← 希腊诗选

希腊诗选 卷二

§8.90-8.104

悼凯萨里奥斯与戈尔戈妮亚及护墓诅咒

额我略悼念其弟凯萨里奥斯早逝的博学与美德,抒发对其夭折的深切悲痛,继而赞颂其姊妹戈尔戈妮亚及其夫阿里皮奥斯的虔敬一生,最后向企图毁损马提尼亚诺斯陵墓者发出冥府诸般酷刑的严厉诅咒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
90

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν οὐκ ἄγαμʼ, οὐκ ἄγαμαι δῶρον τόδε· τύμβον ἐδέξω μοῦνον ἀφʼ ἡμετέρων, Καισάριε, κτεάνων, γηραλέων τοκέων πικρὸν λίθον ὁ Φθόνος οὕτως ἤθελεν. ὦ ζωῆς πήμασι μακροτέρης.1

纳齐安的额我略,致同一位凯萨里奥斯: 我不喜悦,我绝不喜悦这件赐礼:在我们的财产中, 凯萨里奥斯啊,你只得到了坟墓, 年迈父母苦涩的石碑;嫉妒偏要如此。 叹因诸般苦难而延长的生命啊!

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν πᾶσαν ὅση σοφίη λεπτῆς φρενὸς ἐν μερόπεσσιν ἀμφὶ γεωμετρίην καὶ θέσιν οὐρανίων, καὶ λογικῆς τέχνης τὰ παλαίσματα, γραμματικήν τε ἠδʼ ἰητορίην, ῥητορικῆς τε μένος, Καισάριος πτερόωντι νόῳ μοῦνος καταμάρψας,2 αἰαῖ· πᾶσιν ὁμῶς νῦν κόνις ἐστʼ ὀλίγη.

纳齐安的额我略,致同一个人: 凡人之中属于敏锐心灵的全部智慧, 关于几何学与天体方位之学, 辩证术之搏击,语法学, 以及医术与修辞学的力量, 凯萨里奥斯独自以生翼的理智掌握了一切, 呜呼,如今他却与众人无异,化为些许尘土。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν πάντα κασιγνήτοισιν ἑοῖς λίπες· ἀντὶ δὲ πάντων τύμβον ἔχεις ὀλίγον, κύδιμε Καισάριε· ἡ δὲ γεωμετρίη τε, καὶ ἀστέρες ὧν θέσιν ἔγνως, ἥ τʼ ἰητορίη οὐδὲν ἄκος θανάτου.

纳齐安的额我略,致同一个人: 你把一切留给了同胞手足;而代替一切, 你所拥有的却是一座微小的陵墓,荣耀的凯萨里奥斯啊; 几何学,以及你通晓其方位的星辰, 还有医术,对死亡而言都毫无疗效。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν κάλλιμον ἐκ πατρίης σὲ μεγακλέα τηλόθʼ ἐόντα, ἄκρα φέροντα πάσης, Καισάριε, σοφίης, πέμψαντες βασιλῆι τὸν ἔξοχον ἰητήρων, φεῦ, κόνιν ἐκ Βιθυνῶν δεξάμεθʼ αὖ σε πέδου.

纳齐安的额我略,致同一个人: 俊美而远离故土却名扬四方、 身负一切智慧绝顶的你,医者中的翘楚啊, 当我们把你送往君王身边之后,凯萨里奥斯啊, 哀哉,我们却从比提尼亚的大地接回了化作微尘的你。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν σεισμῶν μὲν κρυερῶν ἔφυγες στονόεσσαν ἀπειλήν, ἡνίκα Νικαίης ἄστυ μίγη δαπέδῳ· νούσῳ δʼ ἀργαλέῃ ζωὴν λίπες. ὦ νεότητος σώφρονος, ὦ σοφίης, κάλλιμε Καισάριε.

纳齐安的额我略,致同一个人: 可怖地震的凄惨威胁你虽已逃脱, 在尼西亚城被夷为平地之时; 却因惨痛的疾病而告别了生命。叹严谨端方的 青春啊,叹智慧啊,俊美的凯萨里奥斯!

95

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν Γρηγορίου Νόννης τε θεουδέος υἷα φέριστον τύμβος ὅδʼ εὐγενέτην Καισάριον κατέχω, ἔξοχον ἐν λογίοισιν, ὑπείροχον ἐν βασιλῄοις, ἀστεροπὴν γαίης πείρασι λαμπομένην.

纳齐安的额我略,致同一个人: 敬畏神的额我略与农娜最杰出的儿子, 出身高贵的凯萨里奥斯,由我这座坟墓容纳着, 他在学者中出类拔萃,在王宫中卓越绝伦, 是照耀大地边缘的闪电。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν Καισαρίου φθιμένοιο κατήφησαν βασιλῆος αὐλαί, Καππαδόκαι δʼ ἤμυσαν ἐξαπίνης· καὶ καλὸν εἴ τι λέλειπτο μετʼ ἀνθρώποισιν ὄλωλεν, οἱ δὲ λόγοι σιγῆς ἀμφεβάλοντο νέφος.

纳齐安的额我略,致同一个人: 凯萨里奥斯殒落,君王的宫廷 垂头哀悼,卡帕多细亚人陡然垂首; 人世间若尚存何等美好,皆已化为乌有, 言论亦披上了沉默的云翳。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν εἴ τινα δένδρον ἔθηκε γόος, καὶ εἴ τινα πέτρην, εἴ τις καὶ πηγὴ ῥεῦσεν ὀδυρομένη, πέτραι καὶ ποταμοὶ καὶ δένδρεα λυπρὰ πέλοισθε, πάντες Καισαρίῳ γείτονες ἠδὲ φίλοι· Καισάριος πάντεσσι τετιμένος, εὖχος ἀνάκτων, αἰαῖ τῶν ἀχέωνʼ ἤλυθεν εἰς ἀίδην.

纳齐安的额我略,致同一个人: 若有哀恸曾使何人化为树木,何人化为顽石, 若有何处泉水曾因痛哭而奔流, 愿你们化作悲切的磐石、江河与树木, 凯萨里奥斯所有的邻人与好友啊; 受众人尊崇、君王之荣光的凯萨里奥斯, 悲夫诸多痛苦啊,他已走向幽冥。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν χεὶρ τάδε Γρηγορίοιο· κάσιν ποθέων τὸν ἄριστον, κηρύσσω θνητοῖς τόνδε βίον στυγέειν. Καισαρίῳ τίς κάλλος ὁμοίιος; ἢ τίς ἁπάντων τόσσος ἐὼν τόσσης εἷλε κλέος σοφίης; οὔτις ἐπιχθονίων ἀλλʼ ἔπτατο ἐκ βιότοιο ὡς ῥόδον ἐξ ἀνθέων, ὡς δρόσος ἐκ πετάλων.

纳齐安的额我略,致同一个人: 这是额我略的手笔:因眷恋至善的兄弟, 我向凡人昭示应当厌弃此尘世之生。 在俊美上谁可与凯萨里奥斯比肩?或在众人之中, 以如此年纪,谁曾赢得如此崇高智慧之声誉? 世间绝无一人;然而他飞离了生命, 犹如玫瑰脱离花丛,犹如朝露脱离花瓣。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν γείτονες εὐμενέοιτε καὶ ἐν κόλποισι δέχοισθε, Μάρτυρες, ὑμετέροις αἷμα τὸ Γρηγορίου, Γρηγορίου Νόννης τε μεγακλέος, εὐσεβίῃ τε καὶ τύμβοις ἱεροῖς εἰς ἓν ἀγειρομένους.3

纳齐安的额我略,致同一个人: 邻舍们啊,愿你们仁慈地将额我略的血脉 接纳进你们的怀抱中,殉道者们啊, 即显赫的额我略与农娜的血脉,他们因虔敬 与神圣的陵墓而被聚集在一起。

100

​Gregorius Nazianzenus εἰς τὸν αὐτὸν καὶ εἰς Φιλάγριον κλῦθι, Ἀλεξάνδρεια· Φιλάγριος ὤλεσε μορφὴν τῆς λογικῆς ψυχῆς οὔτι χερειοτέρην, Καισάριον δὲ νέον Φθόνος ἥρπασεν οὔποτε τοῖα πέμψεις εὐίπποις ἄνθεα Καππαδόκαις.

纳齐安的额我略,致同一个人及斐拉格里奥斯: 倾听吧,亚历山大:斐拉格里奥斯丧失了 绝不逊色于其理性灵魂的形体, 而嫉妒夺走了年轻的凯萨里奥斯;你再也不会 把这般鲜花送往善骑的卡帕多细亚人了。

​Gregorius Nazianzenus εἰς Γοργόνιον τὴν ἑαυτοῦ ἀδελφήν Γρηγορίου Νόννης τε φίλον τέκος ἐνθάδε κεῖμαι Γοργόνιον, ζωῆς μύστις ἐπουρανίης.

纳齐安的额我略,致其姊妹戈尔戈妮亚: 额我略与农娜的心爱之子,我戈尔戈妮亚 长眠于此,一位天国生命的领受秘仪者。

​Gregorius Nazianzenus εἰς Γοργόνιον οὐδὲν Γοργόνιον γαίῃ λίπεν, ὀστέα μοῦνα· πάντα δʼ ἔθηκεν ἄνω, Μάρτυρες ἀθλοφόροι.

纳齐安的额我略,致戈尔戈妮亚: 戈尔戈妮亚没有给大地留下任何东西,唯有骨骸; 她把一切都存放在了天上,凯旋的殉道者们啊。

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν καὶ εἰς Ἀλύπιον τὸν αὐτῆς ἄνδρα κτῆσιν ἑὴν σάρκας τε καὶ ὀστέα πάντʼ ἀναθεῖσα Γοργόνιον Χριστῷ, μοῦνον ἀφῆκε πόσιν οὐ μὰν οὐδὲ πόσιν δηρὸν χρόνον ἀλλʼ ἄρα καὶ τὸν ἥρπασεν ἐξαπίνης κύδιμον Ἀλύπιον. ὄλβιε ὀλβίστης ἀλόχου πόσι· τοῖς ῥα λοετροῖς λύματʼ ἀπωσάμενοι ζῆτε παλιγγενέες.

纳齐安的额我略,致同一个人及其丈夫阿里皮奥斯: 戈尔戈妮亚将自己的产业、肉体与白骨 尽皆奉献给基督,唯独留下了丈夫; 然而即便丈夫也未留久;实则她 转瞬间便也掳走了显赫的阿里皮奥斯。 至福之妻的蒙福丈夫啊;借着洗礼 涤除了污秽,愿你们作为重生者永存。

​Gregorius Nazianzenus ἐπιτάφιον εἰς Μαρτινιανόν εἴ τις Τάνταλός ἐστιν ἐν ὕδασιν αὖος ἀπίστοις, εἴ τις ὑπὲρ κεφαλῆς πέτρος ἀεὶ φοβέων, δαπτόμενόν τʼ ὄρνισιν ἀγήραον ἧπαρ ἀλιτροῦ, καὶ πυρόεις ποταμὸς, καὶ ζόφος ἀθάνατος, ταρτάρεοί τε μυχοὶ καὶ δαίμονες ἀγριόθυμοι, ἄλλαι τε φθιμένων τίσιες εἰν ἀίδι· ὅστις Μαρτινιανὸν ἀγακλέα δηλήσαιτο τύμβον ἀνοχλίζων, δείματα πάντα φέροι.4

纳齐安的额我略,题马提尼亚诺斯的墓志铭: 若有任何坦塔罗斯在靠不住的水波中干渴受熬, 若有任何悬于头顶常使人战栗的巨石, 若有罪人那被飞鸟啄食却永不衰竭的肝脏, 以及烈火之河、不灭的幽冥, 塔尔塔罗斯的深渊与性情暴戾的恶鬼, 以及幽冥中降于亡者的诸般报应: 凡撬动陵墓意图毁损显赫的马提尼亚诺斯者, 愿他承受这一切令人战栗的酷刑。

语法注4 条
  1. 8.90ὦ ζωῆς πήμασι μακροτέρης

    由感叹词 ὦ 引导的感叹属格(genitive of exclamation),用于哀叹生命漫长拖延之悲苦。与格 πήμασι 作为手段/原因与格修饰比较级 μακροτέρης,意为“因苦难而延长的生命”。

  2. 8.91Καισάριος πτερόωντι νόῳ μοῦνος καταμάρψας

    破格句(anacoluthon)或悬垂主格(nominativus pendens):全句以主格主语 Καισάριος 及其分词 καταμάρψας 开头(统领前文所有的宾格对象如 πᾶσαν ὅση σοφίη 等),但并未接续预期的主句谓语动词,而是在叹词 αἰαῖ 后转入了名词句 πᾶσιν ὁμῶς νῦν κόνις ἐστʼ ὀλίγη。

  3. 8.99εἰς ἓν ἀγειρομένους

    阳性宾格复数现在被动分词 ἀγειρομένους 在语法上修饰前面的中性单数名词 αἷμα(血统/血脉),采用按意义一致(constructio ad sensum),指代在信仰与神圣墓冢中汇聚在一起的家族诸成员。

  4. 8.104ὅστις Μαρτινιανὸν ἀγακλέα δηλήσαιτο τύμβον ἀνοχλίζων, δείματα πάντα φέροι

    不定关系从句中的希求语气(ὅστις ... δηλήσαιτο)表示潜在条件(“凡若有侵害者”),而主句的希求语气(φέροι)表示诅咒与祈愿(“愿他承受一切惩罚”),与前文直陈式条件句 εἴ τις ... ἐστιν 相呼应,构成了古典墓志铭中典型的防盗墓诅咒句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:8.90-8.104