- 底本
- Greek Anthology, Vol. 3. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.632-9.647
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在赞颂温泉成因及与阿佛洛狄忒相关的浴场短诗之后,记述了查士丁尼在桑加里俄斯河造桥的壮举,随后在公厕讽刺诗中对比了暴食的虚妄与农夫的康健,最后展现了萨狄斯、赫拉克利亚与罗马城的自豪荣耀。
Anonymi Epigrammatici εἰς ἕτερα θερμά χθὼν μυχάτων γυάλων κοιλώμασιν ἀέναον πῦρ ἔστʼ ἂν ἔχῃ, φλοξὶν δὲ περιζείῃ κρυφίαισιν, ἀτμὸς ἄνω βαίνων εἰς αἰθέρα θερμός, ἔνερθεν θλιβόμενος, πυριθαλπὲς ἐπεύγεται ἰκμάσιν ὕδωρ.1
佚名题辞(题另一处温泉) 只要大地在最深幽的穴窟中蓄着不绝的地火, 并被隐秘的烈焰在四周烘煮, 那上升至高空的灼热蒸汽,受来自下方的 挤压,便在湿汽中喷涌出如火温热的泉水。
Damocharis εἰς λουτρόν Ἥρῃ καὶ Παφίῃ καὶ Παλλάδι τοῦτο λοετρὸν ὥς ποτε τὸ χρυσοῦν ἤρεσε μῆλον ἔχειν· καὶ τάχα τῆς μορφῆς κρίσις ἔσσεται οὐ Πάρις αὐταῖς, εἰκὼν δʼ ἀργυφέοις νάμασι δεικνυμένη.
达摩卡里斯(题浴场) 这处浴场令赫拉、帕福斯女神与帕拉斯感到欢欣, 正如当年拥有那枚金苹果令她们心满意足; 或许对于她们而言,美貌的裁判将不再是帕里斯, 而是银色水波中所映现的身影。 佚名题辞 美惠三女神起誓,那带来光辉的荣美之主
Anonymi Epigrammatici ὤμοσαν αἱ Χάριτες φερεαυγέα κοίρανον αἴγλης ἐνθάδε ναιετάειν ἢ παρὰ τῇ Παφίῃ.
若非栖居于此,便是伴在帕福斯女神的身侧。
Anonymi Epigrammatici δάφνης εὐπετάλοιο φερώνυμόν ἐστι λοετρόν.
佚名题辞 这是一座以繁茂月桂为名的浴场。
Anonymi Epigrammatici τοῦτο ἰδὼν τὸ λοετρὸν ὁ πάνσοφος εἶπεν Ὅμηρος· νηπενθές ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.
佚名题辞 目睹此浴场,全智的荷马曾道: “消除忧愁与忿怒,令人忘却一切灾患。”
Anonymi Epigrammatici ἐνθάδε λουσαμένη δέμας ἄμβροτον αὐτίκα Κύπρις δεῖξεν Ἀλεξάνδρῳ, καὶ ἀέθλιον ἥρπασε μῆλον.
佚名题辞 塞浦路斯女神在此沐浴了不朽之躯,旋即 将其展示给亚历山大,并夺得了作为奖赏的苹果。
Anonymi Epigrammatici αἱ τρεῖς Ὀρχομενοῦ Χάριτες τὸ λοετρὸν ἔτευξαν τοὔνεκα χωρῆσαι τέσσαρας οὐ δύναται.
佚名题辞 奥尔科墨诺斯的三位美惠女神建造了这座浴场; 因此它容纳不下第四个人。
Anonymi Epigrammatici Κύπρις, Ἔρως, Χάριτες, Νύμφαι, Διόνυσος, Ἀπόλλων ὤμοσαν ἀλλήλοις ἐνθάδε ναιετάειν.
佚名题辞 塞浦路斯女神、厄洛斯、美惠诸神、宁芙、狄俄倪索斯与阿波罗, 彼此立誓定居于此。
Anonymi Epigrammatici ἀθάνατοι λούονται ἀνοιγομένου βαλανείου, πέμπτῃ δʼ ἡμίθεοι, μετέπειτα δὲ πήματα πάντα.
佚名题辞 浴场开启之时,不朽的神明入内沐浴; 第五个时辰是半神,此后便是一切宵小祸害。
Agathias Scholasticus εἰς γέφυραν τοῦ Σαγγαρίου καὶ σὺ μεθʼ Ἑσπερίην ὑψαύχενα, καὶ μετὰ Μήδων ἔθνεα καὶ πᾶσαν βαρβαρικὴν ἀγέλην, Σαγγάριε, κρατερῇσι ῥοὰς ἀψῖσι πεδηθείς, οὕτω ἐδουλώθης κοιρανικῇ παλάμῃ· ὁ πρὶν δὲ σκαφέεσσιν ἀνέμβατος, ὁ πρὶν ἀτειρὴς,2 κεῖσαι λαϊνέῃ σφιγκτὸς ἀλυκτοπέδῃ.
阿加提亚斯·斯科拉斯蒂库斯(题桑加里俄斯河的大桥) 在傲然挺立的赫斯佩里亚之后,在玛代人的 诸部族以及一切蛮族群落之后, 桑加里俄斯啊,你的水流也被坚固的拱券所束缚, 就这样屈从于帝王的掌心; 你昔日连舟楫亦无法驶入,昔日不可征服, 如今却被石制的镣铐紧紧锁住,横卧于此。
Agathias Scholasticus εἰς σωτήρια ἐν Σμύρνῃ ἐν προαστείῳ πᾶν τὸ βροτῶν σπατάλημα, καὶ ἡ πολύολβος ἐδωδὴ ἐνθάδε κρινομένη τὴν πρὶν ὄλεσσε χάριν. οἱ γὰρ φασιανοί τε καὶ ἰχθύες, αἳ θʼ ὑπὲρ ἴγδιν τρίψιες, ἥ τε τόση βρωματομιξαπάτη γίνεται ἐνθάδε κόπρος· ἀποσσεύει δʼ ἄρα γαστὴρ ὁππόσα πειναλέη δέξατο λαυκανίη. ὀψὲ δὲ γινώσκει τις, ὅτʼ ἄφρονα μῆτιν ἀείρων χρυσοῦ τοσσατίου τὴν κόνιν ἐπρίατο,3
阿加提亚斯·斯科拉斯蒂库斯(题士麦那郊外的公厕) 凡人的一切奢靡与豪奢的美馔, 在此处受审判时,便丧失了昔日的魅力; 因为雉鸡与游鱼,药臼之上的 研磨细作,以及那一整套虚饰混杂的珍馐, 在此处皆化为粪土;饥肠辘辘的咽喉 所吞纳的一切,腹中终究要将其排尽。 直到为时已晚,人们才明白过来:自己怀着愚妄的心思, 竟耗费如此多的黄金买来了尘土。
Agathias Scholasticus εἰς τὸ αὐτό τί στενάχεις κεφαλὴν κεκακωμένος; ἐς τί δὲ πικρὰ οἰμώζεις, μελέων πάγχυ βαρυνομένων; ἐς τί δὲ γαστέρα σεῖο ῥαπίσμασιν ἀμφιπατάσσεις, ἐκθλίψαι δοκέων μάστακος ἐργασίην; μόχθων τοσσατίων οὔ σοι χρέος, εἰ παρὰ δαιτὶ μὴ τοῦ ἀναγκαίου πουλὺ παρεξετάθης. ἀλλʼ ἐπὶ μὲν στιβάδος φρονέεις μέγα, καὶ στόμα τέρπεις βρώμασιν, εὐτυχίην κεῖνα λογιζόμενος· ἐνθάδε δʼ ἀσχάλλεις· μούνη δʼ ἀλιτήματα λαιμοῦ ἡ γαστὴρ τίνει4 πολλάκι τυπτομένη.
阿加提亚斯·斯科拉斯蒂库斯(题同一地点) 你为何头痛欲裂地呻吟?为何手足 沉重不堪而痛苦地哀号? 为何连连拍打自己的肚腹, 妄图挤出牙床咀嚼的劳作成果? 如果在宴席上你不曾远远超出肚腹所需, 本无需承受这般折磨。 可是在卧榻上你心高气傲,用美味取悦口舌, 将那些吃食视作莫大的福分; 在此处你却痛苦煎熬;咽喉犯下的过错, 唯有腹部一人承受着频频抽打来偿还。
Agathias Scholasticus εἰς τὸ αὐτό εὖγε μάκαρ τλήθυμε γεωπόνε· σοὶ βίος αἰεὶ μίμνειν καὶ σκαπάνης ἄλγεα καὶ πενίης· λιτὰ δέ σοι καὶ δεῖπνα, καὶ ἐν ξυλόχοισι καθεύδεις, ὕδατος ἐμπλήσας λαιμὸν ἀμετροπότην. ἔμπης ἀρτίπος ἐσσί, καὶ ἐνθάδε βαιὰ καθεσθεὶς αὐτίκα γαστέρα σὴν θῆκας ἐλαφροτάτην οὐδὲ καταψήχεις ἱερὴν ῥάχιν, οὐδέ τι μηροὺς τύπτεις, ἀρτεμίης φόρτον ἀρωσάμενος. τλήμονες οἱ πλουτοῦντες ἰδʼ οἱ ˘ κείνοισι συνόντες οἷς πλέον ἀρτεμίης εὔαδεν εἰλαπίνη.
阿加提亚斯·斯科拉斯蒂库斯(题同一地点) 干得好,有福而耐劳的农夫啊!你的生计永远是 忍受铁锄的辛劳与贫困; 你的饭食简朴,用牛饮般的喉咙灌饱了清水, 便在灌木丛中安歇。 即便如此,你依然步履健全,在此稍坐片刻, 便立时让肚腹变得无比轻松, 既不抚摸尾椎骨,亦不拍打双腿, 担负着健康的负荷。 可怜的是那些富豪及其帮闲, 对他们而言,盛宴竟比健康更招人喜爱。
Macedonius II Τμώλῳ ὑπʼ ἀνθεμόεντι, ῥοὴν πάρα Μαίονος Ἕρμου, Σάρδιες, ἡ Λυδῶν ἔξοχός εἰμι πόλις. μάρτυς ἐγὼ πρώτη γενόμην Διός· οὐ γὰρ ἐλέγχειν λάθριον υἷα Ῥέης ἤθελον ἡμετέρης. αὐτὴ καὶ Βρομίῳ γενόμην τροφός· ἐν δὲ κεραυνῷ ἔδρακον εὐρυτέρῳ φωτὶ φαεινόμενον· πρώταις δʼ ἡμετέρῃσιν ἐν ὀργάσιν οἰνὰς ὀπώρη οὔθατος ἐκ βοτρύων ξανθὸν ἄμελξε γάνος. πάντα με κοσμήσαντο· πολὺς δέ με πολλάκις αἰὼν ἄστεσιν ὀλβίστοις εὗρε μεγαιρομένην.
马刻多尼乌斯二世 在繁花盛开的特摩洛斯山下,在迈奥尼亚的赫耳摩斯河畔, 我萨狄斯是吕狄亚首屈一指的名邦。 我成了宙斯降生的首位见证者;因为我不愿 揭发我们瑞亚隐秘产下的爱子。 我亲自做了布罗米俄斯的乳母;在雷霆烈火中, 我目睹他在更加辽阔的光辉中熠熠生辉; 最先在我们的沃野上,成熟的葡萄 从果串的乳房中榨出了金黄甘美的酒浆。 万物皆装点着我;漫长的岁月屡屡 见证我令最富庶的城邦心怀艳羡。
Anonymi Epigrammatici εἰς Ἡράκλειαν τὴν Πόντου εἰ πόλιν Ἡρακλῆος ὁμώνυμον οἶσθα καὶ ἄλλην, ἴσθι με τὴν πόντου μηδὲν ἀτιμοτέρην.
佚名题辞(题本都的赫拉克利亚) 你若还知晓另一座与赫拉克勒斯同名的城邦, 须知我这位于本都的城池绝不亚于它。
Anonymi Epigrammatici εἰς τὴν Ῥώμην Ῥώμη παμβασίλεια, τὸ σὸν κλέος οὔποτʼ ὀλεῖται· νίκη γάρ σε φυγεῖν ἄπτερος οὐ δύναται.
佚名题辞(题罗马) 统御万邦的女王罗马啊,你的荣名永不磨灭; 因为无翼的胜利之神,绝无法从你身边逃遁脱身。
- 9.632ἐπεύγεται ἰκμάσιν ὕδωρ
动词 ἐπεύγεται 系 ἐρεύγεται(喷出、吐出)传抄或排印之讹误,此处作及物动词,直接宾语为 ὕδωρ(水)。与格 ἰκμάσιν 作方式或伴随与格,意为“伴随着湿汽/以其湿汽”。
- 9.641ὁ πρὶν δὲ σκαφέεσσιν ἀνέμβατος, ὁ πρὶν ἀτειρὴς
定冠词 ὁ 与副词 πρίν(昔日)同形容词 ἀνέμβατος 及 ἀτειρὴς 相结合,作为同位语修饰前行的呼格 Σαγγάριε(“你这昔日舟楫不可入、昔日不可战胜者”),并统领于主句动词 κεῖσαι(你卧于此)。
- 9.642χρυσοῦ τοσσατίου τὴν κόνιν ἐπρίατο
χρυσοῦ τοσσατίου 为依附于动词 ἐπρίατο(购买)的“价格属格”(genitive of price),意为“以如此多的黄金”,其直接宾语为 τὴν κόνιν(尘土)。前面的 ὅτε 引导的从句在逻辑上充当动词 γινώσκει(领悟)的内容补足语。
- 9.643ἀλιτήματα λαιμοῦ ἡ γαστὴρ τίνει
λαιμοῦ 修饰 ἀλιτήματα(罪过),作“主格性属格”(咽喉所犯下的罪过)。ἡ γαστήρ 为主语,τίνει 为动词(偿还、受罚),ἀλιτήματα 为其直接宾语。这构成了讽刺性的对照结构:喉咙放纵享受,受罪挨打的却只有肚腹。
