- 底本
- Greek Anthology, Vol. 2. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:8.105-8.118
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
额我略痛斥盗墓之徒,接连吟咏集高官、武士与文人于一身的名士马提尼亚诺斯的逝世并申明其陵墓不可侵犯,最后称颂了利比亚及其家人的合葬墓堂。
Gregorius Nazianzenus κατὰ τυμβωρύχου οὔρεά σοι καὶ πόντος, ἀτάσθαλε, καὶ πεδίοισι τέρπῃ πυροφόροις τετραπόδων τʼ ἀγέλαις· καὶ χρυσοῖο τάλαντα καὶ ἄργυρος, εὐγενέες τε λᾶες καὶ Σηρῶν νήματα λεπταλέα, πάντα βίος ζωοῖσι· λίθοι δʼ ὀλίγοι τε φίλοι τε τοῖς φθιμένοις. σὺ δέ μοι κἀνθάδε χεῖρα φέρεις, οὐδὲ σὸν αἰδόμενος, τλῆμον, τάφον, ὅν τις ὀλέσσει ἄλλος σοῖσι νόμοις, χερσὶ δικαιοτέραις,
纳齐安的额我略,痛斥盗墓者: 群山归你,不法之徒,海洋亦归你;在出产麦穗的原野上 以及四足的畜群中你得享欢愉; 黄金的重金、白银、尊贵的 美玉,以及赛里斯人织造的纤细丝线, 这一切都是生者赖以维生的产业;而几块亲近的石头 却属于逝者。可你竟伸手触及我的这里, 可悲之徒啊,你甚至不惧怕自己的坟墓,那坟墓终将被另一个人 依照你的法则、用更为正义的双手毁损。
Gregorius Nazianzenus εἰς Μαρτινιανόν ἡνίκα Μαρτινιανὸς ἔδυ χθόνα, μητέρα πάντων, πᾶσα μὲν Αὐσονίων ἐστονάχησε πόλις· πᾶσα δὲ Σικανίη τε, καὶ εὐρέα πείρατα γαίης κείρατʼ, ἀπʼ ἀνθρώπων οἰχομένης Θέμιδος. ἡμεῖς δʼ ἀντί νυ σεῖο τάφον μέγαν ἀμφιέποντες, αἰὲν ἐπερχομένοις δώσομεν ὥς τι σέβας·
纳齐安的额我略,题马提尼亚诺斯: 当马提尼亚诺斯没入万物之母的大地时, 奥索尼亚的每一座城邑皆发出哀叹; 整个西坎尼亚以及大地的广袤边缘 皆剪去发丝,因正义女神已离弃人间。 而我们代你守护着这座巍峨陵墓, 将作为神圣的敬畏之物献给每一位来访者。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν οἱ Χριστὸν φορέοντες ἀκούσατε, οἵ τε θέμιστας εἰδότες ἡμερίων καὶ φθιμένων ὁσίην πάντα λιπών, βασιλῆα, πάτρην, γένος, εὖχος ὑπάρχων, αἰαῖ, πᾶσιν ὁμῶς νῦν κόνις εἴμʼ ὀλίγη, Μαρτινιανὸς πᾶσι τετιμένος· ἀλλʼ ἐπὶ τύμβῳ βάλλειν ἡμετέρῳ δάκρυα, μὴ παλάμας.1
纳齐安的额我略,致同一个人: 身负基督之人啊,请倾听,通晓凡人的法度 与死者应受之神圣敬意的人们啊: 我撇下了一切——君王、祖国、宗族以及行省总督的荣耀—— 呜呼,如今我与常人无异,不过是一抔微尘, 受万民尊崇的马提尼亚诺斯。但在我的陵墓之上, 只当洒下眼泪,切莫挥落双手。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν μουσοπόλον, ῥητῆρα, δικασπόλον, ἄκρον ἅπαντα, τύμβος ὅδʼ εὐγενέτην Μαρτινιανὸν ἔχω, ναυμάχον ἐν πελάγεσσιν, ἀρήιον ἐν πεδίοισιν ἀλλʼ ἀποτῆλε τάφου, πρίν τι κακὸν παθέειν.
纳齐安的额我略,致同一个人: 侍奉缪斯者、修辞家、审判官,诸事之巅峰, 大洋中的海战勇士,平原上的武士, 这坟墓便是我,我正容纳着高贵的马提尼亚诺斯; 但快远离这陵墓,免遭厄运临头。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν μὴ πόλεμον φθιμένοισιν — ἅλις ζώοντες, ἀλιτροὶ — μὴ πόλεμον φθιμένοις Μαρτινιανὸς ἐγὼ ταῦτα πάσιν ζῴοις ἐπιτέλλομαι. οὐ θέμις ἐστὶν τῶν ὀλίγων φθονέειν τοῖς φθιμένοισι λίθων.
纳齐安的额我略,致同一个人: 切莫向逝者开战——生者啊,作恶之徒啊,适可而止吧—— 切莫向逝者开战!我马提尼亚诺斯 向所有生者颁布此训诫。嫉妒死者 拥有的这区区几块石头,实为天理不容。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν Θέμι, τῆς πολλοῖσιν ἐγὼ νώμησα τάλαντα ὦ φοβεραὶ ψυχῶν μάστιγες οὐχ ὁσίων οὗτος ἐμοῖσι λίθοισι φέρει στονόεντα σίδηρον οὗτος ἐμοί. φεῦ, φεῦ· ποῦ δὲ λίθος Σισύφου;
纳齐安的额我略,致同一个人: 正义女神啊,我曾为众人执掌你的天平; 惩治不洁灵魂的可怖鞭笞啊! 此人竟将带来哀泣的铁器挥向我的石头, 挥向我!悲夫,悲夫!西西弗斯的巨石究竟在何处?
Gregorius Nazianzenus εἰς τὸν αὐτόν ὄλβιος, εὐγήρως, ἄνοσος θάνον, ἐν βασιλῆος πρῶτα φέρων, ἱερῆς ἄκρον ἔχων σοφίης· εἴ τινα Μαρτινιανὸν ἀκούετε· ἀλλʼ ἀπὸ τύμβου, μηδὲ φέρειν ἐπʼ ἐμοὶ δυσμενέας παλάμας.
纳齐安的额我略,致同一个人: 我享尽福乐、安度晚年、无病而终,在君王的 宫廷中身居高位,得享神圣智慧的绝顶—— 若你们曾听闻过某位马提尼亚诺斯之名。但请离开我的陵墓, 切莫对我挥舞仇怨之手。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν χάζεο, χάζεο τῆλε· κακὸν τὸν ἄεθλον ἐγείρεις, λᾶας ἀνοχλίζων καὶ τάφον ἡμέτερον· χάζεο· Μαρτινιανὸς ἐγώ, καὶ ζῶσιν ὄνειαρ καὶ νέκυς οὐκ ὀλίγον ἐνθάδε κάρτος ἔχω.
纳齐安的额我略,致同一个人: 退后,退到远处!你正在挑起一场罪恶的争斗, 撬动石块并损毁我们的坟墓。 退后!我是马提尼亚诺斯,对生者而言我是臂助, 即便身为亡骸,我在此处依然拥有非凡的力量。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν Καππαδοκῶν μέγʼ ἄεισμα, φαάντατε Μαρτινιανέ, σεῖο, βροτῶν γενεή, καὶ τάφον αἰδόμεθα· ὃς ποτʼ ἔης βασιλῆος ἐν ἕρκεσι κάρτος ὑπάρχων, δουρὶ δὲ Σικανίην κτήσαο καὶ Λιβύην.
纳齐安的额我略,致同一个人: 卡帕多细亚人的崇高赞歌,最光耀的马提尼亚诺斯啊, 我们这些凡人世代,既敬畏你,亦敬畏你的坟墓; 你曾是君王宫阙中总督的得力臂膀, 并用长矛征服了西坎尼亚与利比亚。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν Ὄμνυμεν ἀθανάτοιο Θεοῦ κράτος ὑψιμέδοντος, καὶ ψυχὰς νεκύων, κύδιμε, σήν τε κόνιν, μήποτε, Μαρτινιανέ, τεοῖς ἐπὶ χεῖρας ἐνέγκαι2 στήλῃ καὶ τύμβῳ· οὐδὲ γὰρ οὐδʼ ἱεροῖς.
纳齐安的额我略,致同一个人: 我们指着高高统治的不朽上帝的威能起誓, 并指着死者的灵魂,显赫之人啊,以及你的遗尘起誓, 绝不,马提尼亚诺斯啊,把双手伸向你的 石碑与陵墓;因为我们对圣所亦绝不染指。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν Ῥώμη καὶ βασιλῆες ἐμοὶ καὶ πείρατα γαίης στῆλαι Μαρτινιανῷ, τὰς χρόνος οὐ δαμάσει· ἀλλʼ ἔμπης ὀλίγῳ περιδείδια, μή τι πάθῃσι, τῷδε τάφῳ3 πολλῶν οὐχ ὁσίαι παλάμαι.
纳齐安的额我略,致同一个人: 罗马、君王与大地的边陲,对我马提尼亚诺斯而言, 皆是岁月无法摧折的石碑; 但我依然为这区区微墓忧惧不已,唯恐它遭受摧残; 因为许多人的双手是如此不洁。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν Μαρτινιανοῦ σῆμα μεγακλέος, εἲ τινʼ ἀκούεις Καππαδοκῶν Ῥώμης πρόθρονον εὐγενέων, παντοίαις ἀρετῇσι κεκασμένον, ἀλλὰ κόνιν περ ἁζόμενοι στήλην καὶ τάφον ἀμφιέπειν.
纳齐安的额我略,致同一个人: 若你曾听闻高贵的卡帕多细亚人中有人荣居罗马的首座、 兼备诸般美德,这便是显赫的马提尼亚诺斯的丰碑。 即便仅出于敬畏遗尘,也当守护这石碑与陵墓。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν οὔποτʼ ἐγὼ φθιμένοισιν ἐπέχραον, οὐδʼ ἀπὸ τύμβων ἔργον ἔγειρα, Δίκην ὄμνυμι καὶ φθιμένους· τοὔνεκα μηδʼ ἐπʼ ἐμοῖσι φέρειν λάεσσι σίδηρον εἰ δὲ φέροις, τὴν σὴν ἐς κεφαλὴν πεσέτω. Μαρτινιανὸς ἐγὼ τάδε λίσσομαι· εἴ τις ἐμεῖο κύδεός ἐστι χάρις, τύμβος ἀεὶ μενέτω.
纳齐安的额我略,致同一个人: 我从未侵害过死者,亦从未自陵墓中 搜刮财物,我指着正义与死者起誓; 因此切勿对我的石碑挥动铁器; 若你敢挥动,愿它径直落于你自己的头颅之上。 我马提尼亚诺斯在此祈求:若世人对我的荣光 尚存感激,便让这陵墓长存世间。
Gregorius Nazianzenus εἰς Λιβίαν τὴν γαμετὴν Ἀμφιλόχου εἷς δόμος, ἀλλʼ ὑπένερθε τάφος, καθύπερθε δὲ σηκός· τύμβος δειμαμένοις, σηκὸς ἀεθλοφόροις· καὶ ῥʼ οἱ μὲν γλυκερὴν ἤδη κόνιν ἀμφεβάλοντο ὡς σὺ μάκαιρα δάμαρ Ἀμφιλόχου, Λιβίη, κάλλιμὲ θʼ υἱήων, Εὐφήμιε· τούσδʼ ὑπόδεχθε, μάρτυρες ἀτρεκίης, τοὺς ἔτι λειπομένους.
纳齐安的额我略,致安菲洛科斯之妻利比亚: 此地同为一座居所,下方是坟墓,上方是圣堂: 坟墓属于建造它的人,圣堂属于获得奖赏的殉道者; 而他们如今已披上了甜美的尘土, 安菲洛科斯的蒙福妻子利比亚啊,正如你一样, 还有儿子中最俊美的尤菲米奥斯;真实不虚的殉道者们啊, 也请接纳那些依然留在世间的人们。
- 8.107βάλλειν ἡμετέρῳ δάκρυα, μὴ παλάμας
不定式 βάλλειν 在此起命令语气的作用(命令性不定式)。它与前面的 ἀλλά 连用,表达强烈的指令(“当洒下眼泪,而非挥落双手”),后文的 μηδὲ φέρειν (8.111, 8.117) 和 ἀμφιέπειν (8.116) 亦同属此类用法。
- 8.114Ὄμνυμεν ... μήποτε ... ἐνέγκαι
在由誓言动词 ὄμνυμεν 引导的不定式结构中,否定词常规使用 μή 而非 οὐ,用以庄严发誓未来不做出某种行为(“起誓绝不下手”)。不定式 ἐνέγκαι(不定过去时不定式 ἐνεγκεῖν 的诗歌形式)在此承担了相当于将来时不定式的职能。
- 8.115ὀλίγῳ περιδείδια, μή τι πάθῃσι, τῷδε τάφῳ
与格短语 ὀλίγῳ ... τῷδε τάφῳ 依附于表示恐惧的动词 περιδείδια,作关涉/受害与格(“为这微小的陵墓而担忧”)。μή τι πάθῃσι 则是接在惧怕动词之后的虚拟语气从句(带有史诗/爱奥尼亚方言色彩的第三人称单数虚拟式 πάθῃσι),意为“唯恐它遭遇不测/受到损坏”。
