← 希腊诗选

希腊诗选 卷三

§9.602-9.617

关于变性奇迹、肖像题画与各类浴场的警句

诗组收录了厄厄诺斯关于女变男之神迹的记述、狄奥尼索斯狂女侍仆的咏赞、诺西斯题肖像画的题辞,以及一系列题各处浴场的诗篇,既赞美其优雅精巧,亦讽刺某些浴场的奇寒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
602

​Euenus ἅ ποτε παρθενικαῖσιν ἱλασκομένα παλάμῃσιν Κύπριδα, σὺν πεύκαις καὶ γάμον εὐξαμένα, κουριδίους ἤδη θαλάμῳ λύσασα χιτῶνας, ἀνδρὸς ἄφαρ μηρῶν ἐξελόχευσα τύπους·1 νυμφίος ἐκ νύμφης δὲ κικλήσκομαι, ἐκ δʼ Ἀφροδίτης Ἄρεα καὶ βωμοὺς ἔστεφον Ἡρακλέους. Θῆβαι Τειρεσίην ἔλεγόν ποτε· νῦν δέ με Χαλκὶς τὴν πάρος ἐν μίτραις ἠσπάσατʼ ἐν χλαμύδι.

厄厄诺斯 我曾以少女之手取悦塞浦路斯女神, 伴着火炬祈求婚配; 如今在寝室里解开了出嫁的衣衫, 我猛然从大腿间产出了男儿的体魄。 我由新娘改被称为新郎,不再侍奉阿佛洛狄忒, 转而为阿瑞斯与赫拉克勒斯的祭坛献上花冠。 忒拜曾传说过忒瑞西阿斯;如今则是哈尔基斯 迎入了我——将往昔头戴发带之人,换以军袍相迎。

​Antipater πέντε Διωνύσοιο θεραπνίδες αἵδε Σαώτεω ἐντύνουσι θοᾶς ἔργα χοροστασίης· ἁ μὲν ἀερτάζουσα δέμας βλοσυροῖο λέοντος, ἁ δὲ Λυκαόνιον καλλίκερων ἔλαφον, ἁ τριτάτα δʼ οἰωνὸν ἐΰπτερον, ἁ δὲ τετάρτα τύμπανον, ἁ πέμπτα χαλκοβαρὲς κρόταλον πᾶσαι φοιταλέαι τε παρηόριόν τε νόημα, ἐκπλαγέες λύσσᾳ δαίμονος εὐιάδι.

安提帕特 救主狄奥尼索斯的这五名侍女, 正筹备着迅捷的轮舞: 一人高举狰狞雄狮的身躯, 一人托着吕卡翁美丽的角鹿, 第三人携着丰羽的飞鸟,第四人持着鼓, 第五人敲着沉重的青铜响板; 人人皆如痴如狂,心神迷乱, 被神明的狂欢疯癫所震撼。

​Nossis Θαυμαρέτας μορφὰν ὁ πίναξ ἔχει· εὖ γε τὸ γαῦρον τεῦξε τὸ θʼ ὡραῖον τᾶς ἀγανοβλεφάρου. σαίνοι κέν σ’ ἐσιδοῖσα καὶ οἰκοφύλαξ σκυλάκαινα,2 δέσποιναν μελάθρων οἰομένα ποθορῆν.

诺西斯 木板上绘有陶玛瑞塔的形貌;画家何其精妙地 呈现了这目光温和的女子那傲然的气度与芳华。 纵使是看家的牝犬,见到你也会摇尾相迎, 以为自己见到了庭院的女主人。

605

​Nossis τὸν πίνακα ξανθᾶς Καλλὼ δόμον εἰς Ἀφροδίτας εἰκόνα γραψαμένα πάντʼ ἀνέθηκεν ἴσαν. ὡς ἀγανῶς ἕστακεν ἴδʼ ἁ χάρις ἁλίκον ἀνθεῖ. χαιρέτω· οὔ τινα γὰρ μέμψιν ἔχει βιοτᾶς.

诺西斯 卡罗为自己描摹了分毫不差的肖像, 将这幅画板奉献在金发阿佛洛狄忒的殿堂。 看她站立得多么轻柔,风姿是何等绚烂! 向她致敬;因她的生平未曾招致任何指摘。

​Anonymi Epigrammatici εἰς λουτρόν ἣν τὸ πάρος φιλέεσκεν Ἄρης, σκοπίαζε.Κυθείρην3 ἐνθάδε λουομένην νάμασι φαιδροτάτοις· δέρκεο νηχομένην μὴ δείδιθι· οὐ γὰρ Ἀθήνην παρθένον εἰσοράᾳς, οἷά τε Τειρεσίας.

佚名题辞(题浴场) 请端详阿瑞斯昔日挚爱的基忒拉女神, 在此处最清澈的水流中沐浴。 凝视她浮水吧,切莫畏惧;因为你所目睹的 并非如忒瑞西阿斯所见的那样是处女雅典娜。

​Anonymi Epigrammatici αἱ Χάριτες λούσαντο· ἀμειψάμεναι δὲ λοετρὸν δῶκαν ἑῶν ῥεθέων ὕδασιν ἀγλαΐην.

佚名题辞 美惠三女神在此沐浴;为了回报洗浴, 她们将自身肢体的光彩赋予了泉水。

​Anonymi Epigrammatici ἢ τοῖον Κυθέρειαν ὕδωρ τέκεν, ἢ Κυθέρεια τοῖον τεῦξεν ὕδωρ, ὃν χρόα λουσαμένη.

佚名题辞 或是这般泉水孕育了基忒拉女神, 或是基忒拉女神清洗了肌肤,令泉水化作这般。

​Anonymi Epigrammatici τῶν Χαρίτων τόδε λουτρὸν ἀθύρματα· καὶ γὰρ ἐκείνας μοῦνας ἔσω παίσδειν τὰς Χάριτας δέχεται.

佚名题辞 这座浴场乃是美惠女神们的游戏之所;因为 它只接纳那些美惠女神在内部嬉戏。

​Anonymi Epigrammatici ὄντως δὴ Χαρίτων λουτρὸν τόδε· οὐδὲ γὰρ ἄλλους πλείους χωρῆσαι τοῦτο τριῶν δύναται.

佚名题辞 这确实是美惠女神的浴场;因为 它容纳不下三个人以上。

610

​Anonymi Epigrammatici μικρὰ μὲν ἔργα τάδʼ ἐστίν, ἔχει δʼ ἡδεῖαν ὀπωπὴν, ὡς ῥόδον ἐν κήποις, ὡς ἴον ἐν ταλάροις.

佚名题辞 这虽是微小的造物,却有着宜人的景致, 犹如园中的玫瑰,犹如篮中的紫罗兰。 佚名题辞

​Anonymi Epigrammatici ἐν μικρῷ μεγάλη λουτρῷ χάρις. ἐν δʼ ἐλαχίστῳ νάματι λουομένοις ἡδὺς ἔπεστιν Ἔρως.

微小的浴场中蕴含着极大的恩泽;在极微弱的 水流中沐浴之人,甘美的厄洛斯伴随其侧。

​Anonymi Epigrammatici ὡς δένδρον βραχύφυλλον, ἔχει δʼ ἡδεῖαν ὀδωδήν, οὕτως λουτρὰ τάδε μικρὰ μέν, ἀλλὰ φίλα.

佚名题辞 正如少叶之树散发着清甜的气息, 这座浴场虽小,却甚是惹人喜爱。

​Anonymi Epigrammatici εἰς τὸ λουτρὸν Μαρίας τῆς Μαρίης τὸ λοετρὸν ἰδὼν ὑπεδάκρυε Μῶμος, εἰπών, ὡς Μαρίην, καὶ σὲ παρερχόμεθα.4

佚名题辞(题玛利亚的浴场) 莫摩斯见到了玛利亚的浴场,不禁垂泪, 说道:“如同走过玛利亚身边一样,我们也从你身边走过。”

​Leontius Minotaurus εἰς λουτρὸν μικρὸν παρακείμενον τῷ Ζευξίππῳ μὴ νεμέσα, Ζεύξιππε, παραντέλλοντι λοετρῷ· καὶ μεγάλην παρʼ Ἅμαξαν ἐρωτύλος ἡδὺ φαείνει.

莱昂提乌斯·米诺陶洛斯(题毗邻宙克西波斯浴场的小浴场) 宙克西波斯啊,切莫对身旁升起的浴场心怀嫉妒; 在巨大的北斗车旁,小巧的爱星也散发着柔美的清辉。

615

​Anonymi Epigrammatici εἰς λουτρὸν ἐν Σμύρνῃ χῶρος, τίς μερόπων σε λιπαυγέα τὸ πρὶν ἐόντα πλούσιον ἐν φέγγει θήκατο λουομένοις; τίς δὲ καὶ αἰθαλόεντι ῥύπῳ πεπαλαγμένον ἄρτι, κεῖνον ἀιστώσας, φαιδρὸν ἔδειξε δόμον; φρὴν σοφὴ ὡς πᾶσιν Θεοδωριάς, ὣς ἐτεὸν δὴ κἀν τούτῳ καθαρὴν δεικνύμενος κραδίην ὃς γὰρ ἐὼν πόλιος κτεάνων ταμίης τε πατήρ τε, κέρδεσιν ἐξ αὐτῶν οὐκ ἐμίηνε χέρας. ἀλλὰ θεὸς φιλόπατριν, ἐρισθενές, ἄφθιτε Χριστέ, πήματος αὐτὸν ἄτερ σῷζε τεῇ παλάμῃ.

佚名题辞(题士麦那的浴场) 这处厅堂啊,凡人中是谁将昔日昏暗的你, 为了沐浴者而化作满室光华? 又是谁在不久前还满染烟尘污垢之际,将那〔污垢〕抹去, 展现出一座光辉灿烂的殿宇? 正是心智明哲的忒奥多罗斯,他正如在万事上一样,在此事上也真正 表明了他那纯洁无瑕的心灵; 因为他虽身为城邦财富的掌管者与慈父, 却未曾以其中的利益玷污自己的双手。 但是,威能广大、永不朽坏的基督神啊, 求以你的圣手保守这位爱国之人,使之免遭灾祸。

​Anonymi Epigrammatici ἐνθάδε λουσαμένων Χαρίτων ποτέ, θέσκελα πέπλα βαιὸς Ἔρως ἔκλεψε, καὶ ᾤχετο· τὰς δʼ ἔλιπʼ αὐτοῦ γυμνάς, αἰδομένας θυρέων ἔκτοσθε φανῆναι.

佚名题辞 昔日美惠女神们在此沐浴时,弱小的厄洛斯 盗走了她们神圣的衣裳,逃遁而去;将她们赤身留在原地, 羞于在门外现身露体。

​Anonymi Epigrammatici εἰς βαλανεῖον ψυχρόν τὸν ποταμόν, βαλανεῦ, τίς ἐτείχισε; τίς βαλανεῖον τὴν κρήνην ψευδῶς τήνδε μετωνόμασεν; αἰόλος Ἱπποτάδης φίλος ἀθανάτοισι θεοῖσιν ὧδε μετοικήσας ἤγαγε τοὺς ἀνέμους. πρὸς τί δὲ καὶ σανίδες δύο τοῖς ποσὶν αἵδʼ ὑπόκεινται; οὐ διὰ τὴν θέρμην, τῆς χιόνος δʼ ἕνεκα. Φρίξου καὶ Νάρκης οὗτος τόπος. ἀλλʼ ἐπίγραψον· τῷ Μεσορὶ λοῦσαι· πνεῖ γὰρ ἔσω Βορέας.

佚名题辞(题冷水浴池) 浴场仆役啊,是谁用墙把河流截断了?是谁虚假地 将这处泉水改称为浴场? 深受不朽诸神喜爱的狡黠希波忒斯之子, 迁居至此,并带来了群风。 足下垫着的这两块木板究竟是为了什么? 并非因为灼热,而是为了抵御积雪。 这里是战栗与麻木的领地。你倒不如题写上: “请在盛夏之月沐浴;因为北风正吹向池中。”

语法注4 条
  1. 9.602ἀνδρὸς ἄφαρ μηρῶν ἐξελόχευσα τύπους

    动词 ἐξελόχευσα 本义为“分娩出、产下”,此处借用来比喻性器官突然奇迹般地发育成男性体魄(ἀνδρὸς ... τύπους)。μηρῶν 作分离属格,由动词引申出“从大腿间”之意。

  2. 9.604σαίνοι κέν σ’ ἐσιδοῖσα καὶ οἰκοφύλαξ σκυλάκαινα

    使用 κέν 搭配祈愿语气 σαίνοι 构成潜在条件句(potential optative),意为“纵使看门小犬见到你,也会向你摇尾”。分词 ἐσιδοῖσα 在句中充当带有条件意味的状语分词(“若是见到了你”)。

  3. 9.606ἣν τὸ πάρος φιλέεσκεν Ἄρης, σκοπίαζε Κυθείρην

    此处出现语序倒装(hyperbaton),关系从句(ἣν τὸ πάρος φιλέεσκεν Ἄρης)置于先行词 Κυθείρην 之前。先行词 Κυθείρην 作主要动词祈使句 σκοπίαζε 的直接宾语(宾格)。

  4. 9.613ὡς Μαρίην, καὶ σὲ παρερχόμεθα

    由挑剔之神莫摩斯道出,意指因找不出瑕疵而只能绕道走过。直接宾语 Μαρίην 与 σέ(指代浴场)由相关词 ὡς ... καί ...(“正如……同样也……”)并列连接。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.602-9.617