← 希腊诗选

希腊诗选 卷三

§9.178-9.191

对命运女神的讽刺与对古代诗哲的赞辞

罗得岛称颂太阳神与恺撒的恩泽、乳香雕成的爱神像,以及帕拉达斯讽刺沦为酒肆女贩的命运女神等诗篇之后,接续着赞颂九大抒情诗人、阿尔基罗科斯、阿里斯托芬、米南德、柏拉图、萨福、埃林娜与吕科弗隆等文人哲士的题辞。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
178

​Antiphilus ὡς πάρος Ἀελίου, νῦν Καίσαρος ἁ Ῥόδος εἰμὶ νᾶσος, ἴσον δʼ αὐχῶ φέγγος ἀπʼ ἀμφοτέρων. ἤδη σβεννυμέναν με νέα κατεφώτισεν ἀκτίς, Ἅλιε, καὶ παρὰ σὸν φέγγος ἔλαμψε Νέρων. πῶς εἴπω τίνι μᾶλλον ὀφείλομαι; ὃς μὲν ἔδειξεν ἐξ ἁλός, ὃς δʼ ἤδη ῥύσατο δυομέναν.1

安提菲鲁斯 如同昔日属于太阳,我罗得岛如今属于凯撒, 我夸耀从二者领受了平等的辉煌。 正当我行将熄灭之际,一道新的光芒照耀了我; 太阳啊,尼禄在你的光辉之旁熠熠生辉。 我怎能言明更亏欠何人?一位曾使我 显露于大海,而另一位如今拯救了下沉的我。 莱奥尼达斯

​Leonidas Τοξοβόλον τὸν Ἔρωτα τίς ἔξεσεν ἐκ λιβανωτοῦ, τόν ποτε μηδʼ αὐτοῦ Ζηνὸς ἀποσχόμενον; ὀψέ ποθʼ Ἡφαίστῳ κεῖται σκοπός, ὃν καθορᾶσθαι ἔπρεπεν οὐκ ἄλλως ἢ πυρὶ τυφόμενον.

是谁用乳香雕刻了这善射的厄罗斯, 他昔日甚至连宙斯本人都未曾放过? 如今他终于沦为赫淮斯托斯的箭靶,若非被烈火 熏灼,他本不应以任何其他方式被人观瞧。

180

​Palladas τύχη καπηλεύουσα πάντα τὸν βίον, ἀσυγκέραστον τὴν φύσιν κεκτημένη, καὶ συγκυκῶσα καὶ μεταντλοῦσ’ αὖ πάλιν, καὐτὴ κάπηλός ἐστι νῦν τις, οὐ θεά, τέχνην λαχοῦσα τὴν τρόπων ἐπαξίαν.

帕拉达斯 命运如同酒肆小贩般零售整个生命, 秉持着不可调和的本性, 既翻腾搅动,又再次倾倒汲换, 她如今自己亦成了某种酒肆女贩,而非女神, 获得了一份与其品行相称的行当。

​Palladas ἀνεστράφησαν, ὡς ὁρῶ, τὰ πράγματα, καὶ τὴν Τύχην νῦν δυστυχοῦσαν εἴδομεν.

帕拉达斯 据我所见,诸事皆已倒转, 我们如今看见了命运女神自己亦遭遇了厄运。

​Palladas καὶ σὺ Τύχη δέσποινα, τύχην ἀτυχῆ πόθεν ἔσχες; ἡ παρέχουσα τύχας πῶς ἀτυχὴς γέγονας; μάνθανε καὶ σὺ φέρειν τὰ σὰ ῥεύματα, καὶ σὺ διδάσκου τὰς ἀτυχεῖς πτώσεις, ἃς παρέχεις ἑτέροις.

帕拉达斯 女主人命运啊,你究竟从何处得来了不幸的命运? 赐予命运者,自身怎反倒变得不幸? 你也学会忍受你自己的狂澜吧,你也去领受教训, 品尝你施加于他人的不幸倾覆。

​Palladas καὶ σὺ Τύχη λοιπὸν μεταβαλλομένη καταπαίζου, μηδὲ τύχης τῆς σῆς ὕστατα φεισαμένη· ἣ πρὶν νηὸν ἔχουσα, καπηλεύεις μετὰ γῆρας, θερμοδότις μερόπων νῦν ἀναφαινομένη.2 νῦν ὁσίως στένε καὶ σὺ τεὸν πάθος, ἄστατε δαῖμον, τὴν σήν, ὡς μερόπων, νῦν μετάγουσα τύχην.

帕拉达斯 命运啊,你终究遭逢逆转,任人戏谑吧, 甚至未曾顾惜你自身命运的终局; 你昔日拥有神殿,晚年却操持酒肆小贩之业, 如今竟作为给凡人端奉热饮之妇而显现。 变幻不定的神明啊,如今庄严地为自己的苦难悲叹吧, 如今转移着你自己的命运,如同转移凡人的命运一般。

​Anonymi Epigrammatici Πίνδαρε, Μουσάων ἱερὸν στόμα, καὶ λάλε Σειρήν, Βακχυλίδη, Σαπφοῦς τʼ Αἰολίδες χάριτες, γράμμα τʼ Ἀνακρείοντος, Ὁμηρικὸν ὃς τʼ ἀπὸ ῥεῦμα ἔσπασας οἰκείοις, Στησίχορʼ, ἐν καμάτοις, ἥ τε Σιμωνίδεω γλυκερὴ σελίς, ἡδύ τε Πειθοῦς, Ἴβυκε, καὶ παίδων ἄνθος ἀμησάμενε, καὶ ξίφος Ἀλκαίοιο, τὸ πολλάκις αἷμα τυράννων ἔσπεισεν, πάτρης θέσμια ῥυόμενον, θηλυμελεῖς τʼ Ἀλκμᾶνος ἀηδόνες, ἵλατε, πάσης ἀρχὴν οἳ λυρικῆς καὶ πέρας ἐστάσατε.

佚名 品达罗斯啊,缪斯们神圣的喉舌;以及婉转的多话塞壬 巴克基利得斯;萨福的埃奥利斯优美; 阿那克里翁写下的诗行;以及在自己的劳作中 从荷马之洪流汲取灵感的斯忒西霍罗斯啊; 西摩尼得斯的甘美书页;还有收获了劝诱女神与少年们甜美之花的 伊比库斯啊; 还有阿尔凯奥斯的利剑,曾屡次倾洒 僭主的鲜血,捍卫着祖国的法度; 还有阿尔克曼吐露柔声的夜莺们:请垂怜眷顾吧, 正是你们奠定了全部抒情诗的始与终。

185

​Anonymi Epigrammatici Ἀρχιλόχου τάδε μέτρα καὶ ἠχήεντες ἴαμβοι, θυμοῦ καὶ φοβερῆς ἰὸς ἐπεσβολίης.

佚名 这些是阿尔基罗科斯的格律与响亮的抑扬格, 是愤怒与骇人辱骂的毒液。

​Antipater βίβλοι Ἀριστοφάνευς, θεῖος πόνος, αἷσιν Ἀχαρνεὺς κισσὸς ἐπὶ χλοερὴν πουλὺς ἔσεισε κόμην. ἠνίδʼ ὅσον Διόνυσον ἔχει σελίς, οἷα δὲ μῦθοι ἠχεῦσιν, φοβερῶν πληθόμενοι χαρίτων. ὦ καὶ θυμὸν ἄριστε, καὶ Ἑλλάδος ἤθεσιν ἶσα, κωμικέ, καὶ στύξας ἄξια καὶ γελάσας.

安提帕特 阿里斯托芬的书卷,神圣的劳绩,阿卡奈的 茂密常春藤曾在它们之上摇曳翠绿的枝叶。 看那书页中蕴含着多么丰沛的狄奥尼索斯,那些戏剧 如何回响,充盈着摄人心魄的魅力! 啊,在心性上卓绝无双、与希腊气质相称的人, 喜剧诗人啊,你憎恶了当憎恶之事,并报以嘲笑!

​Anonymi Epigrammatici αὐταί σοι στομάτεσσιν ἀνηρείψαντο μέλισσαι ποικίλα Μουσάων ἄνθεα δρεψάμεναι· αὐταὶ καὶ Χάριτές σοι δωρήσαντο, Μένανδρε, στωμύλον εὐτυχίην δράμασιν ἐνθέμεναι. ζώεις εἰς αἰῶνα τὸ δὲ κλέος ἐστὶν Ἀθήναις ἐκ σέθεν οὐρανίων ἁπτόμενον νεφέων.

佚名 蜜蜂亲自采摘了缪斯们多姿的花朵, 将它们衔送入你的唇间; 美惠三女神亦亲自将恩赐授予你,米南德啊, 将巧黠的机趣注入你的戏剧之中。 你永世长存,而来自你的荣耀 触及云霄,永远归于雅典。

​Anonymi Epigrammatici Ἀτθίδος εὐγλώσσου στόμα φέρτατον, οὐ σέο μεῖζον φθέγμα Πανελλήνων πᾶσα κέκευθε σελίς· πρῶτος δʼ εἴς τε θεὸν καὶ ἐς οὐρανὸν ὄμμα τανύσσας θεῖε Πλάτων, ἤθη καὶ βίον ηὐγάσαο, Σωκρατικῷ Σάμιον κεράσας μυκτῆρι φρόνημα,3 κάλλιστον σεμνῆς σῆμα διχοστασίης,

佚名 善辩的阿提卡最绝妙的喉舌,全希腊 没有任何书卷隐匿过比你更洪亮的声音; 神圣的柏拉图啊,你最先将眼界投向神明与诸天, 洞照了世态与人生, 将萨摩斯的思想与苏格拉底的讥诮融为一炉, 作为庄严对立的最美明证。

​Anonymi Epigrammatici ἔλθετε πρὸς τέμενος ταυρώπιδος ἀγλαὸν Ἥρης, Λεσβίδες, ἁβρὰ ποδῶν βήμαθʼ ἑλισσόμεναι, ἔνθα καλὸν στήσασθε θεῇ χορὸν ὔμμι δʼ ἀπάρξει Σαπφὼ χρυσείην χερσὶν ἔχουσα λύρην, ὄλβιαι ὀρχηθμοῦ πολυγηθέος· ἦ γλυκὺν ὕμνον εἰσαΐειν αὐτῆς δόξετε Καλλιόπης.

佚名 来吧,前往牛眼赫拉辉煌的圣域, 莱斯博斯的少女们,回旋着轻盈优美的步履, 在那里为女神组织起美妙的歌舞; 萨福手持金色的里拉琴,将为你们领舞, 在充满喜乐的舞蹈中得享福佑的人们啊!你们真会以为 听到了卡利俄珀本人的甘美赞歌。

190

​Anonymi Epigrammatici Λέσβιον Ἠρίννης τόδε κηρίον εἰ δέ τι μικρόν, ἀλλʼ ὅλον ἐκ Μουσέων κιρνάμενον μέλιτι. οἱ δὲ τριηκόσιοι ταύτης στίχοι ἶσοι Ὁμήρῳ, τῆς καὶ παρθενικῆς ἐννεακαιδεκέτευς· ἣ καὶ ἐπʼ ἠλακάτῃ μητρὸς φόβῳ, ἣ καὶ ἐφʼ ἱστῷ ἑστήκει Μουσέων λάτρις ἐφαπτομένη. Σαπφὼ δʼ Ἠρίννης ὅσσον μελέεσσιν ἀμείνων, Ἤριννα Σαπφοῦς τόσσον ἐν ἑξαμέτροις.

佚名 这是埃林娜的莱斯博斯蜂巢;纵然细小, 却全由缪斯们的蜜汁调合而成。 她的三百行诗句堪与荷马比肩, 纵使她不过是个十九岁的少女; 她因畏惧母亲而守在卷线杆旁,守在织机之畔, 却作为缪斯们的侍女立于身旁,心系诗艺。 萨福在抒情诗上胜过埃林娜多少, 埃林娜便在六音步诗上胜过萨福多少。

​Anonymi Epigrammatici οὐκ ἂν ἐν ἡμετέροισι πολυγνάμπτοις λαβυρίνθοις ῥηιδίως προμόλοις ἐς φάος, αἴκε τύχῃς·4 τοίους γὰρ Πριαμὶς Κασσάνδρη φοίβασε μύθους, ἄγγελος οὓς βασιλεῖ ἔφρασε λοξοτρόχις. εἰ δέ σε φίλατο Καλλιόπη, λάβε μʼ ἐς χέρας· εἰ δὲ νῆις ἔφυς Μουσέων, χερσὶ βάρος φορέεις.

佚名 在我们曲折回旋的迷宫之中,即便偶涉其间, 你亦绝难轻易步入光明; 因为普里阿摩斯之女卡珊德拉曾狂乱地吐露如此的神谕, 那奔走曲折的信使将之回禀给国王。 若卡利俄珀眷爱了你,便将我捧在手中;若你 于缪斯们全然无知,便是在双手间负重前行。

语法注4 条
  1. 9.178ὃς μὲν ἔδειξεν ἐξ ἁλός, ὃς δʼ ἤδη ῥύσατο δυομέναν

    关系代词 ὅς 在此用作指示代词,构成 ὃς μὲν ... ὃς δέ(“一者……另一者……”)的对应结构,其前无需先行词。前者指神话中将罗得岛自海底升起的太阳神赫利俄斯,后者指拯救罗得岛于倾颓衰竭之中的皇帝尼禄。分词 δυομέναν(“下沉/西沉的”)兼具天体下落与城邦衰亡的双关意涵。

  2. 9.183θερμοδότις μερόπων νῦν ἀναφαινομένη

    θερμοδότις(端送热汤或热酒的酒肆女仆/女掌柜)作为主语命运女神(Τύχη)的述语性补足语,与分词 ἀναφαινομένη(“如今显现为……”)连用,生动描摹其身份的沉沦。此句带有鲜明的时事讽刺意味,指亚历山大里亚等地原先宏伟的提喀神庙或雕像在晚期被挪用作供应热饮的廉价酒肆(thermopolium)或浴场设施。

  3. 9.188Σωκρατικῷ Σάμιον κεράσας μυκτῆρι φρόνημα

    此处展现了交错语序(hyperbaton)。分词 κεράσας(“调和/调配”)支配宾格宾语 Σάμιον ... φρόνημα(“萨摩斯之思想”,指毕达哥拉斯学派的形而上学),而工具与格 Σωκρατικῷ ... μυκτῆρι(“以苏格拉底之鼻/讥诮”,指其反讽与讽喻)则交错穿插于其中。

  4. 9.191οὐκ ἂν ... προμόλοις ... αἴκε τύχῃς

    由归结分句中的潜在希求法(οὐκ ἂν ... προμόλοις,“你绝难轻易走出”)与条件从句中的 αἴ κε(= ἐάν)+ 虚拟法(τύχῃς,“即便你碰巧涉足”)构成的混合条件句。诗人以此比喻吕科弗隆的《亚历山德拉》晦涩曲折的文字风格如同常人一旦踏入便难以脱身的复杂迷宫。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.178-9.191