← 希腊诗选

希腊诗选 卷三

§9.125-9.139

论凯尔特习俗与人生运命的短诗集

诸首短诗分别吟咏了凯尔特人检验新生儿之俗、克吕泰涅斯特拉临终之言、晚年如残酒变酸、巨蟒饮尽河水、橄榄树与葡萄藤、松木为舟、希波吕托斯与淮德拉之陨灭、再婚之危、与希望及命运之诀别、避世归牧之叹、残疾者与哈德良帝之机智酬唱、少贫老富之悲叹,以及老妇粉饰颜容之态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
125

​Anonymi Epigrammatici θαρσαλέοι Κελτοὶ ποταμῷ ζηλήμονι Ῥήνῳ τέκνα ταλαντεύουσι, καὶ οὐ πάρος εἰσὶ τοκῆες, πρὶν πάιν ἀθρήσωσι1 λελουμένον ὕδατι σεμνῷ. αἶψα γὰρ ἡνίκα μητρὸς ὀλισθήσας διὰ κόλπων νηπίαχος πρῶτον προχέει δάκρυ, τὸν μὲν ἀείρας αὐτὸς ἐπʼ ἀσπίδι θῆκεν ἑὸν πάιν, οὐδʼ ἀλεγίζει, οὔπω γὰρ γενέταο φέρει νοῦν, πρὶν γʼ ἐπαθρήσῃ κεκριμένον λουτροῖσιν ἐλεγξιγάμου ποταμοῖο· ἡ δὲ μετʼ εἰλείθυιαν ἐπʼ ἄλγεσιν ἄλγος ἔχουσα μήτηρ, εἰ καὶ παιδὸς ἀληθέα οἶδε τοκῆα, ἐκδέχεται τρομέουσα, τί μήσεται ἄστατον ὕδωρ.

佚名 勇敢的凯尔特人在嫉妒的莱茵河中 权衡他们的子女,在亲眼见到孩子 被圣洁之水洗礼之前,绝不自居为父。 因为婴儿刚从母亲的子宫滑落, 初次洒下泪滴,父亲便亲自抱起自己的骨肉 放在盾牌之上,毫不牵挂介怀; 盖因在亲眼见到孩子经由那检验婚姻之河的洗礼裁决之前, 他尚无为父的心肠。 而母亲在分娩之后饱受阵痛加诸阵痛, 纵然她深知孩子的真正生父是谁, 亦只能颤抖着等待,看那变幻莫测的流水将有何裁处。

​Anonymi Epigrammatici τίνας ἂν εἴποι λόγους Κλυταιμνήστρα Ὀρέστου μέλλοντος αὐτὴν σφάξαι. πῇ ξίφος ἰθύνεις; κατὰ γαστέρος, ἢ κατὰ μαζῶν; γαστὴρ ἥδʼ ἐλόχευσεν, ἀνεθρέψαντο δὲ μαζοί.

佚名 当俄瑞斯忒斯正欲将克吕泰涅斯特拉 诛戮之时,她会说出怎样的言语? “你的剑锋指向何处?是刺向子宫,还是刺向乳房? 正是这子宫孕育了你,正是这双乳将你哺育。”

​Anonymi Epigrammatici ἂν περιλειφθῇ μικρὸν ἐν ἄγγεσιν ἡδέος οἴνου, εἰς ὀξὺ τρέπεται τοῦτο τὸ λειπόμενον οὕτω ἀπαντλήσας τὸν ὅλον βίον, εἰς βαθὺ δʼ ἐλθὼν γῆρας, ὁ πρεσβύτης γίνεται ὀξύχολος.

佚名 若在器皿中留有些许甘甜之酒, 这剩余之物便会化为酸醋; 同样,耗尽了整个生命、步入深沉暮年的 老人,性情亦变得暴躁易怒。

​Nestor εἷρπε δράκων, καὶ ἔπινεν ὕδωρ· σβέννυντο δὲ πηγαὶ καὶ ποταμὸς κεκόνιστο, καὶ ἦν ἔτι διψαλέος θήρ.

涅斯托耳 巨龙蜿蜒而行,狂饮其水:泉眼干涸, 河流化为尘埃,而那巨兽却依旧焦渴。

​Nestor εἷρπε τὸ μέν, τὸ δʼ ἔμελλε, τὸ δʼ ἦν ἔτι νωθρὸν ἐν εὐνῇ· αὐτὰρ ὃ διψήσας ποταμῷ ὑπέθηκε γένειον. πᾶς δʼ ἄρα Κηφισὸς εἴσω ῥέεν ἀργαλέον δὲ ἀνθερεὼν κελάρυζε. κατερχομένου δὲ ῥεέθρου, Κηφισὸν κώκυον ὀλωλότα πολλάκι Νύμφαι.

涅斯托耳 它躯体的一部分在爬行,一部分正欲动弹,另一部分仍慵懒地横卧于穴巢之中; 然而它受焦渴驱使,将下颌浸入河中。 整座凯菲索斯河尽数向其腹中流淌,喉咙发出可怕的 汨汨轰鸣。随着水流消逝, 仙女们屡屡为陨灭的凯菲索斯痛哭哀悼。

130

​Anonymi Epigrammatici Παλλάδος εἰμὶ φυτόν· Βρομίου τί με θλίβετε κλῶνες ἄρατε τοὺς βότρυας· παρθένος οὐ μεθύω.

佚名 我是帕拉斯的树木(橄榄):布罗米奥斯(葡萄)的枝条啊,为何要压迫于我? 移开葡萄串吧:我是处女,绝不沉醉。

​Anonymi Epigrammatici οὔρεσιν ἐν δολιχοῖς βλωθρὴν πίτυν ὑέτιός με πρόρριζον γαίης ἐξεκύλισε Νότος· ἔνθεν ναῦς γενόμην, ἀνέμοις πάλιν ὄφρα μάχωμαι, ἄνθρωποι τόλμης οὔ ποτε φειδόμενοι.

佚名 在绵延的山峦间,伴雨的南风将我这株高耸的 松树,连根拔起并滚下大地; 自此我化身为船,以便再次与风暴搏斗, 人类当真从不吝于逞其狂妄!

​Anonymi Epigrammatici σωφροσύνη καὶ Ἔρως κατεναντίον ἀλλήλοισιν ἐλθόντες ψυχὰς ὤλεσαν ἀμφότερον· Φαίδρην μὲν κτεῖνεν πυρόεις πόθος Ἱππολύτοιο· Ἱππόλυτον δʼ ἁγνὴ πέφνε σαοφροσύνη·.

佚名 节制与厄罗斯狭路相逢, 两相交战,毁灭了双方的灵魂: 对希波吕托斯炽烈的欲望杀死了淮德拉, 而纯洁的节制亦夺去了希波吕托斯的性命。

​Anonymi Epigrammatici εἴ τις ἅπαξ γήμας πάλι δεύτερα λέκτρα διώκει, ναυηγὸς πλώει δὶς βυθὸν ἀργαλέον.

佚名 若有人成婚一次之后,又复追寻第二次床第之欢, 他便宛如遭遇海难之人,再度航行于险恶的深渊。

​Anonymi Epigrammatici

佚名 佚名

135

​Anonymi Epigrammatici ἐλπὶς, καὶ σὺ Τύχη, μέγα χαίρετε· τὴν ὁδὸν εὗρον οὐκέτι γὰρ σφετέροις ἐπιτέρπομαι. ἔρρετε ἄμφω, οὕνεκεν ἐν μερόπεσσι πολυπλανέες μάλα, ἐστέ. ὅσσα γὰρ ἀτρεκέως οὐκ ἔσσεται, ὔμμες ἐν ἡμῖν φάσματα, ὡς ὕπνῳ, ἐμβάλλετε, οἷά τʼ ἐόντα.2 ἔρρε κακὴ γλήνη, πολυώδυνε· ἔρρετε ἄμφω. παίζοιτʼ, εἴγε θέλοιτε, ὅσους ἐμεῦ ὕστερον ὄντας εὕροιτʼ οὐ νοέοντας ὅπερ θέμις ἐστὶ νοῆσαι. ἀτρεκέως μάλα πᾶσι πλάνη Τύχη ἐστὶ βροτοῖσιν ἔστι γὰρ ἀδρανέη, τὸ δʼ ἐπιπλέον οὐδὲ πέλουσα. γράψε τίς; οἶδε θεός· τίνος εἵνεκεν; οἶδε καὶ αὐτός.

希望,还有你,命运,永别了!我已寻得正途; 因我不再因你们的赐予而欣悦。你们两个都滚开吧, 因你们在凡人之中乃是极大的惑乱。 凡是确凿不会成真之事,你们便如同在梦中一般, 将其化作幻象注入我们心间,仿佛它们真切存在。 滚开吧,多致痛苦的丑陋傀儡!你们两个都滚开! 去与那些继我之后、尚未明晓理当明晓之理的人 尽情玩弄吧,若你们愿意的话。 确凿无疑,命运对于一切凡人皆是纯然的迷妄; 因它软弱无力,甚至根本未曾存在。 何人所写?神明知晓。因何而作?他自己亦心知肚明。

​Flavius Cyrus αἴθε πατήρ μʼ ἐδίδαξε δασύτριχα μῆλα νομεύειν, ὥς κεν ὑπὸ πτελέῃσι καθήμενος, ἢ ὑπὸ πέτρῃς συρίσδων καλάμοισιν ἐμὰς τέρπεσκον3 ἀνίας. Πιερίδες, φεύγωμεν ἐυκτιμένην πόλιν ἄλλην πατρίδα μαστεύσωμεν. ἀπαγγελέω δʼ ἄρα πᾶσιν ὡς ὀλοοὶ κηφῆνες ἐδηλήσαντο μελίσσας.

弗拉维乌斯·居鲁士 但愿家父曾教导我牧放毛发浓密的羊群, 这样我便能安坐在榆树下,抑或岩石旁, 吹奏着芦笛以宽慰心中的忧烦! 庇厄利亚的仙女们啊,让我们逃离这座营建精美的城池,另觅 一方故土吧。我将向世人宣告, 毁灭性的雄蜂已然残害了蜜蜂。

​Hadrianus Imperator τινος ἡμιξήρου πρὸς Ἁδριανὸν τὸν βασιλέα ἥμισύ μου τέθνηκε, τὸ δʼ ἥμισυ λιμὸς ἐλέγχει· σῶσόν μου, βασιλεῦ, μουσικὸν ἡμίτονον. πρὸς ὃν ὁ βασιλεὺς Ἁδριανὸς ἀπεκρίνατο ἀμφοτέρους ἀδικεῖς καὶ Πλουτέα καὶ Φαέθοντα· τὸν μὲν ἔτʼ εἰσορόων, τοῦ δʼ ἀπολειπόμενος.4

哈德良皇帝(某半身枯萎者致哈德良王) “我的一半身躯已死,另一半正受着饥荒的折磨; 王啊,求你拯救我这音乐的半音(半个人身)吧。” 哈德良王对此作答道: “你对普鲁托与法厄同双方皆犯下了不义: 因为你依旧仰望着后者,却又迟迟不肯归附前者。”

​Anonymi Epigrammatici ἦν νέος, ἀλλὰ πένης· νῦν γηρῶν πλούσιός εἰμι, ὦ μόνος ἐκ πάντων οἰκτρὸς ἐν ἀμφοτέροις· ὃς τότε μὲν χρῆσθαι δυνάμην, ὁπότʼ οὐδὲ ἓν εἶχον, νῦν δʼ ὁπότε χρῆσθαι μὴ δύναμαι, τότʼ ἔχω.

佚名 我曾年轻,但贫困潦倒;如今衰老我却家财万贯, 唉,在众人之中唯独我在两种境遇下皆极可悲! 当年一无所有之时我本可享用, 如今无法享用之时我却拥有了财富。

​Claudianus Μαχλὰς ἐϋκροτάλοισιν ἀνευάζουσα χορείαις, δίζυγα παλλομένοισι τινάγμασι χαλκὸν ἀράσσει· τῆς μὲν ὑποκλέπτων πολιὴν τρίχα, γείτονα μοίρης. ἠλεμάτοις ἀκτῖσι χαράσσεται ὄμματος αὐγή ψευδόμενον δʼ ἐρύθημα κατέγραφεν ἄχροος αἰδώς, ἀγλαΐῃ στέψασα νόθῃ κεκαλυμμένα μῆλα.

克劳狄安 荒淫的妇人伴着铿锵的响板狂乱起舞,发出欢呼, 随着颤动的跃步敲击着成对的青铜; 她暗中遮掩着白发——那命运与死亡的邻人; 眼眸的光彩被虚妄的光线刻画, 苍白失色的羞愧涂抹着虚假的红晕, 以矫饰的美艳装点着被遮盖的面颊。

语法注4 条
  1. 9.125οὐ πάρος εἰσὶ τοκῆες, πρὶν πάιν ἀθρήσωσι

    οὐ πάρος ... πρίν(直到……才……/在……之前绝不……)句式。因主句为否定句,πρίν 从句接虚拟式(ἀθρήσωσι),表示时间与条件上的界限。

  2. 9.135ὅσσα γὰρ ἀτρεκέως οὐκ ἔσσεται, ὔμμες ἐν ἡμῖν φάσματα, ὡς ὕπνῳ, ἐμβάλλετε, οἷά τʼ ἐόντα

    包含语序倒装与介词省略的复杂句。关系分句 ὅσσα ... οὐκ ἔσσεται 无先行词,充当主句 ἐμβάλλετε 的先行动作内容。ὡς ὕπνῳ 省略了介词,即 ὡς ἐν ὕπνῳ(“如在梦中一般”),中性复数分词 οἷά τʼ ἐόντα 修饰 φάσματα,表示“仿佛是真实存在之物”。

  3. 9.136ὥς κεν ... τέρπεσκον

    承接前文由 αἴθε + 直陈式过去时所表达的过去未实现的愿望。ὥς κεν(即 ὡς ἄν)与带有反复后缀的未完成过去时 τέρπεσκον 连用,构成非真实条件句的结论部分:“(若如此)我便能藉以宽慰(忧烦)”。

  4. 9.137τὸν μὲν ἔτʼ εἰσορόων, τοῦ δʼ ἀπολειπόμενος

    与上句的“普鲁托(冥府/死亡)与法厄同(太阳/光明)”构成交错对应(chiasmus)。τὸν μὲν 指代后出现的法厄同(“仍在瞻仰着他”,即活在阳光下),而 τοῦ δʼ 则指代先提及的普鲁托(“仍脱离/落后于他”,即尚未归入冥府)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.125-9.139