- 底本
- Greek Anthology, Vol. 3. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.107-9.124
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本组短诗包罗万象:小舟论述海上的运气,厄罗斯对宙斯的机敏应对,兼作防具与浮舟的盾牌,对中庸自足的赞美,色雷斯人悲生乐死的习俗,寿命之限,除灭臭虫,母亲以乳房挽救险些坠落的幼童,阿喀琉斯的盾牌被海浪送至埃阿斯之墓,赫卡柏对波吕克塞娜之死的痛诉,以及燕捕鸣蝉、荆棘疗愈盲羊等讽喻与机智之作。
Leonidas τὴν μικρήν με λέγουσι, καὶ οὐκ ἴσα ποντοπορεύσαις ναυσὶ διιθύνειν ἄτρομον εὐπλοΐην οὐκ ἀπόφημι δʼ ἐγώ· βραχὺ μὲν σκάφος, ἀλλὰ θαλάσσῃ πᾶν ἴσον1 οὐ μέτρων ἡ κρίσις, ἀλλὰ τύχης. ἔστω πηδαλίοις ἑτέρῃ πλέον ἄλλο γὰρ ἄλλῃ θάρσος· ἐγὼ δʼ εἴην δαίμοσι σῳζομένη.
莱奥尼达斯 人们称我为小舟,说我不能像那些航行于大洋的 船舶一般,保持毫无畏惧的顺遂航程。 我并不否认:我的船身固然短小,但对于大海而言, 一切皆是平等的;所作的裁决不在于尺寸,而在于运气。 且让别只船更多地倚仗舵柄吧;因为不同的船各有其 底气所在:而愿我能在神明的庇佑下得享保全。
Anonymi Epigrammatici ὁ Ζεὺς πρὸς τὸν Ἔρωτα· βέλη τὰ σὰ πάντʼ ἀφελοῦμαι· χὠ πτανός· Βρόντα, καὶ πάλι κύκνος ἔσῃ.
佚名 宙斯对厄罗斯说: “我要把你所有的箭矢全行收缴。” 而那生翼的小儿答道: “打雷吧,这样你便会再次变成天鹅!”
Julius Diocles οὐκ οἶδʼ εἴτε σάκος λέξαιμί σε, τὴν ἐπὶ πολλοὺς ἀντιπάλους πιστὴν σύμμαχον ὡπλισάμην,2 εἴτε σε βαιὸν ἐμοὶ πόντου σκάφος, ἥ μʼ ἀπὸ νηὸς ὀλλυμένης κόμισας νηκτὸν ἐπʼ ἠιόνας. Ἄρεος ἐν πολέμοις ἔφυγον χόλον, ἔν τε θαλάσσῃ Νηρῆος· σὺ δʼ ἄρʼ ἦς ὅπλον ἐν ἀμφοτέροις.
尤利乌斯·狄奥克勒斯 我不知该称你为盾牌——我曾佩戴着你 作为迎击诸多仇敌的忠实盟友, 还是该称你为我渡海的小艇——从倾覆沉没的 船上,你将泅水的我送上了海滩。 在战阵中我逃脱了阿瑞斯的忿怒,在海面上 又避开了涅柔斯的怒火;你在两者之中皆是我的甲兵。
Alpheus οὐ στέργω βαθυληίους ἀρούρας, οὐκ ὄλβον πολύχρυσον, οἷα Γύγης. αὐτάρκους ἔραμαι βίου, Μακρῖνε· τὸ Μηθὲν γὰρ ἄγαν ἄγαν με τέρπει.
阿尔斐奥斯 我不喜结满厚实麦穗的田地, 亦不羡黄金充栋的财富,如同巨吉斯所拥有的那般。 我心向往之者,自足之生也,马克里努斯啊; 因为“过犹不及”之训,委实令我欣悦至极。
Archias Θρήικας αἰνείτω τις, ὅτι στοναχεῦσι μὲν υἷας μητέρος ἐκ κόλπων πρὸς φάος ἐρχομένους, ἔμπαλι δʼ ὀλβίζουσιν ὅσους αἰῶνα λιπόντας ἀπροϊδὴς Κηρῶν λάτρις ἔμαρψε Μόρος. οἱ μὲν γὰρ ζώοντες ἀεὶ παντοῖα περῶσιν ἐς κακά, τοὶ δὲ κακῶν εὗρον ἄκος φθίμενοι.
阿尔基阿斯 应当有人赞美色雷斯人,因为他们哀泣那些 从母亲子宫步入光明的初生之子, 相反却称颂所有脱离尘世、被那猝不及防的 命运侍从——死神所夺走的人们。 因为生者无时无刻不在历经形形色色的 灾难,而死者却于逝去之中找到了除灭诸般苦难的良药。
Antipater τρὶς δέκα με πνεύσειν καὶ δὶς τρία μάντιες ἄστρων φασὶν ἐμοὶ δʼ ἀρκεῖ καὶ δεκὰς ἡ τριτάτη· τοῦτο γὰρ ἀνθρώποις βιοτῆς ὅρος· ἡ δʼ ἐπὶ τούτοις Νέστορι· καὶ Νέστωρ δʼ ἤλυθεν εἰς ἀίδην,
安提帕特 星占家们断言,我将呼吸三十 又六个春秋;然而对于我而言,第三个十年已然足矣: 因为这已是常人寿命的极限;至于在这之上的岁月, 只属于涅斯托耳;而涅斯托耳最终亦归于哈得斯。
Parmenion οἱ κόρις ἄχρι κόρου κορέσαντό μου· ἀλλʼ ἐκορέσθην ἄχρι κόρου καὐτὸς τοὺς κόρις ἐκκορίσας.
帕耳墨尼翁 臭虫们饱餐于我,直至胀饱;但我自己 在将臭虫们涤除殆尽之后,亦饱尝了快意。
Parmenion παιδὸς ἀφʼ ὑψηλῶν κεράμων ὑπὲρ ἄκρα μέτωπα κύπτοντος ʽΜοῖρα νηπιάχοις ἄφοβονʼ, μήτηρ ἐξόπιθεν μαζῷ μετέτρεψε νόημα· δὶς δὲ τέκνῳ ζωὴν ἓν κεχάριστο γάλα,3
帕耳墨尼翁 当孩童从高高的瓦顶上探出身躯、越过了最外侧的边缘 (命运使幼童毫无惧色), 母亲从身后以乳房扭转了他的心念; 于是单单一掬乳汁,便两度将性命赐予了幼儿。
Anonymi Epigrammatici ἀσπίδʼ Ἀχιλλῆος, τὴν Ἕκτορος αἷμα πιοῦσαν, Λαρτιάδης Δαναῶν ἦρε κακοκρισίῃ·· ναυηγοῦ δὲ θάλασσα κατέσπασε, καὶ παρὰ τύμβον Αἴαντος νηκτὴν ὥρμισεν, οὐκ Ἰθάκῃ,
佚名 饮过赫克托耳鲜血的阿喀琉斯之盾, 拉厄耳忒斯之子凭着达奈亚人的昏庸评判将其攫取; 然而大海将它从遭遇海难的他身边扯下,并使它泅游着 停泊在埃阿斯的墓冢之旁,而非泊于伊萨卡。
Anonymi Epigrammatici καλὰ Ποσειδάων δίκασεν πολὺ μᾶλλον Ἀθήνης· καὶ κρίσιν Ἑλλήνων στυγερὴν ἀπέδειξε θάλασσα, καὶ Σαλαμὶς ἀπέχει κῦδος ὀφειλόμενον.
佚名 波塞冬作出的判决,远胜雅典娜所为; 大海昭示了希腊人的判决是可憎的, 而萨拉米斯亦赢得了其应得的荣耀。
Anonymi Epigrammatici ἀσπὶς ἐν αἰγιαλοῖσι βοᾷ, καὶ σῆμα τινάσσει, αὐτόν σ’ ἐκκαλέουσα, τὸν ἄξιον ἀσπιδιώτην ἔγρεο, παῖ Τελαμῶνος, ἔχεις σάκος Αἰακίδαο.
佚名 盾牌在海滩上呐喊,震撼着墓冢, 呼唤着你本人,那位配得上这面盾牌的战士: “醒来吧,忒拉蒙之子,你已拥有埃阿科斯后裔的神盾!”
Statyllius Flaccus πένθιμον ἡνίκα πατρὶ Πολυξείνης ὑμέναιον ἤνυσεν ὀγκωτοῦ Πύρρος ὕπερθε τάφου, ὧδε πολυκλαύτοιο κόμας λακίσασα καρήνου Κισσηὶς τεκέων κλαῦσε φόνους Ἑκάβη· “πρόσθε μὲν ἀξονίοις φθιτὸν εἴρυσας Ἕκτορα δεσμοῖς· νῦν δὲ Πολυξείνης αἷμα δέχῃ φθίμενος· Αἰακίδη, τί τοσοῦτον ἐμῇ ὠδύσσαο νηδυῖ; παισὶν ἔφυς γὰρ ἐμοῖς ἤπιος οὐδὲ νέκυς.”
斯塔提利乌斯·弗拉克库斯 当皮洛士在耸起的墓冢之上,为亡父 完成了波吕克塞娜那场凄惨的婚礼之时, 基修斯之女赫卡柏撕扯着满含哀泣之头颅的乱发, 如此这般哭诉着儿女们惨遭屠戮的命运: “从前你曾用车轴的绳索拖拽死去的赫克托耳; 如今你虽已亡故,却仍在受纳波吕克塞娜的热血。 埃阿科斯的后人啊,为何对我腹中所出怀有这般深仇? 因你即便化作亡灵,对我膝下的儿女亦无半分仁慈。”
Besantinus ὤ μοι ἐγὼν ἥβης καὶ γήραος οὐλομένοιο· τοῦ μὲν ἐπερχομένου, τῆς δʼ ἀπονισαμένης,
贝桑提努斯 呜呼哀哉,痛惜青春与毁灭一切的迟暮暮年! 前者正在消逝远去,后者却在步步逼近。
Palladas εἴ τις ἀνὴρ ἄρχων ἐθέλει κολάκων ἀνέχεσθαι, πολλοὺς ἐκδώσει τοῖς μιαροῖς στόμασιν ὥστε χρὴ τὸν ἄριστον, ἀπεχθαίροντα δικαίως, ὡς κόλακας μισεῖν τοὺς κολακευομένους.
帕拉达斯 若有任何身居统治之位者甘愿容忍谄媚之徒, 他必将把众人交托于那些污秽之口予以摧残; 因此至善之人理应怀抱正当的怨憎, 痛恨受谄媚者,犹如痛恨谄谀之人一般。
Pseudo-Lucianus φαῦλος ἀνὴρ πίθος ἐστὶ τετρημένος, εἰς ὃν ἁπάσας ἀντλῶν τὰς χάριτας, εἰς κενὸν ἐξέχεας.
伪琉善 卑劣之徒乃是一只漏底的陶瓮,任凭你将 所有的恩惠汲水般倾注其中,亦不过是尽数泻入虚空。
Anonymi Epigrammatici Σπάρτας καὶ Σαλαμῖνος ἐγὼ φυτὸν ἀμφήριστον κλαίω δʼ ἠιθέων ἔξοχον ἢ προμάχων.
佚名 我是斯巴达与萨拉米斯两地争执不下的苗裔; 我哀悼青年人中抑或前线战士中最为杰出之士。
Euenus Ἀτθὶ κόρα μελίθρεπτε, λάλος λάλον ἁρπάξασα τέττιγα πτανοῖς δαῖτα φέρεις τέκεσιν, τὸν λάλον ἁ λαλόεσσα, τὸν εὔπτερον ἁ πτερόεσσα, τὸν ξένον ἁ ξείνα, τὸν θερινὸν θερινά; κοὐχὶ τάχος ῥίψεις; οὐ γὰρ θέμις, οὐδὲ δίκαιον, ὄλλυσθʼ ὑμνοπόλους ὑμνοπόλοις στόμασιν.4
欧厄诺斯 受蜜糖滋养的阿提卡少女啊,饶舌的你捕获了同样饶舌的 蝉儿,要把它当作美餐带给生翼的幼雏么? 以喋喋不休者对喋喋不休者,以有翼者对健翼者, 以异乡之客对异乡之客,以盛夏之灵对盛夏之灵? 难道你还不迅速将它弃掷?因为让歌咏之灵亡于 歌咏之灵的口腹,既非神明之律法,亦非公义所容。
Julius Leonidas ἐκ θοίνης φάος ἔσχεν ἐπʼ ἀχράδα μηκὰς ἰοῦσα, ἐκ δʼ ἐφάνη τυφλὴν μηκέτʼ ἔχουσα κόρην· δισσῶν τὴν ἑτέρην γὰρ ἐκέντρισεν ὀξὺς ἀκάνθης ὄζος. ἴδʼ ὡς τέχνης δένδρον ἐνεργότερον.
尤利乌斯·莱奥尼达斯 咩咩哀鸣的母羊前去野梨树,竟从进食中获得光明, 出现时不再带有盲目的眼瞳; 因为两只眼睛中的一只,被锐利的荆棘枝条 刺穿了。看哪,一株树木竟比医术更加灵验!
Anonymi Epigrammatici ποῖ Φοῖβος πεπόρευται; Ἄρης ἀναμίγνυται Δάφνῃ.
佚名 福玻斯行往何处去了?阿瑞斯正在与达芙涅交媾缠绵。
- 9.107ἀλλὰ θαλάσσῃ πᾶν ἴσον
θαλάσσῃ 是与格,表示参考基准(“对大海而言”)。πᾶν ἴσον 是主谓结构(“一切皆是平等的”),表明无论船只大小,在汪洋大海面前遭遇的风浪与风险是均等的。
- 9.109τὴν ἐπὶ πολλοὺς ἀντιπάλους πιστὴν σύμμαχον ὡπλισάμην
中间态动词 ὡπλισάμην 接双宾格(或宾语 τὴν 加上述语同格的宾格 πιστὴν σύμμαχον,意为“我为自己佩戴作为对抗众敌之忠实盟友的物”)。先行词 σάκος 为中性,但关系代词 τὴν 及后文的 ἥ 均用阴性,属于依据语义的一致(constructio ad sensum),因作者心中意指常为阴性的盾牌(ἀσπίς)。
- 9.114δὶς δὲ τέκνῳ ζωὴν ἓν κεχάριστο γάλα
κεχάριστο 是过去完成时中被动态形式,但作及物动词(“赐予/施惠”)解,以 ἓν γάλα 为主语,以与格 τέκνῳ 为间接宾语,对格 ζωὴν 为直接宾语。副词 δὶς 修饰全句,意指乳汁既在出生时赋予生命,此刻又通过阻止坠落而第二次救了孩子的性命。
- 9.122ὄλλυσθʼ ὑμνοπόλους ὑμνοπόλοις στόμασιν
接在非人称短语 οὐ θέμις, οὐδὲ δίκαιον 之后的不定式结构。ὑμνοπόλους 是被动不定式 ὄλλυσθαι 的逻辑主语(“歌咏者们/鸣鸟鸣蝉”),而 ὑμνοπόλοις στόμασιν 是工具与格(“被歌咏者的口”)。同源词的并置强调了同为音乐之灵却同类相残的违背天理。
