← 希腊诗选

希腊诗选 卷三

§9.192-9.208

赞颂荷马史诗与咏叹学者书籍的题咏

本组短诗题材多样,始于对荷马两大史诗的赞美,继而涉及历史学家、传记作家、学者与数学家(塞翁与普罗克洛斯)、小说《琉喀珀与克利托丰》、大埃阿斯所掷巨石、田园诗集编纂、校勘语法书的艰辛,以及爱比克泰德的哲学智慧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
192

​Antiphilus α. αἱ βίβλοι, τίνες ἐστέ; τί κεύθετε; β. θυγατέρες μὲν Μαιονίδου, μύθων δʼ ἵστορες Ἰλιακῶν ἁ μία μὲν μηνιθμὸν Ἀχιλλέος, ἔργα τε χειρὸς Ἑκτορέας, δεκέτους τʼ ἆθλα λέγει πολέμου· ἁ δʼ ἑτέρα μόχθον τὸν Ὀδυσσέος, ἀμφί τε λέκτροις χηρείοις ἀγαθᾶς δάκρυα Πηνελόπας. α. Ἵλατε σὺν Μούσαισι· μεθʼ ὑμετέρας γὰρ ἀοιδὰς εἶπεν ἔχειν αἰὼν ἕνδεκα Πιερίδας.

安提菲鲁斯 问者:书卷啊,你们是谁?你们隐匿着什么?书卷:我们是迈奥尼亚之子的女儿,伊利昂传说的见证者; 其一叙述阿喀琉斯的愤怒、赫克托耳双手的伟绩,以及十年战争的苦斗; 其二叙述奥德修斯的劳碌,以及高洁的珀涅罗珀在寡居的床榻旁所洒的泪水。 问者:愿你们与缪斯们一同垂怜;因为在你们的歌声之后,世间自道已拥有了十一柱皮厄里亚女神。

​Philostorgius ἱστορίην ἐτέλεσσα Θεοῦ χαρίτεσσι σοφῇσι, πράγματʼ ἀληθείης ποικίλʼ ὑφηνάμενος.

菲洛斯托尔吉奥斯 我依凭上帝睿智的恩典,编织了真理的多彩诸事,完成了这部历史。

​Anonymi Epigrammatici γράμματα δώδεκʼ ἔχει Φιλοστόργιος, οὔνομα καλόν. τοὔνεκα δὴ κατὰ γράμμα λόγους ἀνεγράψατο τούτους, ἀρξάμενος πρώτου ἀπὸ γράμματος, εἶτεν ἐφεξῆς· καὶ διὰ τῆς αὐτῶν ἀρχῆς ἑὸν οὔνομα γράψας.

佚名 菲洛斯托尔吉奥斯拥有十二个字母,这是个美名; 因此他按字母逐一写就了这些卷册,从第一个字母开始,随后依次进行,并借由各卷的首字母写下了自己的名字。

195

​Anonymi Epigrammatici Κωνσταντινιάδης Ἀσκληπιὸς ἄστυ γεραίρων γράψεν Ἀναζαρβοῦ πάτρια κυδαλίμης.

佚名 君士坦丁堡的阿斯克勒庇俄斯为了光耀城邦,撰写了声名远扬的阿纳扎尔博斯的先祖传记。

​Marinus εἰς τὸν βίον Πρόκλου ἀθανάτοισι θεοῖς κεχαρισμένα πάντοτε ῥέζων καὶ τάδʼ ἐπʼ εὐσεβέοντι νόῳ συνέγραψε Μαρῖνος.·

马里努斯(题普罗克洛斯之生平) 常行取悦于不死诸神之事,马里努斯亦怀着虔敬的心思撰写了这些篇章。

​Marinus καὶ τόδε σῆς ζαθέης κεφαλῆς περιώσιον ἔργον, Πρόκλε μάκαρ, πάντων βρέτας ἔμπνοον ὅττι Μαρῖνον ἀθανάτων, μερόπεσσι βοηθόον εὐσεβέεσσιν, ἀντὶ τεῆς ἱερῆς κεφαλῆς ψυχοσσόον ἄλκαρ κάλλιπες,1 ὃς βιοτὴν θεοτερπέα σεῖο λιγαίνων γράψε τάδʼ ἐσσομένοις μνημήια σῶν ἀρετάων.

马里努斯 福佑的普罗克洛斯啊,这也是你神圣化身的非凡功绩:替代你神圣的身躯,你将马里努斯作为全体不死诸神的活生生雕像、虔敬凡人的救助者,作为拯救灵魂的护壁留下;他高声歌颂你取悦神明的生平,为后世之人写下了这些展现你美德的纪念碑。

​Anonymi Epigrammatici Νόννος ἐγώ· Πανὸς μὲν ἐμὴ πόλις· ἐν Φαρίῃ δὲ ἔγχεϊ φωνήεντι γονὰς ἤμησα Γιγάντων.

佚名 我是诺努斯;帕诺波利斯是我的城邦;而在法罗斯,我以发声的矛诛戮了癸干忒斯的后裔。 佚名

​Anonymi Epigrammatici Δίου Ὀρειβασίοιο, τὸν ἀθανάτην διὰ τέχνην πολλάκι δειμαίνουσα μίτους ἀνεβάλλετο Μοίρη,

属于神圣的奥利巴修斯;因其不朽的医术,命运女神屡屡心怀畏惧而延缓纺织丝线……

200

​Leo Philosophus βίβλος μηχανική· Κύρινος δέ μιν ἐξεπόνησε, Μαρκέλλου γνωτοῖο συνερχομένου κατὰ μόχθον.2

哲学家利奥 这是一部机械学书卷;在熟人马尔凯鲁斯共担劳碌相助之下,屈里努斯将其编撰而成。

​Leo Philosophus θέσφατα μαντῴης Φοιβηίδος ὄργια τέχνης ἀστρολόγων Παῦλὸς μʼ ἐδιδάξατο κύδιμος ἀνήρ.

哲学家利奥 福玻斯预言之术的昭示与秘仪,星象学者中名扬四海的保罗传授给了我。

​Leo Philosophus βίβλος Θέωνος καὶ Πρόκλου, τῶν πανσόφων βίβλος πόλου τε καὶ χθονὸς φέρει μέτρα. Θέων πόλον μέν, καὶ Πρόκλος μετρεῖ χθόνα· Πρόκλος μὲν οὖν γῆν, καὶ Θέων μετρεῖ πόλον. ἄμφω δʼ ἐπίσης τῶν ἐπαίνων ἄξιοι, ἄμφω δʼ ἀμοιβὴν τῶν λόγων τετεύχατον. Θέων Πρόκλου γὰρ λαμβάνων σοφὰς θέσεις, δείκνυσι ταύταις τοὺς δρόμους τῶν ἀστέρων Πρόκλος δὲ δείξεις τοῦ Θέωνος λαμβάνων, ταύταις ἀναλύει καὶ προβάλλει τὰς θέσεις. ἀλλʼ, ὦ σοφὴ ξυνωρί, χαῖρέ μοι λίαν χαίροις Θέων ἄριστε, πάνσοφον κάρα, ὁ νῦν πυκάζων τὴν Ἀλεξάνδρου πόλιν χαίροις δὲ καὶ σύ, Πρόκλε, τοῦ Σαρπηδόνος ἄριστον αἷμα τοῖς ὅλοις βοώμενον,

哲学家利奥 这是全智者塞翁与普罗克洛斯的书卷; 这书卷载有天球与大地的尺度。 塞翁测量天球,普罗克洛斯测量大地; 普罗克洛斯量大地,塞翁量天球。 二人同等配享赞誉, 二人达成了言论的相互交融。 因为塞翁采用普罗克洛斯睿智的命题,借此指明群星的运行; 普罗克洛斯则采用塞翁的证明,借此剖析并阐发命题。 来吧,睿智的二人组,向我大显安好! 致意,最卓越的塞翁,全智的英才,如今令亚历山大之城光耀夺目之人! 致意,普罗克洛斯,全宇宙所赞颂的萨尔佩冬最卓越的血脉!

​Leo Philosophus ἔρωτα πικρόν, ἀλλὰ σώφρονα βίον ὁ Κλειτοφῶντος ὥσπερ ἐμφαίνει λόγος· ὁ Λευκίππης δὲ σωφρονέστατος βίος ἅπαντας ἐξίστησι· πῶς τετυμμένη, κεκαρμένη τε καὶ κατηχρειωμένη, τὸ δὴ μέγιστον, τρὶς θανοῦσ’ ἐκαρτέρει.3 εἴπερ δὲ καὶ σὺ σωφρονεῖν θέλεις, φίλος, μὴ τὴν πάρεργον τῆς γραφῆς σκόπει θέαν, τὴν τοῦ λόγου δὲ πρῶτα συνδρομὴν μάθε· νυμφοστολεῖ γὰρ τοὺς ποθοῦντας ἐμφρόνως.

哲学家利奥 正如克利托丰的故事所揭示的,那是痛苦的爱恋,却也是克制的生活; 而琉喀珀至为克制的生活令所有人震惊:她如何遭殴打、 被剪发、蒙羞受辱,且最为重大的是,历经三次死亡而坚忍不拔。 朋友啊,若你亦愿保持克制,莫要只顾观瞧篇章中附带的景象, 而当首先领会叙事言论的汇聚脉络; 因它正为明智去爱的人们披上婚服。

​Agathias Scholasticus μή με τὸν Αἰάντειον ἀνοχμάσσειας, ὁδῖτα, πέτρον, ἀκοντιστὴν στήθεος Ἑκτορέου. εἰμὶ μέλας τρηχύς τε· σὺ δʼ εἴρεο θεῖον ὅμηρον, πῶς τὸν Πριαμίδην ἐξεκύλισα πέδῳ. νῦν δὲ μόλις βαιόν με παροχλίζουσιν ἀρούρης ἄνθρωποι, γενεῆς αἴσχεα λευγαλέης. ἀλλὰ μέ τις κρύψειεν ὑπὸ χθονός· αἰδέομαι γὰρ παίγνιον οὐτιδανοῖς ἀνδράσι γινόμενος.

阿加西亚斯 过路人啊,切莫撼动我这块击中赫克托耳胸膛的大埃阿斯的巨石。 我黝黑而粗糙;但你去请教神圣的荷马, 我是如何将普里阿摩斯的儿子击倒在地的。 而如今,下贱世代的耻辱——凡人,却几乎无法将我从泥土中稍稍挪动。 但愿有人将我深埋地下;因我羞于 成为微不足道之徒的玩物。

205

​Artemidorus Βωκολικαὶ Μοῖσαι σποράδες ποκά, νῦν δʼ ἅμα πᾶσαι ἐντὶ μιᾶς μάνδρας, ἐντὶ μιᾶς ἀγέλας.

阿耳忒弥多洛斯 田园缪斯昔日四散各处,如今却齐聚一堂, 共处同一栏圈,共处同一群落。

​Eupithius Στίξαντος τὴν Καθόλου Ταυτολόγων κανόνων φεῦ πληθύος, ἠδʼ ἀιδήλων ξυσμάων, λεπτὸς τὰς ἐχάραξε δόναξ. ὄμματά μευ κέκμηκε, τένων, ῥάχις, ἰνίον, ὦμοι· τῆς Καθόλου δὲ φέρω τὴν ὀδύνην καθόλου,4

厄庇提奥斯(校点《普遍通则》者) 唉,纤细的芦苇笔刻写了何其繁多的同义反复规则与模糊的笔迹! 我的双眼、筋腱、脊椎、颈项、肩胛皆已困顿; 从《普遍通则》中,我彻底承受了痛苦。

​Anonymi Epigrammatici μῆτιν Ἐπικτήτοιο τεῷ ἐνικάτθεο θυμῷ, ὄφρα κεν εἰσαφίκηαι ἐς οὐρανίους κενεῶνας, ψυχὴν ὑψικέλευθον ἐλαφρίζων ἀπὸ γαίης.

佚名 将爱比克泰德的明哲铭刻于你的心中, 以便你使行于高处的灵魂脱离大地而轻盈, 得以抵达天际的广袤空界。

​Anonymi Epigrammatici ὅς κεν Ἐπικτήτοιο σοφὴν τελέσειε μενοινήν, μειδιάει, βιότοιο γαληνιόων ἐνὶ πόντῳ, καὶ μετὰ ναυτιλίην βιοτήσιον εἰσαφικάνει οὐρανίην ἁψῖδα καὶ ἀστερίην περιωπήν.

佚名 凡成就爱比克泰德明智之志者, 在生命的大海中恬然微笑, 并在人生的航行之后,抵达 天庭的苍穹与群星的眺望之所。

语法注4 条
  1. 9.197ἀντὶ τεῆς ἱερῆς κεφαλῆς ψυχοσσόον ἄλκαρ κάλλιπες

    ὅττι 引导的从句中,主要动词为 κάλλιπες(第二人称单数不定过去时),其直接宾语是前面的宾格 Μαρῖνον。ψυχοσσόον ἄλκαρ 作 Μαρῖνον 的述语性同位语(“作为拯救灵魂的护壁”),介词短语 ἀντὶ τεῆς ἱερῆς κεφαλῆς(“替代你神圣的头颅/身躯”)修饰该结构。

  2. 9.200Μαρκέλλου γνωτοῖο συνερχομένου κατὰ μόχθον

    属格绝对结构(genitive absolute)。γνωτοῖο 作名词或形容词用,意为“相识之人”或“知己”。κατὰ μόχθον 表示协同合作的领域(“在劳作中携手合作”)。

  3. 9.203τὸ δὴ μέγιστον, τρὶς θανοῦσ’ ἐκαρτέρει

    τὸ δὴ μέγιστον 是修饰整个小句的独立宾格(句副词性用法,“诚然最为重大者”)。τρὶς θανοῦσα 为附随分词,带有让步意味(“尽管三度历经死亡”),指小说中女主角三次看似死亡的情节,修饰主句动词 ἐκαρτέρει。

  4. 9.206τῆς Καθόλου δὲ φέρω τὴν ὀδύνην καθόλου

    此处运用了同词异格修辞(polyptoton)形成的谐音双关:前者的 τῆς Καθόλου 为名词化的语法书名(指赫罗狄安的《普遍通则》属格),末尾的 καθόλου 则为修饰 φέρω 的副词(“普遍地”、“彻底地”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.192-9.208