- 底本
- Greek Anthology, Vol. 3. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.618-9.631
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
一组赞美拜占庭、吕基亚、亚历山大里亚与士麦那等各地浴场与温泉的题辞,描绘女神与厄洛斯的神话逸事,以及温泉的疗效与名称渊源。
Anonymi Epigrammatici εἰς ἕτερον λουτρὸν ἐν Βυζαντίῳ λωτὸν ἐρεπτομένους προτέρων οὐ ψεύσατο μῦθος·1 πίστιν ἀληθείης τοῦτο τὸ λουτρὸν ἔχει. εἰ γὰρ ἅπαξ καθαροῖσι λοέσσεται ὕδασιν ἀνήρ, οὐ ποθέει πάτρην, οὐκ ἐθέλει γενέτας.
佚名题辞(题拜占庭的另一座浴场) 古人关于食忘忧果者的传说并非虚妄; 这座浴场掌握着真理的凭证。 因为一个人若在此洁净的泉水中沐浴过一次, 便不再思念故土,亦不再渴望父母。
Agathias Scholasticus εἰς ἕτερον λουτρὸν ἐν Βυζαντίῳ νῦν ἔγνων, Κυθέρεια, πόθεν νίκησας ἀγῶνα, τὴν πρὶν Ἀλεξάνδρου ψῆφον ὑφαρπαμένη. ἐνθάδε γὰρ τέγγουσα τεὸν δέμας, εὗρες ἐλέγξαι2 Ἥρην Ἰναχίοις χεύμασι λουσαμένην. νίκησεν τὸ λοετρὸν ἔοικε δὲ τοῦτο βοώσῃ Παλλάς· ἐνικήθην ὕδασιν, οὐ Παφίῃ.
阿加提亚斯·斯科拉斯蒂库斯(题拜占庭的另一座浴场) 基忒拉女神啊,我现在方知你从何处赢得了那场角逐, 夺取了当年亚历山大的裁判; 因为你在此浸润了娇躯,从而找到了胜过 在那伊那科斯河水中沐浴的赫拉的方法。 是这座浴场赢得了胜利;帕拉斯似乎也在高喊: “我是被这泉水击败,而非败于帕福斯女神!”
Paulus Silentiarius εἰς λουτρὸν δίδυμον, ἐν ᾧ λούονται καὶ γυναῖκες καὶ ἄνδρες ἄγχι μὲν ἐλπὶς ἔρωτος· ἑλεῖν δʼ οὐκ ἔστι γυναῖκας· εἶρξε πυλὶς Παφίην τὴν μεγάλην ὀλίγη. ἀλλʼ ἔμπης γλυκὺ τοῦτο ποθοβλήτοις γὰρ ἐπʼ ἔργοις ἐλπὶς ἀληθείης ἐστὶ μελιχροτέρη.
保卢斯·西伦提阿利乌斯(题男女共沐的双重浴场) 欢爱的期盼近在眼前,却无法将女郎拥入怀中; 一扇小小的偏门,便隔绝了伟大的帕福斯女神。 但这终究是甜蜜的;因为在饱受情欲煎熬之事上, 期盼甚至比现实更为甘醇。
Anonymi Epigrammatici εἰς ἕτερον λουτρόν Ὅσσαις θηλυτέραις ἐστὶν πόθος ʽ ἔστι δὲ πάσαισʼ, δεῦρʼ ἴτε, φαιδροτέρης τευξόμεναι χάριτος. χἠ μὲν ἔχουσα πόσιν, τέρψει πόσιν ἡ δʼ ἔτι κούρη ὀτρυνέει πλείστους ἕδνα πορεῖν λεχέων ἡ δὲ φέρουσα πόρους ἀπὸ σώματος,3 ἑσμὸν ἐραστῶν ἕξει ἐπὶ προθύροις, ἐνθάδε λουσαμένη.
佚名题辞(题另一座浴场) 凡怀有情欲的女子们——而世间女子莫不如此—— 且到这里来吧,你们将获得更灿烂的风韵。 有夫之妇沐浴后将悦乐夫君;尚为处子者 将引得众多男子奉上聘礼求娶其床榻; 而以肉身谋取资财之妇,在此沐浴之后, 门前将簇拥着大批追求者。
Anonymi Epigrammatici εἰς τὸ αὐτό εἴτε σε κουριδίης ἀλόχου γλυκὺς ἵμερος ἴσχει, λούεο, φαιδρότερος τῇδε φανησόμενος· εἴτε σε μισθοφόρους ἐπὶ μαχλάδας οἶστρος ὀρίνει, λήψῃ, κοὐ δώσεις, ἐνθάδε λουσάμενος.
佚名题辞(题同一浴场) 若对结发妻子的甜蜜渴望将你绊住, 请来沐浴吧,好在妻子面前显得更加俊朗; 若狂热的欲望驱使你奔向雇佣的娼妇, 在此沐浴之后,你将是受取之人,而无需付出。
Flavius Cyrus εἰς ἕτερον εὔμορφον Κύπρις σὺν Χαρίτεσσι καὶ υἱέι χρυσοβελέμνῳ ἐνθάδε λουσαμένη, μισθὸν ἔδωκε χάριν.
弗拉维乌斯·居鲁士(题另一座优美的浴场) 塞浦路斯女神携着美惠诸女神与佩金箭的爱子, 在此沐浴后,赐下恩宠风华作为酬金。
Leontius Minotaurus εἰς ἕτερον λουτρὸν παρακείμενον τῷ δημοσίῳ ἐν Βυζαντίῳ Δείματό με ξυνοῖο παρὰ προθύροισι λοετροῦ ἀστὸς ἀνήρ, ἀρετῆς εἵνεκεν, οὐκ ἔριδος. κεῖνο μέλοι πλεόνεσσιν ἐγὼ δʼ ὀλίγοις τε φίλοις τε ἐντύνω προχοὰς καὶ μύρα καὶ χάριτας.
莱昂提乌斯·米诺陶洛斯(题毗邻拜占庭公用浴场的另一座浴场) 在公用浴场的门廊旁,一位公民建起了我, 是出于善德,而非出于相争之念。 且让那座浴场关照众人吧;而我则为少数人与友朋 备好清泉、香膏与雅韵。
Macedonius II εἰς ἕτερον λουτρὸν ἐν Λυκίοις πιστότατος μερόπων τις ἔοι πυλαωρὸς ἐμεῖο, κρίνων λουομένων καιρὸν ἐσηλυσίης, μή τινα Νηιάδων τις ἐμοῖς ἐνὶ χεύμασι γυμνήν, ἢ μετὰ καλλικόμων Κύπριν ἴδοι Χαρίτων οὐκ ἐθέλων χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς·4 τίς γὰρ Ὁμηρείοις ἀντιφέροιτο λόγοις;
马刻多尼乌斯二世(题吕基亚的另一座浴场) 愿凡人中最忠信者做我的守门人, 审视沐浴者进入的时机, 以免有人无意间在我的泉水中瞥见赤身的宁芙, 或是与秀发美惠诸神相伴的塞浦路斯女神。 神明若真身显现,是极为可畏的; 又有谁能违背荷马的名言呢?
Marianus εἰς ἕτερον λουτρὸν ὀνομαζόμενον Ἔρωτα μητέρα Κύπριν ἔλουσεν Ἔρως ποτὲ τῷδε λοετρῷ, αὐτὸς ὑποφλέξας λαμπάδι καλὸν ὕδωρ. ἱδρὼς δʼ ἀμβροσίοιο χυθεὶς χροὸς ἄμμιγα λευκοῖς ὕδασι, φεῦ πνοιῆς ὅσσον ἀνῆψεν ἔαρ· ἔνθεν ἀεὶ ῥοδόεσσαν ἀναζείουσιν ἀυτμήν, ὡς ἔτι τῆς χρυσῆς λουομένης Παφίης,
玛利亚诺斯(题另一座名为厄洛斯的浴场) 昔日厄洛斯在这座浴场为母亲塞浦路斯女神洗浴, 亲自以火炬在清冽的水底点燃了温热。 从神圣肌体流出的汗液与清白之水交融, 唉,点燃了何等芬芳如春的微息! 因此泉水恒常泛起玫瑰般的香气, 仿佛那金光闪耀的帕福斯女神至今仍在沐浴。
Marianus εἰς τὸ αὐτό τᾷδʼ ὑπὸ τὰς πλατάνους ἁπαλῷ τετρυμένος ὕπνῳ εὗδεν Ἔρως, Νύμφαις λαμπάδα παρθέμενος. νύμφαι δʼ ἀλλήλῃσι, “τί μέλλομεν; αἴθε δὲ τούτῳ σβέσσαμεν,”5 εἶπον, ὁμοῦ πῦρ κραδίης μερόπων. λαμπὰς δʼ ὡς ἔφλεξε καὶ ὕδατα, θερμὸν ἐκεῖθεν νύμφαι Ἐρωτιάδες λουτροχοεῦσιν ὕδωρ.
玛利亚诺斯(题同一浴场) 在此处的悬铃木下,被温存的睡意压得倦怠的 厄洛斯正酣睡着,将火炬搁在宁芙们身旁。 宁芙们相顾而言:“我们还在迟疑什么?但愿与之一同 扑灭凡人胸中的烈火!” 然而火炬甚至点燃了泉水,自那以后, 爱神的宁芙们便为浴场倾注着温热的泉水。
Joannes Barbucallus εἰς τὸ δημόσιον λουτρὸν τὸ καλούμενον Ἵππον ἐν Ἀλεξανδρείᾳ ἵππον ἐϋρρείτην χρονίῃ μάστιγι δαμέντα χρυσείῳ πολύολβος ἄναξ ἤγειρε χαλινῷ.
约翰·巴尔布卡卢斯(题亚历山大里亚名为“马”的公用浴场) 这匹清流奔涌的“骏马”,虽曾屈服于岁月的鞭笞, 如今富庶的君王已用黄金的缰绳将它重新扶起。
Joannes Barbucallus εἰς ἕτερον αἴθε σέ, Πίνδαρε, μᾶλλον ἐμοῖς ἐκάθηρα ῥεέθροις, καί κεν ἄριστον ὕδωρ τοὐμὸν ἔφησθα μόνον.
约翰·巴尔布卡卢斯(题另一座浴场) 品达啊,但愿当初倒是我以我的泉水将你洗净, 那样你定会宣称,唯有我的泉水才是世间最佳!
Leontius Minotaurus εἰς θερμὰ τὰ βασιλικά θερμὰ τάδʼ ἀτρεκέως βασιλήια· τήνδε γὰρ αὐτοῖς οἱ πρὶν ἀγασσάμενοι θῆκαν ἐπωνυμίην. οὐ γὰρ ὑπὸ βροτέῳ πυρὶ θάλπεται ἀγλαὸν ὕδωρ, αὐτομάτη δὲ λιβὰς τίκτεται αἰθομένη· οὐδὲ ῥόου ψυχροῦ ποτιδεύεαι ἀμφὶ λοετρά, ἀλλʼ οἷον ποθέεις, τοῖον ὑπεκφέρεται.
莱昂提乌斯·米诺陶洛斯(题皇家温泉) 这些温泉确确实实堪称“皇家”;因为昔日的人们 在惊叹之余,赐予了它们这一美名。 这光彩的泉水并非由凡人的炉火温热, 而是自然涌出滚沸的清流; 沐浴时你亦无需混入冷水, 你所欲求的热度如何,它便恰如其分地涌流。
Agathias Scholasticus εἰς τὰ θερμὰ τὰ Ἀγαμεμνόνεια ἐν Σμύρνῃ χῶρος ἐγὼ Δαναοῖς μεμελημένος, ἔνθα μολόντες τῆς Ποδαλειρείης ἐξελάθοντο τέχνης. ἕλκεα γὰρ μετὰ δῆριν ἐμοῖς ἀκέσαντο ῥεέθροις, βαρβαρικῆς λόγχης ἰὸν ἀπωσάμενοι. ἔνθεν ἀεξήθην ὀροφηφόρος· ἀντὶ δὲ τιμῆς τὴν Ἀγαμεμνονέην εὗρον ἐπωνυμίην.
阿加提亚斯·斯科拉斯蒂库斯(题士麦那的阿伽门农温泉) 我曾是深受达奈人爱重的宝地,他们来到这里, 便全然忘却了波达利里俄斯的医术。 因为在鏖战之后,他们在我的泉水中疗愈了创伤, 洗去了异邦枪矛上的毒液。 自此我被覆以屋顶建为华堂;作为尊荣, 我获得了阿伽门农这一显赫的尊名。
- 9.618λωτὸν ἐρεπτομένους προτέρων οὐ ψεύσατο μῦθος
动词 ψεύδομαι 带宾格宾语,意为“在……事上说谎/欺骗”;此处 μῦθος(传说)作主语,λωτὸν ἐρεπτομένους(食忘忧果者)作宾格直接宾语。属格 προτέρων 修饰 μῦθος,意为“古人的传说”,典出《奥德赛》卷九的食忘忧果者故事。
- 9.619εὗρες ἐλέγξαι
第二人称不定过去时 εὗρες 后接补足不定式 ἐλέγξαι,意为“找到了驳倒/胜过……的途径”。此处用于解释阿佛洛狄忒在帕里斯的审判中如何胜过赫拉。
- 9.621ἡ δὲ φέρουσα πόρους ἀπὸ σώματος
名词 πόρους 指“资财、生计、收入”,与介词短语 ἀπὸ σώματος(凭借肉体)结合,构成主格分词短语“以肉体谋生者”,委婉地指称妓女,紧接在前文的妻子和处女之后作为第三种女性群体。
- 9.625χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς
直接引用自《伊利亚特》第20卷第131行。形容词 χαλεποί 后接说明性不定式 φαίνεσθαι,并带表语形容词 ἐναργεῖς,构成惯用句式:“神明若真身显现是可怕的/危险的”。
- 9.627αἴθε δὲ τούτῳ σβέσσαμεν
愿望小词 αἴθε 后接第一人称复数不定过去时直说语气 σβέσσαμεν(或晚期希腊语中具有虚拟语气功能的用法),表达愿望:“但愿我们能与之一同熄灭[烈火]!” τούτῳ 是与后文 ὁμοῦ 连用的与格,指火炬之火或厄洛斯(λαμπάς 为阴性,故不指火炬本身)。
