← 希腊诗选

希腊诗选 卷三

§9.165-9.177

吟咏女性祸患与文法学者穷苦的讽刺诗群

诗人帕拉达斯借助《伊利亚特》开篇字句与语法术语的双关,辛辣讽刺了女性的祸害以及文法学教师的赤贫与苦难,并决意弃业;末尾一首则记述了弗里吉亚人在埃阿斯墓前妄加亵渎却遭死者回击的故事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
165

​Palladas ὀργὴ τοῦ Διός ἐστι γυνή, πυρὸς ἀντιδοθεῖσα δῶρον, ἀνιηρὸν τοῦ πυρὸς ἀντίδοτον. ἄνδρα γὰρ ἐκκαίει ταῖς φροντίσιν ἠδὲ μαραίνει, καὶ γῆρας προπετὲς τῇ νεότητι φέρει. οὐδʼ ὁ Ζεὺς ἀμέριμνος ἔχει χρυσόθρονον Ἥρην πολλάκι γοῦν αὐτὴν ῥῖψεν ἀπʼ ἀθανάτων, ἠέρι καὶ νεφέλῃσι μετῄορον· οἶδεν Ὅμηρος, καὶ Δία συγγράψας τῇ γαμετῇ χόλιον. οὕτως οὐδέποτʼ ἐστὶ γυνὴ σύμφωνος ἀκοίτῃ, οὐδὲ καὶ ἐν χρυσέῳ μιγνυμένη δαπέδῳ.

帕拉达斯 女人是宙斯的愤怒,作为抵偿火的 赠礼被赐予,是抵消火的痛苦补偿。 因她以忧虑灼烧男人,使他衰竭, 并将急骤的衰老带给他年轻的岁月。 连宙斯亦非高枕无忧地拥有金座的赫拉; 他至少屡次将她从不死的神明处掷下, 高悬于虚空与云彩之中。荷马深谙此理, 曾写下连宙斯也对其结发之妻动怒。 因此,女人与丈夫绝无和睦, 纵在金质的地坪上共枕亦复如是。

​Palladas πᾶσαν Ὅμηρος ἔδειξε κακὴν σφαλερήν τε γυναῖκα, σώφρονα καὶ πόρνην, ἀμφοτέρας ὄλεθρον. ἐκ γὰρ τῆς Ἑλένης μοιχευσαμένης φόνος ἀνδρῶν, καὶ διὰ σωφροσύνην Πηνελόπης θάνατοι. Ἰλιὰς οὖν τὸ πόνημα μιᾶς χάριν ἐστὶ γυναικός· αὐτὰρ Ὀδυσσείῃ Πηνελόπη πρόφασις.

帕拉达斯 荷马显明了所有女人皆是邪恶与危险的, 无论是贞洁之女还是娼妓,二者皆是毁灭。 因从私通的海伦那里生出了对男子的屠戮, 而因珀涅罗珀的贞洁,亦造成了累累死亡。 因此,《伊利亚特》的劳绩全因一个女人; 而对《奥德赛》而言,珀涅罗珀便是缘由。

​Palladas ὁ Ζεὺς ἀντὶ πυρὸς πῦρ ὤπασεν ἄλλο, γυναῖκας. εἴθε δὲ μήτε γυνή, μήτε τὸ πῦρ ἐφάνη· πῦρ μὲν δὴ ταχέως καὶ σβέννυται· ἡ δὲ γυνὴ πῦρ ἄσβεστον, φλογερόν, πάντοτʼ ἀναπτόμενον.

帕拉达斯 宙斯赐予了另一把火以代替烈火,那就是女人。 但愿女人不曾出现,火亦不曾显现! 烈火确实迅速熄灭;然而女人却是一团 无法扑灭、炽烈灼人、永不停歇燃烧的烈火。

​Palladas μῆνιν οὐλομένην γαμετὴν ὁ τάλας γεγάμηκα, καὶ παρὰ τῆς τέχνης μήνιδος ἀρξάμενος. ὤμοι ἐγὼ πολύμηνις, ἔχων διχόλωτον ἀνάγκην, τέχνης γραμματικῆς καὶ γαμετῆς μαχίμης.

帕拉达斯 我这薄命之人,娶了一个本身即是灾难性愤怒的妻子, 而我的职业亦是从愤怒开篇。 悲哉我这饱尝愤怒之人,身负两相含恨的重轭, 一重来自文法职业,一重来自好战之妻。

​Palladas μῆνις Ἀχιλλῆος καὶ ἐμοὶ πρόφασις γεγένηται οὐλομένης πενίης γραμματικευσαμένῳ. εἴθε δὲ σὺν Δαναοῖς με κατέκτανε μῆνις ἐκείνη, πρὶν χαλεπὸς λιμὸς γραμματικῆς ὀλέσει. ἀλλʼ ἵνʼ ἀφαρπάξῃ Βρισηίδα πρὶν Ἀγαμέμνων, τὴν Ἑλένην δʼ ὁ Πάρις, πτωχὸς ἐγὼ γενόμην.

帕拉达斯 阿喀琉斯的愤怒,对于从事文法职业的我而言, 亦成为了灾难性贫困的起因。 但愿那愤怒当年随达奈人一同将我诛灭, 赶在文法职业苛烈的饥荒毁灭我之前!然而为了 阿伽门农昔日夺走布里塞伊斯, 帕里斯夺走海伦,我竟沦为了乞丐。

170

​Palladas νηδὺν ἀναίσχυντον στιβαροῖς ᾔσχυνα λογισμοῖς, σωφροσύνῃ κολάσας ἔντερον ἀργαλέον εἰ γὰρ ἔχω τὸν νοῦν ἐπικείμενον ὑψόθι γαστρός, πῶς μὴ νικήσω τὴν ὑποτασσομένην;

帕拉达斯 我以坚韧的理性羞辱了无耻的肚腹, 以节制惩戒了那麻烦的肠胃。 因为若我的理智高居于胃囊之上, 我又怎能不战胜那屈居其下的腹部?

​Palladas πωλῶ, εἰς ἑτέρας τέχνης ἔργα μετερχόμενος. Πιερίδες, σῴζοισθε· λόγοι, συντάσσομαι ὑμῖν· σύνταξις γὰρ ἐμοὶ καὶ θάνατον παρέχει.1

帕拉达斯 我变卖〔书卷〕,转投其他行当的劳作。皮埃里亚的缪斯们, 别了!文字啊,我向你们告别;因为文法的句法规则 甚至给我带来了死亡。

​Palladas ἐλπίδος οὐδὲ Τύχης ἔτι μοι μέλει, οὐδʼ ἀλεγίζω λοιπὸν τῆς ἀπάτης· ἤλυθον εἰς λιμένα. εἰμὶ πένης ἄνθρωπος, ἐλευθερίῃ δὲ συνοικῶ· ὑβριστὴν πενίης πλοῦτον ἀποστρέφομαι.

帕拉达斯 我不再挂念希望,亦不再挂念命运, 从此亦不在意它们的欺瞒;我已驶入了 港湾。我是个穷人,却与自由同住; 我唾弃那凌辱贫困的财富。

​Palladas ἀρχὴ γραμματικῆς πεντάστιχός ἐστι κατάρα· πρῶτος μῆνιν ἔχει· δεύτερος οὐλομένην, καὶ μετὰ δʼ οὐλομένην, Δαναῶν πάλιν ἄλγεα πολλά· ὁ τρίτατος ψυχὰς εἰς Ἀίδην κατάγει· τοῦ δὲ τεταρταίου τὰ ἑλώρια καὶ κύνες ἀργοί· πέμπτου δʼ οἰωνοί, καὶ χόλος ἐστὶ Διός. πῶς οὖν γραμματικὸς δύναται μετὰ πέντε κατάρας, καὶ πέντε πτώσεις,2 μὴ μέγα πένθος ἔχειν;

帕拉达斯 文法的开端乃是一篇五行的诅咒: 第一行载有“愤怒”,第二行载有“毁灭性的”, 紧接着“毁灭性的”,又是“达奈人无数的苦难”; 第三行将亡魂遣入哈得斯; 第四行属于猎物与快犬; 第五行属于群鸟与宙斯的震怒。 那么一个文法教师在经历了五道诅咒与 五种格之后,又怎能不怀抱巨大的悲伤?

​Palladas ἐνθάδε παιδεύουσιν ὅσοις κεχόλωτο Σάραπις, τοῖσιν ἀπʼ οὐλομένης μήνιδος ἀρχομένοις· ἔνθα τροφὸς κατὰ μῆνα φέρει μισθὸν μετʼ ἀνάγκης, βύβλῳ καὶ χάρτῃ δησαμένη πενίην ὡς δὲ κάπνισμα τιθεῖ παρὰ τὸν θρόνον, ὡς παρὰ τύμβον, τὸν μικρὸν χάρτην,3 τὸν παραριπτόμενον. κλέπτει δʼ ἐξ ὀλίγου μισθοῦ, καὶ χαλκὸν ἀμείβει, καὶ μόλιβον μίσγει, καὶ τὸ ἔθος δέχεται. εἰ δέ τις εἰς ἐνιαυτὸν ἄγοι χρυσοῖο νόμισμα, ἑνδεκάτῳ μηνί, πρὶν προφέρειν, μετέβη, ἀγνώμων τε φανείς, καὶ τὸν πρότερον διασύρας γραμματικὸν στερέσας μισθὸν ὅλου ἔτεος.

帕拉达斯 凡塞拉皮斯对其动怒之人,皆在此执教, 即那些以灾难性的愤怒为开端的人; 在此处,乳母每月勉强送来微薄学费, 用纸莎草和纸张捆绑着贫困; 她如进奉祭烟般、如在墓穴旁般,在座椅旁放下了 那张被随意丢弃的薄纸。 她从微薄的报酬中克扣,调换青铜钱币, 掺入铅块,并承受这种恶习。 纵然有人为一年付出一枚金币, 也会在第十一个月里、在交纳之前转学而去, 显出忘恩负义的面目,并诋毁先前的 文法教师,剥夺他整整一年的酬金。

175

​Palladas Καλλίμαχον πωλῶ καὶ Πίνδαρον, ἠδὲ καὶ αὐτὰς πτώσεις γραμματικῆς, πτῶσιν ἔχων πενίης.4 Δωρόθεος γὰρ ἐμὴν τροφίμην σύνταξιν ἔλυσε, πρεσβείην κατʼ ἐμοῦ τὴν ἀσεβῆ τελέσας. ἀλλὰ σύ μου πρόστηθι, Θέων φίλε, μηδὲ μʼ ἐάσῃς συνδέσμῳ πενίης τὸν βίον ἐξανύσαι.

帕拉达斯 我变卖卡利马科斯,变卖品达罗斯,变卖文法 本身的各种格,背负着贫困这一沉沦之格。 因为多罗特奥斯取消了我赖以糊口的薪俸, 针对我执行了那次不义的出使。 但我亲爱的塞翁啊,请助我一臂之力,切莫容我 在贫困的束缚中了结残生。

​Palladas ἐκλήθην παρὰ σοῦ τοῦ ῥήτορος· εἰ δʼ ἀπελείφθην, τὴν τιμὴν ἀπέχω, καὶ πλέον εἰμὶ φίλος. οὐδὲ γὰρ ἡ ψυχὴ τὸ φαγεῖν κρίνουσα γέγηθεν, ἀλλὰ μόνον τιμῆς αἰσθομένη τρέφεται.

帕拉达斯 我承蒙修辞学家的你盛情邀请;但纵然未能赴宴, 我已收下这份荣宠,且更为你的知己。 因为灵魂并不因品评口腹之欲而欢欣, 却单单因领会了荣宠而备受滋养。

​Anonymi Epigrammatici Αἴαντος παρὰ τύμβον ἀταρβήτοιο παραστὰς Φρὺξ ἥρωι κακῆς ἦρχεν ἐπεσβολίης· Αἴας οὐκέτʼ ἔμιμνεν ὁ δʼ ἀντεγέγωνεν ἔνερθε· μίμνεν· ὁ δʼ οὐκέτʼ ἔτλη ζωὸς ἀποφθίμενον.

佚名 站在无畏的埃阿斯墓旁, 一个弗里吉亚人开始对英雄口出恶言: “埃阿斯不再坚守了!”而他却从地下高声回应: “坚守住了!” 而那活着的人再也无法承受那死去的人。

语法注4 条
  1. 9.171σύνταξις γὰρ ἐμοὶ καὶ θάνατον παρέχει

    名词 σύνταξις 兼具双关含义:在文法学术语中指“句法规则”,在财政与行政语境中则指“津贴、年金、薪俸”。帕拉达斯在此借意双关,既指传授句法这一营生带来了死亡,亦指微薄的薪俸(或断俸)导致了生计灭顶。

  2. 9.173καὶ πέντε πτώσεις

    短语 πέντε πτώσεις 字面上指文法学上的“五种变格”(主格、属格、与格、宾格、呼格),同时双关利用了 πτῶσις 的根本词义“跌落、陷落、沉沦”。它与荷马史诗前五行所对应的“五重诅咒”相呼应,讽喻文法教师必将走向毁灭的命运。

  3. 9.174ὡς δὲ κάπνισμα τιθεῖ παρὰ τὸν θρόνον, ὡς παρὰ τύμβον, τὸν μικρὸν χάρτην

    该句存在倒装结构(hyperbaton):谓语动词 τιθεῖ(= τίθησι)的直接宾语被置于行末的 τὸν μικρὸν χάρτην,中间插入了两个比喻短语(ὡς δὲ κάπνισμα... ὡς παρὰ τύμβον)。诗人将文法教师的讲座(θρόνος)比作墓穴,而将送来的学费纸片比作墓前奉纳的微薄祭香,刻画出受辱的场景。

  4. 9.175πτώσεις γραμματικῆς, πτῶσιν ἔχων πενίης

    此处运用同源词义双关:前半部的复数 πτώσεις 指文法上的“变格”,而后半部的单数宾格 πτῶσιν 则表示转义的“陨落、沉沦”。其后的属格 πενίης 为同位语属格或定义属格,意即“贫困这一沉沦/由贫困构成的陷落”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.165-9.177