- 底本
- Greek Anthology, Vol. 2. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:8.78-8.89
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
额我略回顾了家人(凯萨里奥斯、戈尔戈妮亚、父亲、母亲)相继离世的次序,并沉思了自身的生平、蒙召、圣职与苦难。随后,他哀悼了原本为年迈父母准备、却违常过早接纳了弟弟凯萨里奥斯的陵墓之残酷宿运。
Gregorius Nazianzenus τίς πρῶτος καὶ τίς μετέπειτα ἀπῆρε πρῶτος Καισάριος ξυνὸν ἄχος· αὐτὰρ ἔπειτα Γοργόνιον, μετέπειτα πατὴρ φίλος· οὐ μετὰ δηρὸν μήτηρ. ὦ λυπρὴ παλάμη καὶ γράμματα λυπρὴ Γρηγορίου· γράψω καὶ ἐμὸν μόρον ὑστατίου περ.1
纳齐安的额我略,谁先离去,谁在其后: 起初是凯萨里奥斯,共同的悲伤;但随后 是戈尔戈妮亚,再其后是亲爱的父亲;不久之后 是母亲。啊,额我略悲痛的手与悲痛的 文字啊!纵然是最后一人,我也要写下我自身的命运。
Gregorius Nazianzenus εἰς ἑαυτόν πρῶτα μὲν εὐξαμένῃ με Θεὸς πόρε μητρὶ φαεινῇ· δεύτερον, ἐκ μητρὸς δῶρον ἔδεκτο φίλον τὸ τρίτον αὖ, θνῄσκοντά μʼ ἁγνὴ ἐσάωσε τράπεζα· τέτρατον, ἀμφήκη μῦθον ἔδωκε Λόγος· πέμπτον, παρθενίη με φίλοις προσπτύξατʼ ὀνείροις· ἕκτον, Βασιλίῳ σύμπνοα ἱρὰ φέρον ἕβδομον, ἐκ βυθίων με Φερέσβιος ἥρπασε κόλπων ὄγδοον εὗ νούσοις ἐξεκάθηρα χέρας· εἴνατον ὁπλοτέρῃ Τριάδʼ ἤγαγον, ὦ ἄνα, Ῥώμῃ· βέβλημαι δέκατον λάεσιν ἠδὲ φίλοις.
纳齐安的额我略,致自身: 第一,神将我赐予了祈祷中光耀的母亲; 第二,祂从母亲手中接纳了我作为心爱的礼物; 第三,在我濒死之际,圣洁的祭坛拯救了我; 第四,道赐予了我双刃的言辞; 第五,童贞在亲切的梦中拥抱了我; 第六,我与巴西略同心协力奉献圣仪; 第七,赐生命者将我从波涛深渊的怀中夺回; 第八,在疾病中我把双手洗涤洁净; 第九,主啊,我将三位一体带到了年轻的罗马; 第十,我被乱石与朋友所击打。
Gregorius Nazianzenus εἰς ἑαυτόν Ἑλλὰς ἐμὴ, νεότης τε φίλη, καὶ ὅσσα πεπάσμην, καὶ δέμας, ὡς Χριστῷ εἴξατε προφρονέως. εἰ δʼ ἱερῆα φίλον με Θεῷ θέτο μητέρος εὐχὴ καὶ πατρὸς παλάμη, τίς φθόνος; ἀλλά, μάκαρ, σοῖς με, Χριστέ, χοροῖσι δέχου, καὶ κῦδος ὀπάζοις υἱέι Γρηγορίου σῷ λάτρι Γρηγορίῳ.
纳齐安的额我略,致自身: 我的希腊啊,亲爱的青春,我所拥有的一切, 以及我的肉身啊,你们何其心甘情愿地顺服了基督! 若是母亲的祈祷与父亲的手将我 立为蒙神喜悦的司祭,又有何可嫉妒?然而,福乐的 基督啊,求祢接纳我进入祢的天庭歌队,并将荣耀赐予 额我略之子、祢的仆从额我略。
Gregorius Nazianzenus ἐπὶ τῷ ἰδίῳ τάφῳ Γρηγορίου Νόννης τε φίλον τέκος ἐνθάδε κεῖται τῆς ἱερῆς Τριάδος Γρηγόριος θεράπων, καὶ σοφίῃ Σοφίης δεδραγμένος,2 ἠίθεός τε οἶον πλοῦτον ἔχων ἐλπίδʼ ἐπουρανίην.
纳齐安的额我略,题自己的陵墓: 额我略与农娜的心爱之子安息于此, 额我略,圣三位一体的仆从, 以智慧抓住了“智慧”,一位未婚之人, 将天上的盼望作为自己唯一的财富。
Gregorius Nazianzenus εἰς ἑαυτόν τυτθὸν ἔτι ζώεσκες ἐπὶ χθονί, πάντα δὲ Χριστῷ δῶκας ἑκών, σὺν τοῖς καὶ πτερόεντα λόγον νῦν δʼ ἱερῆα μέγαν σε καὶ οὐρανίοιο χορείης οὐρανὸς ἐντὸς ἔχει, κύδιμε Γρηγόριε.
纳齐安的额我略,致自身: 在地上你尚且只活了片刻,却甘愿将一切 献给了基督,连同那生翼的言辞; 如今,荣耀的额我略啊,上天将你作为伟大的司祭 和天上歌队的一员容纳在其中。
Gregorius Nazianzenus εἰς ἑαυτόν ἔκ με βρέφους ἐκάλεσσε Θεὸς νυχίοισιν ὀνείροις· ἤλυθον ἐς σοφίης πείρατα, σάρκα Λόγῳ ἥγνισα καὶ κραδίην· κόσμου φλόγα γυμνὸς ἀλύξας, ἔστην σὺν Ἀαρὼν Γρηγορίῳ γενέτῃ.
纳齐安的额我略,致自身: 从幼年起神便在夜间的梦中召选了我; 我达到了智慧的终极,为了道而洁净了 肉身与心灵;赤身逃脱了尘世的烈火, 我与如同亚伦般的父亲额我略并肩而立。
Gregorius Nazianzenus εἰς ἑαυτόν πατρὸς ἐγὼ ζαθέοιο καὶ οὔνομα καὶ θρόνον ἔσχον, καὶ τάφον· ἀλλά, φίλος, μνώεο Γρηγορίου, Γρηγορίου, τὸν μητρὶ θεόσδοτον ὤπασε Χριστὸς φάσμασιν ἐννυχίοις, δῶκε δʼ ἔρον σοφίης.
纳齐安的额我略,致自身: 我继承了神圣父亲的姓名、主教之座 以及墓穴;然而,朋友啊,请记念额我略, 记念那位基督在夜间的异象中作为神的赐礼恩赐给他母亲、 并赋予其对智慧之热爱的额我略。
Gregorius Nazianzenus εἰς Καισάριον τὸν ἑαυτοῦ ἀδελφόν σχέτλιός ἐστιν ὁ τύμβος. ἔγωγε μὲν οὔποτʼ ἐώλπειν, ὥς ῥα κατακρύψει τοὺς πυμάτους προτέρους3 αὐτὰρ ὃ Καισάριον, ἐρικυδέα υἷα τοκήων, τῶν προτέρων πρότερον δέξατο· ποῖα δίκη;
纳齐安的额我略,致自己的兄弟凯萨里奥斯: 残酷的是这坟墓。我本绝不曾料想, 它竟会把最后的晚辈先于长辈掩埋; 然而它却将父母荣耀的儿子凯萨里奥斯, 先于先前之人接纳了进去;这算什么公理?
Gregorius Nazianzenus εἰς τὸν αὐτόν οὐκ ἔσθʼ ὁ τύμβος αἴτιος· μὴ λοιδόρει. φθόνου τόδʼ ἐστὶν ἔργον πῶς δʼ ἤνεγκεν ἂν νέον γερόντων εἰσορῶν σοφώτερον;
纳齐安的额我略,致同一个人: 坟墓并没有罪过;休要责难它。 这是嫉妒的作为;眼看着一个比老人 更智慧的青年,它又怎能忍受?
Gregorius Nazianzenus εἰς τὸν αὐτόν Γρηγόριε, θνητῶν μὲν ὑπείροχον ἔλλαχες υἷα κάλλεϊ καὶ σοφίῃ, καὶ βασιλῆι φίλον κρείσσονα δʼ οὐκέτι πάμπαν ἀπηλεγέος θανάτοιο. ἦ μὴν ὠιόμην ἀλλὰ τί φησὶ τάφος; “τέτλαθι· Καισάριος μὲν ἀπέφθιτο· ἀλλὰ μέγιστον υἱέος εὖχος ἔχεις, υἱέος ἀντὶ φίλου.”
纳齐安的额我略,致同一个人: 额我略啊,你在凡人中得着了一位在俊美与智慧上 出类拔萃、且蒙君王所喜爱的儿子; 然而他绝未能强于冷酷无情的死亡。 我确实曾这般以为;但坟墓说了什么? “忍耐吧:凯萨里奥斯确实已逝;但你得着了 由儿子带来的最大荣耀,来代替一位心爱的儿子。”
Gregorius Nazianzenus εἰς τοὺς γονεῖς τοῦ μεγάλου Γρηγορίου καὶ Καισαρίου ὥριοι εἰς τάφον ἦμεν, ὅτʼ ἐνθάδε τοῦτον ἔθηκαν λᾶαν ἐφʼ ἡμετέρῳ γήραϊ λαοτόμοι· ἀλλʼ ἡμῖν μὲν ἔθηκαν ἔχει δέ μιν οὐ κατὰ κόσμον Καισάριος, τεκέων ἡμετέρων πύματος. ἔτλημεν πανάποτμα, τέκος, τέκος· ἀλλὰ τάχιστα δέξαι ἐς ὑμέτερον τύμβον ἐπειγομένους.
纳齐安的额我略,致伟大的额我略与凯萨里奥斯的父母: 当石匠们为了我们的迟暮之年将这块石碑立在此处时, 我们已到了归于陵墓的时辰; 然而他们是为我们而立,不合常理占据它的却是 凯萨里奥斯,我们儿女中最年幼者。 我们承受了极尽不幸的宿运,孩子啊,孩子!但请尽快 迎接正急急奔赴你陵墓的我们吧。
Gregorius Nazianzenus εἰς τὸν αὐτὸν Καισάριον τόνδε λίθον τοκέες μὲν ἑὸν τάφον ἐστήσαντο, ἐλπόμενοι ζωῆς μοῖραν ἔχειν ὀλίγην Καισαρίῳ δʼ υἱῆι πικρὴν χάριν οὐκ ἐθέλοντες δῶκαν, ἐπεὶ πρότερος τοῦδε λύθη βιότου.
纳齐安的额我略,致同一位凯萨里奥斯: 父母立下这块石碑作为自己的坟墓, 本料想生命所余的份额已然无多; 却并非所愿地将这苦涩的恩惠给予了儿子 凯萨里奥斯,因为他先于父母脱离了尘世生命。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν γῆρας ἐμὸν δήθυνεν ἐπὶ χθονί· ἀντὶ δὲ πατρὸς λᾶαν ἔχεις, τεκέων φίλτατε, Καισάριε. τίς νόμος; οἷα δίκη; θνητῶν ἄνα, πῶς τόδʼ ἔνευσας; ὦ μακροῦ βιότου, ὦ ταχέος θανάτου.
纳齐安的额我略,致同一个人: 我的暮年在尘世久久拖延;而代替父亲, 你占据着石碑,儿女中最心爱的凯萨里奥斯啊。 这是何种法则?何种公理?凡人的主宰啊,祢何以恩准了这般旨意? 叹漫长的生命啊,叹迅疾的死亡!
- 8.78ἐμὸν μόρον ὑστατίου περ
属格修饰语“ὑστατίου περ”(纵然是最后一人)在语法上与第一人称物主形容词“ἐμόν”(我的)中隐含的第一人称单数代词属格(μου)相一致(即与物主形容词所蕴含的领属者保持格一致)。
- 8.81σοφίῃ Σοφίης δεδραγμένος
在这一同根词变换格位的修辞(多格变异)中,分词“δεδραγμένος”(抓住、把握)作为表示接触与抓取的动词,支配属格“Σοφίης”(神圣的“智慧”)作宾语,而其前面的与格“σοφίῃ”则作手段或方式与格(凭借人间的“智慧/学问”)。
- 8.85τοὺς πυμάτους προτέρους
谓语性使用的“προτέρους”(早于……/在前)与直接宾语“τοὺς πυμάτους”(最晚出生者/年幼者)相对置,突显了时间先后顺序的倒错。这与下一行中的“τῶν προτέρων πρότερον”相呼应,强调了子女先于父母离世这一反常次序。
