久卧倒于大地之上,成为沉重的负担, 唯独狄奥多西皇帝毅然决然尝试将其竖立, 他召来了普罗克洛斯;于是如此巨大的 立柱在三十二个日出之中巍然耸立。
Anonymi Epigrammatici Ἀλφεὸς ἄρρεν ὕδωρ, Ἀρεθούσιόν ἐστι τὸ θῆλυ· καὶ γάμον εὗρεν Ἔρως, κιρναμένων ὑδάτων.
佚名题辞 阿尔斐俄斯是雄性的水流,阿瑞图萨则是雌性的清泉; 在相濡相融的水波中,厄洛斯寻得了姻缘。
Anonymi Epigrammatici εἰς τὴν ἐν Τάφῳ τῇ νήσῳ κρήνην Ὠκεανοῦ θυγάτηρ καὶ Τηθύος εἰμὶ Νύχεια κρήνη· Τηλεβόαι γάρ με τόδʼ ὠνόμασαν νύμφαις μὲν προχέω λουτρόν, θνητοῖσι δʼ ὑγείην θῆκε δέ με Πτερέλας υἱὸς Ἐνυαλίου.
佚名题辞(题塔福斯岛上的泉水) 我是俄刻阿诺斯与忒堤斯的女儿纽刻亚 泉;因为忒勒波埃人曾以此命名于我; 我为众仙女倾泻浴水,为凡人奉献健康; 厄纽阿利俄斯之子普忒瑞拉斯筑造了我。
Anonymi Epigrammatici εἰς Καμάριναν τὴν ὲν ˘,Σικελίᾳ λίμνην μὴ κίνει Καμάριναν, ἀκίνητος γὰρ ἀμείνων, μή ποτε κινήσας τὴν μείονα μείζονα θείης.4
佚名题辞(题西西里的卡马里纳湖) 切勿搅动卡马里纳,因其静止不动方为上策, 免得因搅动它而使较小的祸患变成更大的灾难。
Anonymi Epigrammatici εἰς τὴν πύλην τὴν ἀνατολικὴν τῆς Θεσσαλονίκης ἠνορέης ὀλετῆρα ὑπερφιάλου Βαβυλῶνος καὶ σέλας ἀκτεάνοιο δίκης Βασίλειον ὕπαρχον, ξεῖνε, νόῳ σκίρτησον, ἰδὼν5 ἐφύπερθε πυλάων. εὐνομίης ποτὶ χῶρον ἀριστογένεθλον ὁδεύεις, βάρβαρον οὐ τρομέεις, οὐκ ἄρρενας ἀρρενοκοίτας. ὅπλα Λάκων, σὺ δὲ τεῖχος ἔχεις βασίλειον ἄγαλμα.
佚名题辞(题萨洛尼卡的东门) 那位粉碎了狂妄巴比伦威势之人、 那清廉公正之光芒——近卫长官瓦西利奥斯, 异乡人啊,仰望城门上方的他,且在心中雀跃吧! 你正走向一片血统高贵、法度修明的乐土, 你无须畏惧蛮族,亦无须畏惧龙阳断袖之辈; 斯巴达人恃其兵戈,而你则有这座皇家的巍峨雕像作为你的城垣。
- 9.671ἀμβρόσιος Μυλασεὺς τὸν φάρον ἀνθύπατος
在问答形式中承前省略了动词(ἔτευξε),答语仅保留了主格主语(ἀμβρόσιος Μυλασεὺς ... ἀνθύπατος)与其宾格宾语(τὸν φάρον)。
- 9.677ἡ δὲ περισσὴ τέρψις ἐπὶ ξείνοις ἀνδράσιν ἐκκέχυμαι
第三人称名词短语 ἡ δὲ περισσὴ τέρψις 与第一人称单数完成时被动动词 ἐκκέχυμαι 构成同格主语,拟人化的宅邸自称为“充溢的喜悦”并以第一人称展开陈述。
- 9.682κίονα τετράπλευρον
句首的前置宾格,语法上充当分词 τολμήσας 所引不定词 ἀναστῆσαι 的宾语,置于首位加以突出,并在后句被主格 τόσος ... κίων(作为 ἔστη 的主语)承接。
- 9.685τὴν μείονα μείζονα θείης
双重宾格结构。省去了名词(如 βλάβη 或 συμφορά),定冠词修饰的比较级 τὴν μείονα 作宾语(“较小的灾祸”),无冠词的 μείζονα 作宾语补足语(“更大的”)。
- 9.686ἠνορέης ὀλετῆρα ... Βασίλειον ὕπαρχον ... νόῳ σκίρτησον, ἰδών
位于句首的冗长宾格短语(ἠνορέης ὀλετῆρα ... Βασίλειον ὕπαρχον)作后置分词 ἰδών(看见……)的直接宾语,前置于呼格 ξεῖνε 及主祈使句动词 σκίρτησον 之前以示强调。
