- 底本
- Greek Anthology, Vol. 3. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.140-9.152
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
诸首诗作依次吟咏了作诗之艰辛、癫狂者与嗜睡者互愈病痛、对潘神与阿佛洛狄忒的祈愿、第欧根尼在冥府嘲弄克罗伊索斯、悲喜两派哲人、贫苦牧民尽失牲畜后自缢的悲剧,以及对科林斯与特洛伊陷落覆灭的哀悼。
Claudius Claudianus ἕδρην χαλκεόπεζον ἐπὶ προθύροις Ἑλικῶνος εἱστήκει θεράπων τις ὑπὲρ νώτοιο μεμαρπώς, οὐδʼ ἔθελεν μογέοντι πορεῖν ἐπίβαθρον ἀοιδῆς· τοὔνεκά μευ θώρηξε νόον πολύμητις ἀνάγκη.
克劳狄乌斯·克劳狄安 在赫利孔山的前门,有一位仆从 将一把铜足座椅负于背上牢牢抓住并伫立着, 不肯为辛劳的我提供通往诗歌之阶梯; 为此,足智多谋的必然性武装了我的心灵。
Anonymi Epigrammatici κοινῇ πὰρ κλισίῃ ληθαργικὸς ἠδὲ φρενοπλὴξ κείμενοι, ἀλλήλων νοῦσον ἀπεσκέδασαν. ἐξέθορε κλίνης γὰρ ὁ τολμήεις ὑπὸ λύσσης, καὶ τὸν ἀναίσθητον παντὸς ἔτυπτε μέλους. πληγαὶ δʼ ἀμφοτέροις ἐγένοντʼ ἄκος, αἷς ὁ μὲν αὐτῶν ἔγρετο, τὸν δʼ ὕπνῳ πουλὺς ἔριψε κόπος.
佚名 在同一张卧榻旁,嗜睡者与发狂者 躺在一起,驱散了彼此的病痛。 因为那发狂的胆大之徒受癫狂驱使从榻上跳起, 痛打那全身毫无知觉之人的每一处肢体。 击打遂成为两人的良药,借此一人 醒转过来,另一人则因深重的疲惫倒头入眠。
Anonymi Epigrammatici Κρημνοβάταν, δίκερων, Νυμφῶν ἡγήτορα Πᾶνα ἁζόμεθʼ, ὃς πετρίνου τοῦδε κέκηδε δόμου, ἵλαον ἔμμεναι ἄμμιν, ὅσοι λίβα τήνδε μολόντες ἀενάου πόματος, δίψαν ἀπωσάμεθα.
佚名 我们敬奉攀登绝壁、生有双角、仙女的领路人潘神, 他看护着这座岩石居所, 愿他对我们施予恩泽——对我们所有来到这处 常流之泉的细流、驱散了焦渴的人。 安提帕特
Antipater λιτός τοι δόμος οὗτος ʽ ἐπεὶ παρὰ κύματι πηγῷ ἵδρυμαι νοτερῆς δεσπότις ἠιόνοςʼ, ἀλλὰ φίλος· πόντῳ γὰρ ἐπὶ πλατὺ δειμαίνοντι χαίρω, καὶ ναύταις εἰς ἐμὲ σῳζομένοις.1 ἱλάσκευ τὴν Κύπριν ἐγὼ δέ σοι ἢ ἐν ἔρωτι οὔριος, ἢ χαροπῷ πνεύσομαι ἐν πελάγει.
此居所虽简陋(因在汹涌的波涛旁, 我被立为潮湿海岸的女主人), 却受人亲近;因我欣喜于那辽阔而心怀畏惧的大海, 并欣喜于因我而得救的水手们。 当祈求塞浦路斯女神的庇佑:我将为你吹起顺风,无论是在爱情中, 还是在那波光粼粼的汪洋之上。
Anyte Κύπριδος οὗτος ὁ χῶρος, ἐπεὶ φίλον ἔπλετο τήνᾳ, αἰὲν ἀπʼ ἠπείρου λαμπρὸν ὁρῆν πέλαγος, ὄφρα φίλον ναύτῃσι τελῇ πλόον ἀμφὶ δὲ πόντος δειμαίνει, λιπαρὸν δερκόμενος ξόανον.
阿纽忒 此地属于塞浦路斯女神,因她乐于 常自陆地眺望那明澈的海洋, 以便为水手们成全称心的航程;而周围的大海 仰望着她明辉的木雕神像,肃然起敬。
Anonymi Epigrammatici ἐλθὼν εἰς ἀίδην, ὅτε δὴ σοφὸν ἤνυσε γῆρας, Διογένης ὁ κύων Κροῖσον ἰδὼν ἐγέλα, καὶ στρώσας ὁ γέρων τὸ τριβώνιον ἐγγὺς ἐκείνου, τοῦ πολὺν ἐκ ποταμοῦ χρυσὸν ἀφυσσαμένου, εἶπεν “ἐμοὶ καὶ νῦν πλείων τόπος· ὅσσα γὰρ εἶχον, πάντα φέρω σὺν ἐμοί· Κροῖσε, σὺ δʼ οὐδὲν ἔχεις.”
佚名 当行尽了明智的暮年而归入冥府时, 犬儒第欧根尼一见克罗伊索斯便大笑起来, 老人在那曾从河中汲取巨量黄金的 人身旁铺开破旧的斗篷, 说道:“如今我倒拥有更宽敞的地方;因我过去所拥有的, 全都随身携带;克罗伊索斯啊,你却一无所有。”
Anonymi Epigrammatici ἐλπίδα καὶ Νέμεσιν Εὔνους παρὰ βωμὸν ἔτευξα, τὴν μὲν, ἵνʼ ἐλπίζῃς· τὴν δʼ, ἵνα μηδὲν ἔχῃς.
佚名 我欧努斯在祭坛旁立起了希望与涅墨西斯: 前者使你怀抱希望;后者使你一无所获。 安塔哥拉斯
Antagoras ὦ ἴτε Δήμητρος πρὸς ἀνάκτορον, ὦ ἴτε, μύσται, μὴ δʼ ὕδατος προχοὰς δείδιτε χειμερίους. τοῖον γὰρ Ξενοκλῆς [ὁ Ξείνιδος ἀσφαλὲς ὔμμιν ζεῦγμα διὰ πλατέος τοῦδʼ ἔβαλεν ποταμοῦ.
去吧,去德墨忒尔的殿宇,去吧,秘仪信徒们, 莫要惧怕冬日泛滥的水流。 因赛尼斯之子赛诺克勒斯,已为你们 横跨这宽阔的河流架设起如此坚固的桥梁。
Anonymi Epigrammatici τὸν βίον, Ἡράκλειτε, πολὺ πλέον ἤπερ ὅτʼ ἔζης δάκρυε· νῦν ὁ βίος ἔστʼ ἐλεεινότερος. τὸν βίον ἄρτι γέλα, Δημόκριτε, τὸ πλέον ἢ πρὶν νῦν ὁ βίος πάντων ἐστὶ γελοιότερος. εἰς ὑμέας δὲ καὶ αὐτὸς ὁρῶν, τὸ μεταξὺ μεριμνῶ πῶς ἅμα σοὶ κλαύσω, πῶς ἅμα σοὶ γελάσω.
佚名 为人生哭泣吧,赫拉克利特,要比你生前哭得 多得多;如今的人生更加凄惨可怜。 对人生大笑吧,德谟克利特,要比往昔笑得更多; 如今的人生比万物都更加荒唐可笑。 我自己注视着你们两位,在两者之间焦虑思忖, 该如何与你同哭,又该如何与你同笑。
Antipater εἶχεν Ἀριστείδης ὁ βοκέρριος οὐκ ἀπὸ πολλῶν πολλά, μιῆς δʼ ὄιος καὶ βοὸς εὐπορίην. ἀλλὰ γὰρ οὐδʼ ὁ πένης ἔφυγε φθόνον ἤματι δʼ αὐτῷ θῆρες ὄιν, τὴν βοῦν δʼ ὤλεσε δυστοκίη. μισήσας δʼ ἀβληχὲς ἐπαύλιον, ἅμματι πήρης ἐκ ταύτης βιοτὴν ἀχράδος ἐκρέμασεν.
安提帕特 牧民阿里斯泰得斯所拥有的,并非源自丰厚资财的 巨富,而仅是一羊一牛的生计。 然而连这贫苦之人亦未能逃脱嫉妒;就在同一天, 野兽咬死了羊,难产夺去了牛的性命。 他厌弃了这不再有咩叫声的牧圈,用干粮袋的绳结 将自己的生命悬吊在这棵野梨树上。
Antipater πλοῦτος Ἀριστείδῃ δάμαλις μία καὶ τριχόμαλλος ἦν ὄις· ἐκ τούτων λιμὸν ἔλαυνε θύρης. ἤμβροτε δʼ ἀμφοτέρων· ἀμνὴν λύκος, ἔκτανε δʼ ὠδὶς τὴν δάμαλιν πενίης δʼ ὤλετο βουκόλιον. πηροδέτῳ δʼ ὃ γʼ ἱμάντι κατʼ αὐχένος ἅμμα λυγώσας, οἰκτρὸς ἀμυκήτῳ κάτθανε πάρ καλύβῃ,
安提帕特 阿里斯泰得斯的财富仅是一头小母牛和一只 多毛的绵羊;借由它们他曾将饥荒拒于门外。 但他失去了两者:恶狼杀死了羔羊,阵痛 夺去了母牛;穷人的牛群就此覆灭。 他用系束袋子的皮带在颈项上打了个活结, 凄惨地死在这不再有哞叫声的茅屋旁。
Antipater ποῦ τὸ περίβλεπτον κάλλος σέο, Δωρὶ Κόρινθε; ποῦ στεφάναι πύργων, ποῦ τὰ πάλαι κτέανα, ποῦ νηοὶ μακάρων, ποῦ δώματα, ποῦ δὲ δάμαρτες Σισύφιαι, λαῶν θʼ αἱ ποτε μυριάδες; οὐδὲ γὰρ οὐδʼ ἴχνος, πολυκάμμορε, σεῖο λέλειπται, πάντα δὲ συμμάρψας ἐξέφαγεν πόλεμος. μοῦναι ἀπόρθητοι Νηρηίδες, Ὠκεανοῖο κοῦραι, σῶν ἀχέων μίμνομεν ἁλκυόνες.
安提帕特 多利斯的科林斯啊,你那引人注目的美景如今何在? 城楼的冠冕何在?往昔的珍宝何在? 福佑神明的庙宇何在?殿宇何在?西绪福斯的 妻子们何在?昔日千万民众如今何在? 多灾多难之城啊,连你的痕迹都未曾留存, 战争攫取并吞噬了一切。 唯独我们未遭洗劫的涅瑞伊得斯仙女——大洋的 女儿们,留下来充当哀悼你苦难的翠鸟。
Agathias Scholasticus ἅδε ποθʼ ἁ κλεινὰ Πριάμου πόλις, ἃν ἀλαπάξαι Ἑλλάνων δεκέτης οὐκ ἐτάλασσεν ἄρης ἀμφαδόν, ἀλλʼ ἵπποιο κακὸν ξύλον. αἴθε δʼ Ἐπειὸς κάτθανε πρὶν τεῦξαι δουρατέαν παγίδα. οὐ γὰρ ἄν, Ἀτρειδᾶν ὀροφηφάγον ἁψαμένων πῦρ, οὕτω ἐφʼ ἁμετέροις λάεσιν ἠριπόμαν.2
阿加西亚斯·斯科拉斯蒂库斯 这曾是普里阿摩斯名扬四海的城邦,当年希腊人 长达十年的武力亦不敢将其 公然扫荡,唯凭木马那邪恶的木料方得逞。但愿厄珀奥斯 在造出这木制陷阱之前便已死去! 若如此,纵使阿特柔斯之子点燃吞噬屋顶的烈火, 我亦不致这般坍塌在自己的基石之上。
- 9.143εἰς ἐμὲ σῳζομένοις
介词 εἰς 加宾格在此不仅表示方向(“向着我”),更含有求助或庇护的意味(“投奔我而得救”或“仰赖我而得救”)。它体现了水手们依靠伫立在海滨的女神及其庇佑而摆脱海难的因果与依附关系。
- 9.152οὐ γὰρ ἄν, Ἀτρειδᾶν ὀροφηφάγον ἁψαμένων πῦρ, οὕτω ἐφʼ ἁμετέροις λάεσιν ἠριπόμαν.
该句以 ἄν 搭配直陈式过去时(不定过去时 ἠριπόμαν)构成与过去事实相反的虚拟语气主句(结果句),承接前句对过去事实的愿望 αἴθε δʼ Ἐπειὸς κάτθανε(“但愿厄珀奥斯早已死去”)作为实际上的条件从句。插入其中的独立属格 Ἀτρειδᾶν... ἁψαμένων πῦρ 则充当让步或情况背景(“纵使阿特柔斯之子点燃大火”),标明即便发生此事主句的崩塌亦本不会发生。
