← 希腊诗选

希腊诗选 卷三

§9.586-9.601

题神木与各类雕像肖像的短诗

包含一首关于果木神属的田园问答诗,以及题温水器与克利托马科斯、美狄亚、众神、哲人与诗人等各类雕像和肖像的多首题辞。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
586

​Cometas Chartularius α. εἰπὲ νομεῦ, τίνος εἰσὶ φυτῶν στίχες; β. αἱ μὲν ἐλαῖαι, Παλλάδος· αἱ δὲ πέριξ ἡμερίδες, Βρομίου. α. καὶ τίνος οἱ στάχυες; β. Δημήτερος. α. ἄνθεα ποίων εἰσὶ θεῶν; β. Ἥρης καὶ ῥοδέης Παφίης. α. Πὰν φίλε, πηκτίδα μίμνε τεοῖς ἐπὶ χείλεσι σύρων· ἠχὼ γὰρ δήεις τοῖσδʼ ἐνὶ θειλοπέδοις.

科梅塔斯·查图拉里乌斯 甲:牧人啊,请告诉我,这些成排的树木属于谁? 乙:橄榄树属于帕拉斯;周遭的葡萄藤则属于布罗米奥斯。 甲:那麦穗又属于谁? 乙:属于德墨忒尔。 甲:花朵属于哪些神明? 乙:属于赫拉与玫瑰般的帕福斯女神。 甲:亲爱的潘啊,请留下来,将排箫贴在唇间吹奏吧;因为在这些向阳的草地上,你自会寻得回声。

​Eutolmius εἰς θερμοχύτην Βάκχῳ καὶ Νύμφαις μέσος ἵσταμαι· ἐν δὲ κυπέλλοις αἰεὶ τόνδε χέω τὸν παραλειπόμενον.1

欧托尔米乌斯(题温水器) 我立于巴克科斯与宁芙们之间;在杯盏之中, 我始终倾注这所缺之水。

​Alcaeus οἷον ὁρῇς, ὦ ξεῖνε, τὸ χάλκεον εἰκόνι λῆμα Κλειτομάχου, τοίαν Ἑλλὰς ἐσεῖδε βίαν ἄρτι γὰρ αἱματόεντα χερῶν ἀπελύετο πυγμᾶς ἔντεα, καὶ γοργῷ μάρνατο παγκρατίῳ· τὸ τρίτον2 οὐκ ἐκόνισεν ἐπωμίδας, ἀλλὰ παλαίσας ἀπτὼς, τοὺς τρισσοὺς Ἰσθμόθεν εἷλε πόνους. μοῦνος δʼ Ἑλλάνων τόδʼ ἔχει γέρας· ἑπτάπυλοι δὲ Θῆβαι καὶ γενέτωρ ἐστέφεθʼ Ἑρμοκράτης.

阿尔凯奥斯 外邦人啊,正如你在雕像中目睹克利托马科斯的青铜意气, 希腊当年也曾目睹那般雄伟的力量。 他刚从拳击血腥的战具中解脱双手, 便奔赴凶猛的潘克拉辛搏击; 第三场比赛中他的肩头未沾微尘,摔跤不曾倒地, 便从地峡夺得了三重劳绩的桂冠。 希腊人中唯独他享有此等殊荣;七门之城忒拜 与其父赫耳摩克拉忒斯同获荣冠。

​Anonymi Epigrammatici εἰς ἄγαλμα Ἥρας θηλαζούσης τὸν Ἡρακλέα αὐτὴν μητρυιὴν τεχνήσατο· τοὔνεκα μαζὸν εἰς νόθον ὁ πλάστης οὐ προσέθηκε γάλα.

佚名题辞(题赫拉哺乳赫拉克勒斯的雕像) 创作者正是将她塑造成了一位继母;因此雕塑家 未曾在这虚假的乳房中添入乳汁。

590

​Anonymi Epigrammatici εἰς ἄγαλμα Ἡφαίστου καὶ Ἀθηνᾶς καὶ Ἐρεχθέως ἡ τέχνη συνάγειρεν ἃ μὴ φύσις εἶπεν ὁ πλάστης, μῆτερ νόσφι τόκων, νυμφίε νόσφι γάμων.

佚名题辞(题赫淮斯托斯、雅典娜与厄瑞克透斯的雕像) 雕塑家说道:“技艺结合了自然所未曾结合之物: 未曾生育的母亲,未曾婚娶的新郎。”

​Anonymi Epigrammatici εἰς ἄγαλμα Ἄρεος καὶ Ἀφροδίτης Ἄρεα καὶ Παφίην ὁ ζωγράφος εἰς μέσον οἴκου ἀμφιπεριπλέγδην γέγραφεν ἀμφοτέρους ἐκ θυρίδος δὲ μολὼν Φαέθων πολυπάμφαος αἴγλῃ ἔστη ἀμηχανόων ἀμφοτέρους σκοπέων. ἠέλιος βαρύμηνις ἕως τίνος; οὐδʼ ἐπὶ κηροῦ ἤθελεν ἀψύχου τὸν χόλον ἐξελάσαι.

佚名题辞(题阿瑞斯与阿佛洛狄忒的雕像) 画家在屋宇的正中描绘了阿瑞斯与帕福斯女神, 二人彼此紧紧相拥。 辉光耀目的法厄同自窗外来临, 面对二人束手伫立,凝神注视。 太阳神的深仇大恨究竟要持续到何时?他竟连 在毫无生气的蜡画之上,也不愿消解胸中的怒火。

​Anonymi Epigrammatici εἰς ἀσπίδα περιέχουσαν τὴν γένναν τοῦ Σωτῆρος ὦ πόσον εὐήθης ὁ ζωγράφος, ὅττι χαράσσει κοίρανον εἰρήνης ἀσπίδι τικτόμενον.

佚名题辞(题描绘救主降生的盾牌) 哦,这画家是何等愚顽,竟将和平之主的 降生刻画在盾牌之上!

​Anonymi Epigrammatici εἰς ἄγαλμα Μηδείας οἶκτον ὁμοῦ καὶ λύσσαν ἐτήτυμον ἔνθεος ἀνὴρ μαρμάρῳ ἐγκατέμιξε, βιαζομένην δʼ ὑπὸ τέχνης λαϊνέην Μήδειαν ὅλης ἔμνησεν ἀνίης.

佚名题辞(题美狄亚雕像) 通神的巧匠将真实的怜悯与狂乱一同融入大理石中, 令受技艺驱迫的石雕美狄亚, 忆起了通体的无尽痛楚。

​Anonymi Epigrammatici ζωγράφε τὰν μορφὰν ἀπομάξας, αἴθʼ ἐνὶ κηρῷ καὶ ψυχὰν ἐδάης Σωκρατικὰν βαλέειν.

佚名题辞 摹绘了外貌的画家啊,但愿你也懂得 如何将苏格拉底的灵魂倾注于蜡彩之中!

595

​Anonymi Epigrammatici εἰς εἰκόνα Ἀπελλοῦ αὐτὸς ἑαυτὸν ἐν εἰκόνι γράψεν Ἀπελλῆς.

佚名题辞(题阿佩利斯的自画像) 阿佩利斯在画像中描摹了自己。

​Anonymi Epigrammatici εἰς εἰκόνα Χείλωνος τόνδε δοριστέφανος Σπάρτα Χείλωνα φύτευσεν, ὃς τῶν ἑπτὰ Σοφῶν πρῶτος ἔφυ σοφίᾳ.

佚名题辞(题喀隆的肖像) 矛冠之邦斯巴达孕育了这位喀隆, 他在七贤之中智慧位列第一。

​Cometas Scholasticus ἐν Ἀναζάρβῳ νωθρὸς ἐγὼ τελέθεσκον ἀπʼ ἰξύος ἐς πόδας ἄκρους τῆς πρὶν ἐνεργείης δηρὸν ἀτεμβόμενος, ζωῆς καὶ θανάτοιο μεταίχμιον, Ἄϊδι γείτων, μοῦνον ἀναπνείων, τἆλλα δὲ πάντα νέκυς. ἀλλὰ σοφός με Φίλιππος, ὃν ἐν γραφίδεσσι δοκεύεις, ζώγρησεν, κρυερὴν νοῦσον ἀκεσσάμενος· αὖθις δʼ Ἀντωνῖνος, ἅπερ πάρος, ἐν χθονὶ βαίνω, καὶ ποσὶ πεζεύω, καὶ ὅλος αἰσθάνομαι.

科梅塔斯·斯科拉斯蒂库斯(作于阿纳扎尔布斯) 我曾从腰部至脚尖彻底瘫痪无力, 长久被剥夺了昔日的生机, 徘徊于生与死的交界,与冥府为邻, 唯有微弱的气息,余者皆同尸骸。 然而画中所见的睿智腓力救活了我, 医治了我那冰寒彻骨的沉疴; 如今我安东尼努斯重又如昔日般行走于大地, 双足健步如飞,全身皆有知觉。

​Theocritus τὸν τῶ Ζανὸς ὅδʼ ὗμιν υἱὸν ὡνήρ, τὸν λειοντομάχαν, τὸν ὀξύχειρα, πρᾶτος τῶν ἐπάνωθε μουσοποιῶν Πείσανδρος συνέγραψεν οὑκ Καμείρου, χὄσσους ἐξεπόνασεν εἶπʼ ἀέθλους· τοῦτον δʼ αὐτὸν ὁ δᾶμος, ὡς σάφʼ εἰδῇς, ἔστασ’ ἐνθάδε χάλκεον ποήσας, πολλοῖς μησὶν ὄπισθε κἠνιαυτοῖς.

忒奥克里托斯 宙斯的这位儿子,那搏狮之士、敏捷有力之人, 往昔诸乐圣中首先详加记述的, 乃是眼前的卡梅洛斯人培桑德罗斯, 他歌咏了英雄历经的无数劳绩; 民众为了让你明晰无误,在历经许多岁月之后, 铸造了青铜之躯,将这位诗人树立于此。

​Theocritus θᾶσαι τὸν ἀνδριάντα τοῦτον, ὦ ξένε, σπουδᾷ, καὶ λέγʼ, ἐπὰν ἐς οἶκον ἔνθῃς, “Ἀνακρέοντος εἰκόνʼ εἶδον ἐν Τέῳ, τῶν πρόσθʼ εἴ τι περισσὸν ᾠδοποιοῦ.”3 προσθεὶς δὲ χὤτι τοῖς νέοισιν ἅδετο, ἐρεῖς ἀτρεκέως ὅλον τὸν ἄνδρα.

忒奥克里托斯 外邦人啊,请凝神端详这座塑像, 归家之时当言道: “我在忒奥斯见到了阿那克里翁的画像, 若说往昔的歌者中有超凡绝伦之人,那正是他。” 若再添上一句他酷爱青年男子, 你便能分毫不差地道尽此人的全貌。

600

​Theocritus ἅ τε φωνὰ Δώριος, χὠνὴρ ὁ τὰν κωμῳδίαν εὑρὼν Ἐπίχαρμος. ὦ Βάκχε, χάλκεόν νιν ἀντʼ ἀλαθινοῦ τὶν ὧδʼ ἀνέθηκαν τοὶ Συρακόσσαις ἐνίδρυνται, πελωρίστᾳ πόλει, οἷʼ ἀνδρὶ πολίτᾳ· σοφῶν ἔοικε ῥημάτων μεμναμένους τελεῖν ἐπίχειρα· πολλὰ γὰρ ποττὰν ζόαν τοῖς παισὶν εἶπε χρήσιμα· μεγάλα χάρις αὐτῷ.

忒奥克里托斯 所言乃多利亚方言,而此人乃喜剧的 开创者厄庇卡耳摩斯。 哦,巴克科斯啊,叙拉古这座崇高城邦的居者, 为你将这尊青铜像代替生人树立于此, 以酬谢一位城邦公民; 铭记智者言论之人理当 献上报偿; 因他曾向青年后辈道出了许多于人生有益的箴言。 谨向他致以崇高的谢意。

​Anonymi Epigrammatici τὸ ξόανον τὸ περισσὸν Ἀεξιμένης Ἀφροδίτᾳ εἵσατο, τῆς πάσης ναυτιλίης φύλακι. χαῖρʼ, ὦ πότνια Κύπρι, διδοῦσα δὲ κέρδεα, πλοῦτον ἄρμενον, εἰδήσεις ναῦς ὅτι κοινότατον.

佚名题辞 艾克西墨涅斯将这尊精致的木雕献给阿佛洛狄忒, 这所有航海事业的守护女神。 万福,尊崇的塞浦路斯女神,只要你赐下收益与适宜的财富, 你自会知晓船舶乃是最为休戚与共的行当。

语法注3 条
  1. 9.587τὸν παραλειπόμενον

    现在时被动分词的名词化用法,意为“被遗漏之物”或“所欠缺者”,在此指代在酒与冷水之外尚需补充加入的第三种要素——温水。

  2. 9.588τὸ τρίτον

    用作副词性对格(或内涵对格),意为“第三次”或“在第三项赛事中”,指克利托马科斯在拳击和潘克拉辛之后参与的第三项比赛(摔跤)。

  3. 9.599τῶν πρόσθʼ εἴ τι περισσὸν ᾠδοποιοῦ

    条件从句 εἴ τι 嵌入名词短语的紧凑构文。ᾠδοποιοῦ 为与 Ἀνακρέοντος 同格的属格,τῶν πρόσθʼ 则是受形容词 περισσόν(优异的、胜过的)支配的比较(或部分)属格,意为“若在往昔的歌者中真有出类拔萃者,那便是此人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.586-9.601