- 底本
- Greek Anthology, Vol. 3. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.660-9.670
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本组题辞赞颂了拜占庭的法律学堂巴西利卡、修辞学家的木制讲坛、一项市政卫生改造工程、数处风光秀美的海滨园林庄园,以及士麦那建有取水点的防波堤。
Anonymi Epigrammatici εἰς τὴν βασιλικὴν τῶν παιδευτηρίων ἐν Βυζαντίῳ χῶρος ἐγὼ θεσμοῖσιν ἀνειμένος· ἐνθάδε πηγὴ ἄφθονος Αὐσονίων ἐκκέχυται νομίμων, ἣ πᾶσιν τέταται μὲν ἀείναος, ἠιθέοις δὲ ἐνθάδʼ ἀγειρομένοις πάντα δίδωσι ῥόον.
佚名题辞(题拜占庭学舍的巴西利卡) 我是一处奉献给法律的殿堂;此处涌流着 奥索尼亚律法的丰沛源泉, 它对众人永恒流淌,更向聚集于此的 青年才俊倾注其全部洪流。
Julianus εἰς βῆμα τοῦ σοφιστοῦ Κρατεροῦ δένδρον ἐγὼ μακαριστόν, ἐπεί ποτε μεσσόθεν ὕλης ἱστάμενον λιγυροῖς ἐτρεφόμην ἀνέμοις, ὀρνίθων ἐπίβαθρον ἐΰθροον· ἀλλὰ σιδήρῳ ἐτμήγην, κλήρῳ κρείσσονος εὐτυχίης· ἀντὶ γὰρ ὀρνίθων, Κρατεροῦ κρατεροῖς ὑπὸ μύθοις ἄρδομαι, εὐμούσοις χεύμασι τηλεθάον.1
尤利安(题修辞学家克拉特罗斯的讲坛) 我曾是一棵得天独厚之木,昔日伫立于丛林之中, 在清劲的长风中滋养生长, 是鸟儿们鸣声婉转的栖枝;然而我被铁刃 伐倒,迎来了更为幸运的造化; 因为如今取代鸟儿的,是克拉特罗斯雄浑的言辞 浇灌着我,在文雅丰沛的溪流中繁茂常青。
Agathias Scholasticus χῶρος ἐγὼ τὸ πρὶν μὲν ἔην στυγερωπὸς ἰδέσθαι, πηλοδόμοις τοίχοις ἀμφιμεριζόμενος. ἐνθάδε δὲ ξείνων τε καὶ ἐνδαπίων καὶ ἀγροίκων νηδὺς ἐπεγδούπει λύματα χευομένη. ἀλλὰ πατήρ με πόληος ἐναλλάξας Ἀγαθίας θῆκεν ἀρίζηλον τὸν πρὶν ἀτιμότατον.
阿加提亚斯·斯科拉斯蒂库斯 我昔日曾是一处望之生厌之地, 由泥筑的残垣四面隔开。 异乡人、本地人与乡下人皆在此处 腹鸣便溺,倾泻污物。 但城邦之父阿加提亚斯改造了我, 将昔日最卑污之处变得格外显耀。
Paulus Silentiarius εἰς κῆπον παράλιον πόντος ὑποκλύζει χθονὸς ἕδρανα· πλωτὰ δὲ χέρσου νῶτα θαλασσαίοις ἄλσεσι τηλεθάει. ὡς σοφὸς ὅστις ἔμιξε βυθὸν χθονί, φύκια κήποις, Νηιάδων προχοαῖς χεύματα Νηρεΐδων·
保罗·斯伦提阿利乌斯(题海滨园林) 大海冲刷着陆地的基石;而可通航的干陆 背脊在海滨树林中青翠繁茂。 将深渊与陆地、海藻与园林、水仙的涌泉与 涅瑞伊得斯的海流融为一体的人,是何等睿智!
Paulus Silentiarius εἰς τὸ αὐτό ἐνθάδʼ ἐριδμαίνουσι τίνος πλέον ἔπλετο χῶρος, νύμφαι Νηιάδες, Νηρεΐς, Ἀδρυάδες· ταῖς δὲ θεμιστεύει μεσάτη Χάρις, οὐ δὲ δικάζειν οἶδεν, ἐπεὶ ξυνὴν τέρψιν ὁ χῶρος ἔχει.
保罗·斯伦提阿利乌斯(题同一处) 在此处,水仙女、涅瑞伊得斯与阿德律阿斯们 正争论着这究竟更是谁的地盘; 美惠女神居间主持公道,却不知 该如何裁决,因为这片地方为所有人共享欢愉。
Agathias Scholasticus εἰς τὸ αὐτό εἶξον ἐμοί Δάφνης ἱερὸν κλέτας, ἔκτοθι πόντου κείμενον, ἀγραύλου ἀγραύλου ἐρημοσύνης. ἐνθάδε γὰρ Νύμφαι δενδρίτιδες, αἳ τʼ ἐνὶ πόντῳ Νηρεΐδες ξυνὴν θέντο συνηλυσίην ἀμφʼ ἐμὲ γὰρ μάρναντο· δίκασσε δὲ Κυανοχαίτης, καί με παρʼ ἀμφοτέραις μέσσον ἔθηκεν ὅρον.
阿加提亚斯·斯科拉斯蒂库斯(题同一处) 退让于我吧,达芙妮的神圣山岗,你远离大海, 坐落于荒凉冷寂的原野之中; 因为此处的树木女神与海中的 涅瑞伊得斯仙女们定下了共同的聚会; 她们曾为我相争;但黑发的神明主持了公断, 将我置于两方之间,作为分界。
Anonymi Epigrammatici εἰς κῆπον Ἔρωτα προσαγορευόμενον οὐ μέγας οὐδʼ ὁ Ἔρως, ἀλλʼ εὔχαρις· ὡς καὶ ἐγώ τοι οὐ μέγας ἐν κήποις, ἀλλὰ γέμω χαρίτων.
佚名题辞(题名为厄洛斯的园林) 爱神厄洛斯并不宏大,却充满魅力;我亦如此, 在园林之中虽不广大,却蕴藉着无尽风雅。
Arabius εἰς προάστειον ὕδασι καὶ κήποισι καὶ ἄλσεσι καὶ Διονύσῳ καὶ πόντου πλήθω γείτονος εὐφροσύνῃ. τερπνὰ δέ μοι γαίης τε καὶ ἐξ ἁλὸς ἄλλοθεν ἄλλος καὶ γριπεὺς ὀρέγει δῶρα καὶ ἀγρονόμος. τοὺς δʼ ἐν ἐμοὶ μίμνοντας ἢ ὀρνίθων τις ἀείδων, ἢ γλυκὺ πορθμήων φθέγμα παρηγορέει.
阿拉比奥斯(题郊外庄园) 凭着流水、花园、树林、狄俄倪索斯, 以及毗邻大海的喜悦,我充实丰饶。 来自大地与海洋的怡人赠礼,由不同的众人相继献上, 既有渔夫,亦有农夫; 而留宿于我怀抱中的人,或因啼鸣的鸟儿, 或因舟子甜美的呼声而心旷神怡。
Marianus εἰς προάστειον ὀνομαζόμενον Ἔρωτα ἐν Ἀμασείᾳ ἦ καλὸν ἄλσος Ἔρωτος, ὅπου καλὰ δένδρεα ταῦτα πρηῢς ἐπιπνείων ἀμφιδονεῖ Ζέφυρος· ᾗχι καὶ ἑρσήεις ἀμαρύσσεται ἄνθεσι λειμὼν, πουλὺν ἰοστεφάνων κόσμον ἀνεὶς καλύκων καὶ γλυκερῆς τρίστοιχος ἐπεμβαδὸν ἄλλος ἐπʼ ἄλλῳ μαστὸς ἀναθλίβει χεύματα Ναϊάδος· ὁππόθι δενδρήεντα γέρων παρανήχεται Ἶρις χῶρον, Ἁμαδρυάδων ἔνδιον ἁβροκόμων, καὶ λιπαρῆς εὔβοτρυν ἀνʼ ὀργάδα καρπὸς ἐλαίης θάλλει ἐρισταφύλων πάντοσε θειλοπέδων αἱ δὲ πέριξ λαλαγεῦσιν ἀηδόνες· ὃς δὲ μελίζει ἀντῳδὸν τέττιξ φθέγματος ἁρμονίαν. ἀλλὰ τὸν ἀκλήιστον ὅπως, ξένε, μή με παρέλθῃς2 τόνδε δόμον, λιτῆς δʼ ἀντίασον ξενίης.
玛里亚努斯(题阿马西亚名为厄洛斯的郊外园林) 这真是一片美丽的爱之树林,轻柔的西风 吹拂于这些秀木之上,令其摇曳生姿; 含露的草甸在繁花中闪烁, 吐露着紫罗兰冠蕾的繁盛装点; 甜美水仙那三层错落的喷泉之乳, 层层叠叠,压挤出淙淙水流; 年迈的伊里斯河漫游过这片林木葱郁之地, 此乃发丝轻柔的哈玛德律阿斯们的午休之所, 葡萄丰茂的田亩间润泽的油橄榄果实繁茂, 各处的晒台上挂满了盛产的葡萄串; 四周夜莺啼啭;而蝉儿亦奏响 与这鸣声相和的和谐乐调。 旅人啊,切莫走过这座永不闭门之宅, 且来领受这朴素的款待。
Marianus εἰς τὸ αὐτό δεῦρʼ ἴθι, βαιόν, ὁδῖτα, πεσὼν ὑπὸ δάσκιον ἄλσος, ἄμπαυσον καμάτου γυῖα πολυπλανέος, χλωρὸν ὅπου πλατάνων αὐτόρρυτον ἐς μέσον ὕδωρ καλὰ πολυκρούνων ἐκπρορέει στομάτων ὁππόθι πορφυρέης ὑπὲρ αὔλακος εἴαρι θάλλει ὑγρὸν ἴον ῥοδέῃ κιρνάμενον κάλυκι. ἠνίδε πῶς δροσεροῖο πέδον λειμῶνος ἐρέψας ἔκχυτον εὐχαίτης κισσὸς ἔπλεξε κόμην. ἐνθάδε καὶ ποταμὸς λασίην παραμείβεται ὄχθην, πέζαν ὑποξύων αὐτοφύτοιο νάπης. οὗτος Ἔρως· τί γὰρ ἄλλο καὶ ἔπρεπεν οὔνομα χώρῳ, πάντοθεν ἱμερτῶν πληθομένῳ Χαρίτων;
玛里亚努斯(题同一处) 来此吧,行路人,暂且躺卧于荫凉的林下, 让你久历跋涉的疲惫四肢得以停歇; 在青翠的悬铃木间,自涌的清泉 从众多的水口中甘美地汩汩流出; 春日里,在深色的土垄之上, 含露的紫罗兰与玫瑰的花蕾交织绽放。 看那美发的常春藤如何覆盖湿润草甸的地面, 编织出蓬勃舒展的枝叶。 河水亦从丰茂的河岸边流过, 冲刷着天然幽谷的边缘。 此地正是厄洛斯;对于这四面皆充盈着 令人向往之美惠的地方,还有何种名字更为相称?
Anonymi Epigrammatici ἐν Σμύρνῃ εἰς μῶλον τῇ θαλάττῃ ἐπικείμενον, ἐν ᾧ ἐστι καὶ ὑδρεῖον α. τίς βυθὸν ἠπείρωσε; τίς ἐν ῥοθίοισιν ἔτευξεν ἀκτὴν ἀμφιρύτην λάεσι μαρμαρέοις; τίς δʼ ἐνὶ κύμασι τεῦξε ποτὸν πλωτῆρας ἀφύσσειν,3 αὐτῶν ἐκ νηῶν χερσὶν ἀρυομένους; β. οὗτος ὁ ποικιλόμητις ἀνὴρ Βενέτιος ἀμύμων, κτίσμασι νικήσας Θησέα καὶ Πέλοπα.
佚名题辞(在士麦那题伸入海中的防波堤,其上亦建有蓄水站) 甲:是谁将深渊化为陆地?是谁在汹涌的海浪中 用大理石筑起了四面环水的堤岸? 又是谁在波涛中为水手备下了可汲取的饮水, 使他们直接在船上便可用手盛取? 乙:正是那位足智多谋、无可指责的维内提乌斯, 他以自己的建筑胜过了忒修斯与珀罗普斯。
- 9.661τηλεθάον
主句谓语动词 ἄρδομαι 为第一人称单数,而分词 τηλεθάον 却取中性单数主格形式。这是与句首主语 δένδρον(中性名词)在意义上保持一致的通感构词法(constructio ad sensum),描摹化为讲坛之树木自身的蓬勃状态。
- 9.668ἀκλήιστον ὅπως, ξένε, μή με παρέλθῃς
ὅπως μή 搭配不定过去时虚拟式(παρέλθῃς)构成的独立句式,用作委婉的劝诫或恳求(“切莫走过……”)。ἀκλήιστον(未上锁的、不闭门的)是前置修饰 δόμον 的定语。
- 9.670πλωτῆρας ἀφύσσειν
动词 τεῦξε 支配直接宾语 ποτόν(饮水),其后接带逻辑主语的宾格不定式结构 πλωτῆρας ἀφύσσειν,表示目的或结果(“以便水手们汲取”)。
