← 希腊诗选

希腊诗选 卷三

§9.209-9.222

战术书与古医赞咏及海豚舍身之题诗

本组题咏涵盖捕鸟人对小鸟的告诫、阿纳斯塔修斯治下重见天日的奥尔比基乌斯战术书、对尼坎德尔及早期名医的赞扬、对波菲利的称誉、赫勒斯滂溺水之悲剧、忒拜命运的吉凶交织、跃动的山羊群、载运死者独自归航之船的哀鸣、尼禄入罗马比拟涅俄普托勒摩斯、遮护情侣的悬铃木、印章上御狮的厄洛斯,以及海豚将溺水者负至岸边却自身罹难的故事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
209

​Anonymi Epigrammatici ἀπὸ ἱξευτοῦ πρὸς στρουθίον τίπτε μετοκλάζεις πωτωμένη ὄζον ἀπʼ ὄζου; τοῖα καὶ ἄλλη ἔρεξε, καὶ οὐ φύγεν ἰξοφορῆας ἡμετέρους δόνακας, περὶ δὲ πτερὰ πυκνὰ βαλοῦσα ἤλυθε τεχνήεντα, καὶ οὐκ ἐθέλουσα, πρὸς ἄνδρα.

佚名(捕鸟人对小鸟) 你为何从一根枝条飞向另一根枝条,蜷曲低伏?在你之前另一只鸟也曾如此行事,却未逃脱我们涂抹鸟胶的芦苇,在拍打浓密的羽翼之后,极不情愿地落入了机巧的人手中。

210

​Anonymi Epigrammatici εἰς βίβλον Τακτικῶν Ὀρβικίου Δέρκεό μοι1 κρατερῶν καμάτων ἐγκύμονα βίβλον ἣν πάρος Ἀδριανὸς μὲν ἄναξ ἔχεν ἐν πολέμοισι, κρύψε δʼ ἀεργίη χρόνον ἄσπετον ἐγγύθι λήθης. ἀλλʼ ὑπὸ καρτερόχειρος Ἀναστασίου βασιλῆος ἤλυθον ἐς φάος αὖθις, ἵνα στρατιῇσιν ἀρήξω. οἶδα γὰρ ἀνδροφόνου καμάτους πολέμοιο διδάσκειν οἶδα δὲ πῶς μετʼ ἐμεῖο καὶ ἑσπερίης ἁλὸς ἄνδρας καὶ Πέρσας ὀλέσεις καὶ αἰνομόρους Σαρακηνούς, καὶ θοὸν ἱπποκέλευθον ἀρειμανέων γένος Οὔννων, πετράων τʼ ἐφύπερθεν ἀλυσκάζοντας Ἰσαύρους. πάντα δʼ ὑπὸ σκήπτροισιν Ἀναστασίοιο τελέσσω, ὃν καὶ Τραϊανοῖο φαάντερον ἤγαγεν αἰών.

佚名(题奥尔比基乌斯的《战术学》书卷) 请为我注目这卷蕴含顽强劳作的著作:昔日哈德良君王曾在征战中将其携于身侧,怠惰却将它藏于遗忘的近旁达漫长岁月。如今在强有力的阿纳斯塔修斯皇帝治下,我重见光明,以佑助军旅。因我深知如何传授杀伐之战的辛劳,亦知伴我同行你将如何诛灭西海之民、波斯人、厄运连连的萨拉森人、狂热好战的匈人矫捷骑军,以及在嶙峋岩山上逃窜的伊苏利亚人。时代所引来的比图拉真更为光耀的阿纳斯塔修斯,在其权杖之下,我必将成就一切。

​Anonymi Epigrammatici Παιήων, Χείρων, Ἀσκληπιός, Ἱπποκράτης τε· τοῖς δʼ ἔπι Νίκανδρος προφερέστερον ἔλλαχεν εὖχος.

佚名 派翁、喀戎、阿斯克勒庇俄斯与希波克拉底;继他们之后,尼坎德尔赢得了更显赫的声名。

​Anonymi Epigrammatici φάρμακα πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρὰ Νίκανδρος κατέλεξεν, ἐπιστάμενος περὶ πάντων ἀνθρώπων. ἦ γὰρ Παιήονός ἐστι γενέθλης.

佚名 尼坎德尔详述了许多调配在一起的良药与烈毒,其博识冠绝全人类;因为他确实属于派翁的后裔。

​Anonymi Epigrammatici καὶ Κολοφὼν ἀρίδηλος ἐνὶ πτολίεσσι τέτυκται, δοιοὺς θρεψαμένη παῖδας ἀριστονόους, πρωτότοκον μὲν Ὅμηρον, ἀτάρ Νίκανδρον ἔπειτα, ἀμφοτέρους Μούσαις οὐρανίῃσι φίλους.

佚名 科洛丰在诸城中亦名声赫赫,因其哺育了两位才识绝伦的娇子:先是首生儿荷马,其后是尼坎德尔,二者皆受天界缪斯所钟爱。

​Leo Philosophus τῇ τῶν λόγων σου κογχύλῃ, Πορφύριε, βάπτεις τὰ χείλη, καὶ στολίζεις τὰς φρένας.

哲学家利奥 波菲利啊,凭借你言辞之贝紫,你染红了双唇,装点了心智。

215

​Antipater αἰεὶ θηλυτέρῃσιν ὕδωρ κακὸν Ἑλλήσποντος, ξεῖνε· Κλεονίκης πεύθεο Δυρραχίδος. πλῶε γὰρ ἐς Σηστὸν μετὰ νυμφίον ἐν δὲ μελαίνῃ φορτίδι τὴν Ἕλλης μοῖραν ἀπεπλάσατο. Ἡροῖ δειλαίη, σὺ μὲν ἀνέρα, Δηίμαχος δὲ νύμφην, ἐν παύροις ὠλέσατε σταδίοις.

安提帕特 异乡人啊,赫勒斯滂的水域对女子而言素来不祥;去打听杜拉基翁的克勒奥妮刻吧。她乘船驶向塞斯托斯以投奔新郎,却在一艘幽暗的商船上重演了赫勒的命运。可怜的赫罗啊,在短短数里之内,你失去了夫君,代伊马科斯则失去了新娘。

​Honestus Ἁρμονίης ἱερὸν φήσεις γάμον ἀλλʼ ἀθέμιστος Οἰδίποδος. λέξεις Ἀντιγόνην ὁσίην ἀλλὰ κασίγνητοι μιαρώτατοι. ἄμβροτος Ἰνώ· ἀλλʼ Ἀθάμας τλήμων. τειχομελὴς κιθάρη ἀλλʼ αὐλὸς δύσμουσος. ἴδʼ ὡς ἐκεράσσατο Θήβῃ δαίμων, ἐσθλὰ κακοῖς δʼ εἰς ἓν ἔμιξεν ἴσα.

霍内斯图斯 你会称哈耳摩尼亚的结合为神圣,俄狄浦斯的结合却是天理难容。你会赞安提戈涅为虔敬,她的兄弟们却至为污秽。伊诺是不朽的神祇,阿塔马斯却悲惨万分。琴音曾筑起城垣,笛声却招致凶兆。看命运之神如何为忒拜调和:它将同等的福与祸融混为一炉。

​Quintus Mucius Scaevola αἱ χίμαροι, τί ποτʼ ἆρα τὰ μὲν θύμα καὶ τιθύμαλλα λείπετε καὶ χλοερὴν αἰγίνομον βοτάνην, γυρὰ δʼ ἐπʼ ἀλλήλαις σκιρτήματα γαῦρα τίθεσθε ἀμφὶ τὸν ὑλιβάτην ἁλλόμεναι Νόμιον; οὐκ ἀπὸ πυγμαχίης ἀποπαύσετε; μὴ ποτʼ ἀπεχθὴς ἀντήσῃ κορύνη χειρὸς ἀπʼ αἰπολικῆς.

昆图斯·穆基乌斯·斯凯沃拉 母山羊们啊,为何你们丢下百里香、大戟属草木与羊群所嗜的青草,而在林间的放牧之神身旁跳跃,彼此拱身展现傲然的腾跃?难道你们不肯停止角力?免得牧人手中可厌的木棍迎头痛击!

​Aemilianus Ἀβάλε χειμερίου με κατέκλυσε κύματα πόντου2 δειλαίην, νεκύων φόρτον ἀμειψαμένην. αἰδέομαι σωθεῖσα. τί μοι πλέον ὅρμον ἱκέσθαι, δευομένῃ φωτῶν πείσματα δησομένων; Κωκυτοῦ με λέγοιτε βαρὺ σκάφος· ὤλεσα φῶτας, ὤλεσα· ναυηγοὶ δʼ εἰσὶν ἔσω λιμένος.

埃米利阿努斯 呜呼,若冬日风暴之海的狂涛曾将我吞噬该有多好!我这可怜之船,竟以一船死者作为装载的货物。 幸存下来的我满怀羞愧。当我丧失了系扎缆绳的水手,抵达港湾对我又有何益?称我为科库托斯的沉重渡船吧:我断送了众人,断送了众人;可他们却是在港湾之内遭遇了灭顶之灾。

​Diodorus Αἰγιβότου Σκύροιο λιπὼν πέδον Ἴλιον ἔπλω οἷος Ἀχιλλείδης πρόσθε Νεοπτόλεμος, τοῖος3 ἐν Αἰνεάδῃσι Νέρων ἀγὸς ἄστυ Ῥέμοιο νεῖται, ἐπʼ ὠκυρόην Θύβριν ἀμειψάμενος, κοῦρος ἔτʼ ἀρτιγένειον ἔχων χνόον. ἀλλʼ ὁ μὲν ἔγχει θῦεν ὁ δʼ ἀμφοτέροις, καὶ δορὶ καὶ σοφίῃ.

狄奥多洛斯 正如昔日阿喀琉斯之子涅俄普托勒摩斯告别放牧山羊的斯库罗斯平原,扬帆驶向伊利昂那样,埃涅阿斯的后裔之统帅尼禄,穿过奔流的苔伯河,作为唇上刚泛起初生茸毛的少年,来到了雷穆斯的城邦。然而前者凭长矛肆虐,后者则矛与智慧兼施。

220

​Antonius thallus ἁ χλοερὰ πλατάνιστος ἴδʼ ὡς ἔκρυψε φιλεύντων ὄργια, τὰν ἱερὰν φυλλάδα τεινομένα. ἀμφὶ δʼ ἄρʼ ἀκρεμόνεσσιν ἑοῖς κεχαρισμένος ὥραις ἡμερίδος λαρῆς βότρυς ἀποκρέμαται. οὕτως, ὦ πλατάνιστε, φύοις· χλοερὰ δʼ ἀπὸ σεῖο φυλλὰς ἀεὶ κεύθοι τοὺς Παφίης ἑτάρους.

安东尼乌斯·塔卢斯 看这株郁郁葱葱的悬铃木,伸展着神圣的枝叶,如何掩蔽了情人们的密会!在其枝桠四周,悬垂着顺应节序的香甜栽培葡萄。愿你如此生长,悬铃木啊;愿你翠绿的枝叶,永世隐匿帕福斯女神的随从。

​Marcus Argentarius Αὐγάζω τὸν ἄφυκτον ἐπὶ σφραγῖδος Ἔρωτα χερσὶ λεοντείαν ἁνιοχεῦντα βίαν, ὡς τᾷ μὲν μάστιγα κατʼ αὐχένος, ᾇ δὲ χαλινοὺς εὐθύνει· πολλὰ δʼ ἀμφιτέθηλε χάρις. φρίσσω τὸν βροτολοιγὸν ὁ γὰρ καὶ θῆρα δαμάζων ἄγριον, οὐδʼ ὀλίγον φείσεται ἁμερίων.

马尔库斯·阿尔根塔里乌斯 我注视着印章上那难逃的厄洛斯,他双手驾驭着雄狮的威猛,一手将鞭子抽向狮颈,另一手勒定缰绳;无尽的华美在他周身绽放。我对这摧毁凡人之神战栗不已:盖因能降伏凶残猛兽的他,决计不会对脆弱的凡夫俗子有一丝怜悯。

​Antiphilus ἀνέρα θήρ, χερσαῖον ὁ πόντιος, ἄπνοον ἔμπνους, ἀράμενος λοφιῆς ὑγρὸν ὕπερθε νέκυν, εἰς ψαμάθους ἐκόμισσα. τί δὲ πλέον; ἐξ ἁλὸς εἰς γῆν νηξάμενος, φόρτου μισθὸν ἔχω θάνατον δαίμονα δʼ ἀλλήλων ἠμείψαμεν ἡ μὲν ἐκείνου χθὼν ἐμέ, τὸν δʼ ἀπὸ γῆς ἔκτανε τοὐμὸν ὕδωρ.4

安提菲鲁斯 作为兽类的我背负着人,海中者背负陆上者,生者背负死者,将那湿漉漉的尸身托于背鳍之上,运至沙滩。然而这又有何益?自海中游向陆地,我所获的载运报酬唯有死亡。我们互换了彼此的命运:他的陆地杀死了我,而我所属的水域却夺走了自大地而来的他的生命。

语法注4 条
  1. 9.210Δέρκεό μοι

    与格 μοι 用作关涉与格(或情态与格),促使读者将注意力集中于叙述者所引荐的书卷上。

  2. 9.218Ἀβάλε χειμερίου με κατέκλυσε κύματα πόντου

    感叹词 Ἀβάλε(相当于表示愿望的 εἴθε/αἴθε)后接不定过去时直陈式 κατέκλυσε,表示对过去未曾实现之事的惋惜愿望(与过去事实相反的愿望,“若……吞噬了该有多好”)。

  3. 9.219οἷος ... τοῖος

    相关词 οἷος 与 τοῖος 构成照应,将昔日从斯库罗斯前往特洛伊的涅俄普托勒摩斯与穿过苔伯河进入罗马的尼禄进行比拟;后文的 ἀλλʼ ὁ μὲν ... ὁ δέ ... 进而对比了两者的行事风格与作战特质。

  4. 9.222τὸν δʼ ἀπὸ γῆς ἔκτανε τοὐμὸν ὕδωρ

    与前句 ἡ μὲν ἐκείνου χθὼν ἐμέ 形成对仗结构。τὸν δʼ ἀπὸ γῆς 指“来自陆地的人”,介词短语 ἀπὸ γῆς 被冠词 τὸν 实词化作宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.209-9.222